§7τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ τὴν εὐγένειαν προβαλλόμενοι καὶ φρονοῦντες ἐπ’ αὐτῇ μέγα·
家柄を盾にし、それについて大いに誇っている人々もまた、このような者たちの一部である。
καὶ γὰρ καὶ οὗτοι σπάνει τῶν ἰδίων ἀγαθῶν ἐπὶ τὸ γένος ἥκουσιν, οὐδὲ τοσοῦτον γιγνώσκοντες ὅτι ἡ ἄρα εὐγένεια αὕτη ἐφ’ ᾗ σεμνύνονται τοῖς κατὰ πόλιν νομίσμασιν ἔοικεν, ἃ παρὰ τοῖς θεμένοις ἰσχύοντα παρ’ ἄλλοις ἐστὶ κίβδηλα·
なぜなら、彼らもまた、自分自身の善きものの欠乏のゆえに、家柄に頼るからであり、自分たちが誇っているこの家柄というものが、都市ごとの貨幣に似ており、それを制定した人々の間では通用するものの、他の人々の間では偽金にすぎないということすら、彼らは理解していないからである。
— οὐδ’ ηὑγένεια σ’ ἦρεν εἰς ὕψος μέγα;
「家柄もまた、あなたを大いなる高みへと引き上げなかったのか。
— κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με.
」「持たないことは不幸だが、家柄が私を養ってくれたわけではない。
καλὸς οὖν, [ἧ] φησὶν ὁ Πλάτων, θησαυρὸς αἱ τῶν πατέρων ἀρεταί·
」それゆえ、プラトンが言う通り、「父祖の徳は美しき宝である」というのはもっともである。
κάλλιον δ’ ἀντιθεῖναι δύνασθαι τὸν τοῦ Σθενέλου λόγον ‘ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι’.
しかし、それに対してステネロスの言葉「我々は父祖たちよりもはるかに優れていると自負している」を対置できることは、より望ましい。
ταύτην γὰρ μόνην ἔχοιμεν ἄν, εἰ δή τίς ἐστιν εὐγενείας χρεία, πρὸς οἰκεῖον παράδειγμα τὸν ζῆλον ἡμῖν γίγνεσθαι·
なぜなら、もし本当に家柄の必要性というものがあるならば、私たちはこれだけを、すなわち、身近な手本に向けて私たちの熱意が生じるということを、持ちうるからである。
ὡς εἴ γε κατὰ πολὺ τῆς τῶν προγόνων ἀρετῆς ἀπολειπόμεθα, λύπη μὲν ἂν εἴη κἀκείνοις, εἴ τις αὐτοῖς ἐστιν αἴσθησις, αἰσχύνη δ’ ἡμῖν αὐτοῖς τοσῷδε μείζων ὅσῳ καὶ τὸ γένος περιφανέστερον.
実際、もし私たちが先祖の徳に大きく及ばないならば、もし彼らに何らかの知覚があるならば彼らにとっても悲しみとなるであろうし、私たち自身にとっても、家柄が顕著であればあるほど、それだけ大きな恥となるであろう。
οἱ μὲν γὰρ [ἀμαθεῖς] παντάπασιν ἄσημοι τῷ γένει τοῦτο γοῦν αὐτὸ κερδαίνουσι τὸ μὴ γιγνώσκεσθαι τοῖς πολλοῖς ὁποῖοί τινές εἰσιν·
なぜなら、家柄が全く無名な人々は、自分たちがどのような者であるかを多くの人々に知られないという、まさにこのことを得るからである。
ὅσοις δὲ τὸ λαμπρὸν καὶ διάσημον τοῦ γένους οὐδὲ τοῦ λαθεῖν ἐξουσίαν δίδωσι, τί ἄλλο ἢ περιφανέστερον οὗτοι δυστυχοῦσιν;
しかし、家柄の輝かしさと著名さのゆえに、人目を避ける自由さえ与えられていない人々は、より顕著に不幸をさらすだけではないだろうか。
καὶ μὲν δὴ καὶ καταγιγνώσκονται μᾶλλον οἱ ἀνάξιοι τοῦ γένους, ὥστ’ εἰ καί τις ἠλίθιος ὢν ὑπομιμνῄσκοι τὸ λαμπρὸν τοῦ γένους, ἀσυγγνωστότερον ἑαυτῷ τὸ κακὸν ἀποφαίνει.
さらにまた、家柄にふさわしくない人々はよりいっそう非難される。 したがって、もし誰か愚かな者が家柄の輝かしさを思い出させるなら、彼は自分自身の至らなさをより許しがたいものとして示すことになるのである。
οὐ γὰρ ὁμοίως ἐξετάζομέν τε καὶ βασανίζομεν τοὺς ἐπιτυχόντας ἀνθρώπους τοῖς ἐκ γένους λαμπροῦ, ἀλλὰ τοὺς μέν, κἂν μέτριοί τινες ὦσιν, ἀποδεχόμεθα τῇ δυσγενείᾳ τῆς ἐνδείας τὴν αἰτίαν ἀναφέροντες, τοὺς δ’ εἰ μηδὲν τῶν προγόνων ἄξιον ἔχοιεν οὐδέπω θαυμάζομεν, ἂν καὶ τῶν ἄλλων ἁπάντων πολὺ διαφέρωσιν.
というのも、私たちは凡庸な人々と、輝かしい家柄の出身の人々とを、同様に吟味し審査するわけではないからである。 むしろ、前者については、たとえ彼らが凡庸であっても、その欠如の原因を家柄の卑しさに帰すことで受け入れるが、後者については、もし彼らが先祖にふさわしいものを何一つ持っていなければ、たとえ他のすべての人々よりはるかに優れていようとも、私たちは決して称賛しない。
ὥστ’ εἴ τις εὗ φρονεῖ, τέχνης ἀσκήσει προσίτω, δι’ ἣν κἂν εὐγενὴς ᾗ τοῦ γένους οὐκ ἀνάξιος φανεῖται, κἂν μὴ τοιοῦτος ὑπάρχῃ τὸ γένος αὐτὸς ἐπικοσμήσει, μιμησάμενος τὸν παλαιὸν ἐκεῖνον Θεμιστοκλέα, ὃς ὀνειδιζόμενος ἐπὶ τῷ γένει ‘ἀλλ’ ἐγὼ τοῖς ἀπ’ ἐμαυτοῦ, ἔφη, τοῦ γένους ἄρξω, καὶ τὸ μὲν ἐμὸν ἀπ’ ἐμοῦ γένος ἄρξεται, τὸ δὲ σὸν εἰς σὲ τελευτήσει’.
したがって、もし誰かがまともな考えを持っているなら、技術の修練に進むべきである。 それによって、たとえ家柄が良くとも、家柄にふさわしくないとは見なされないであろうし、たとえ家柄がそうでなくとも、彼自身が家柄を輝かせることになるからである。 かつてのあのテミストクレスを模範としながら。 彼はその素性を非難されたとき、「しかし、私は私から始まる者たちによって家系の始祖となるのだ。 そして、私の家系は私から始まり、お前の家系はお前で終わるのだ」と言った。
ὁρᾷς ὡς οὐδὲν κωλύει τὸν Σκύθην Ἀνάχαρσιν καὶ θαυμάζεσθαί τε καὶ σοφὸν ὀνομάζεσθαι·
スキティア人のアナカルシスが称賛され、また賢者と呼ばれることを何ものも妨げていないのが分かるだろう。
καίτοι βάρβαρος ἦν τὸ γένος.
もっとも彼は、生まれは野蛮人であったが。
οὗτός ποτε πρός τινος ὀνειδιζόμενος ὅτι βάρβαρος εἴη καὶ Σκύθης ‘ἐμοὶ μέν, 〈εἶπεν〉, ἡ πατρὶς ὄνειδος, σὺ δὲ τῇ πατρίδι’, πάνυ καλῶς ἐπιπλήξας τῷ μηδενὸς ἀξίῳ λόγου, μόνον δ’ ἐπὶ τῇ πατρίδι σεμνυνομένῳ.
彼がかつて、ある者から野蛮人でスキティア人であることを非難されたとき、「私にとっては祖国が不名誉だが、お前は祖国にとって不名誉だ」と言った。 これは、語るに値しない人間でありながら、ただ祖国だけを誇っている者に対する、非常に見事な非難であった。
εἰ γὰρ ἐπιστήσαις τοῖς πράγμασι τὸν νοῦν, οὐ διὰ τὰς πόλεις εὕροις ἂν ἐν δόξῃ τοὺς πολίτας γιγνομένους, ἀλλ’ αὐτὸ δὴ τοὐναντίον διὰ τοὺς ἀγαθοὺς ἄνδρας [ἐν ταῖς τέχναις] καὶ τὰς πατρίδας αὐτῶν μνημονευομένας.
というのも、もしあなたが事実に注意を向けるなら、市民たちが都市のゆえに評判を得るのではなく、まさに全く逆に、優れた人々のゆえに彼らの祖国が記憶されるのだということに気づくであろうからである。
τίς γὰρ 〈ἂν〉 ἦν Σταγίρων λόγος, εἰ μὴ δι’ Ἀριστοτέλην, τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν τε καὶ Χρύσιππον·
なぜなら、もしアリストテレスがいなかったら、スタゲイラについて何が語られただろうか。 また、もしアラトスとクリュシッポスがいなかったら、ソロイについて何が語られただろうか。
ὅπου καὶ τῶν Ἀθηνῶν αὐτῶν μέχρι πόρρω τοὔνομα πεφοίτηκεν οὐ διὰ τὴν τῆς γῆς ἀρετήν — λεπτόγεως γάρ — ἀλλὰ διὰ τοὺς ἐν αὐτῇ φύντας, οἳ πλεῖστοί τε καὶ ἄριστοι γενόμενοι μετέδοσάν τι καὶ τῇ πατρίδι τοῦ σφετέρου κλέους.
アテナイ自体の名前でさえ、遠くまで鳴り響いているが、それは土地の肥沃さのゆえではなく(その土地は痩せているから)、その地で生まれた人々、すなわち、極めて多くかつ優れた者たちとなり、自らの名声の一部を祖国にも分け与えた人々のゆえにである。
μάθοις δ’ ἂν ἐναργέστατα τὸ τοιοῦτον ἀληθὲς ὄν, εἰ τὸν Ὑπέρβολον ἢ τὸν Κλέωνα λογίσαιο, τοσοῦτον ἀπὸ τῶν Ἀθηνῶν κερδήσαντας ὅσον ἄν τις εἰς περιφάνειαν κακὸς ὢν ἐπικτήσαιτο.
このようなことが真実であることを、あなたは最も明白に知るであろう。 もしヒュペルボロスやクレオンを考慮に入れるなら。 彼らはアテナイから、悪人である者が悪名として得るであろうのと同等のものしか得なかったのである。
‘ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον’ ὁ Πίνδαρός φησι, καὶ πάλιν ὁ αὐτὸς ‘εἰ φεύγομεν Βοιωτίαν ὗν’, ἀξιῶν ὅλου σχεδὸν ἔθνους τὸν ἐπ’ ἀμαθείᾳ ψόγον ἀπολύεσθαι διὰ τὴν ἑαυτοῦ μουσικήν.
「ボイオティアの民を豚と呼んだ時代があった」とピンダロスは言い、また同じ彼が「我々が『ボイオティアの豚』という汚名を避けるならば」と言う。 これは、自らの詩の技術のゆえに、ほぼ全民族に向けられた無知の非難が解かれることを求めているのである。