§7τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ τὴν εὐγένειαν προβαλλόμενοι καὶ φρονοῦντες ἐπ’ αὐτῇ μέγα·
那些抬高家世并以此自傲的人,也是属于此类。
καὶ γὰρ καὶ οὗτοι σπάνει τῶν ἰδίων ἀγαθῶν ἐπὶ τὸ γένος ἥκουσιν, οὐδὲ τοσοῦτον γιγνώσκοντες ὅτι ἡ ἄρα εὐγένεια αὕτη ἐφ’ ᾗ σεμνύνονται τοῖς κατὰ πόλιν νομίσμασιν ἔοικεν, ἃ παρὰ τοῖς θεμένοις ἰσχύοντα παρ’ ἄλλοις ἐστὶ κίβδηλα· — οὐδ’ ηὑγένεια σ’ ἦρεν εἰς ὕψος μέγα;
因为,这些人也是因为缺乏自身的美德而求助于家世,他们甚至不明白这一点:即他们所引以为傲的这一高贵出身,就如同城市里流通的货币,在制定者那里是通行的,但在其他人那里却是伪币: “——难道高贵出身没有将你提升到很高的高度吗?
— κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με.
——没有它是件坏事,但家世并没有养活我。
καλὸς οὖν, [ἧ] φησὶν ὁ Πλάτων, θησαυρὸς αἱ τῶν πατέρων ἀρεταί· κάλλιον δ’ ἀντιθεῖναι δύνασθαι τὸν τοῦ Σθενέλου λόγον ‘ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι’.
” 因此,正如柏拉图所说,“父辈的德行是美好的宝藏”;但若能以斯忒涅洛斯的话对立之,则更为美好:“我们自豪于比我们的父辈要优秀得多。
ταύτην γὰρ μόνην ἔχοιμεν ἄν, εἰ δή τίς ἐστιν εὐγενείας χρεία, πρὸς οἰκεῖον παράδειγμα τὸν ζῆλον ἡμῖν γίγνεσθαι·
”因为,如果真的对高贵出身有所需要的话,我们或许唯独只有这个用处,即让我们以身边的榜样为目标去激发我们的热忱。
ὡς εἴ γε κατὰ πολὺ τῆς τῶν προγόνων ἀρετῆς ἀπολειπόμεθα, λύπη μὲν ἂν εἴη κἀκείνοις, εἴ τις αὐτοῖς ἐστιν αἴσθησις, αἰσχύνη δ’ ἡμῖν αὐτοῖς τοσῷδε μείζων ὅσῳ καὶ τὸ γένος περιφανέστερον.
实际上,如果我们与先祖的德行相去甚远,那么对他们而言——如果他们还有任何知觉的话——将是一种悲哀,而对我们自己而言则是耻辱,其家世越是显赫,耻辱便越是巨大。
οἱ μὲν γὰρ [ἀμαθεῖς] παντάπασιν ἄσημοι τῷ γένει τοῦτο γοῦν αὐτὸ κερδαίνουσι τὸ μὴ γιγνώσκεσθαι τοῖς πολλοῖς ὁποῖοί τινές εἰσιν· ὅσοις δὲ τὸ λαμπρὸν καὶ διάσημον τοῦ γένους οὐδὲ τοῦ λαθεῖν ἐξουσίαν δίδωσι, τί ἄλλο ἢ περιφανέστερον οὗτοι δυστυχοῦσιν;
因为,那些在家世上完全无名的人,至少得到了这样一个好处,即不被大众了解他们是怎样的人;而对于那些由于家世的辉煌与著名而连隐匿的自由都没有的人,他们除了更显眼地出丑之外,还能有什么遭遇呢?
καὶ μὲν δὴ καὶ καταγιγνώσκονται μᾶλλον οἱ ἀνάξιοι τοῦ γένους, ὥστ’ εἰ καί τις ἠλίθιος ὢν ὑπομιμνῄσκοι τὸ λαμπρὸν τοῦ γένους, ἀσυγγνωστότερον ἑαυτῷ τὸ κακὸν ἀποφαίνει.
而且,那些配不上家世的人,更是会受到指责,因此,如果某个愚蠢的人提醒别人注意其家世的辉煌,他只是向自己表明其恶劣是更加不可饶恕的。
οὐ γὰρ ὁμοίως ἐξετάζομέν τε καὶ βασανίζομεν τοὺς ἐπιτυχόντας ἀνθρώπους τοῖς ἐκ γένους λαμπροῦ, ἀλλὰ τοὺς μέν, κἂν μέτριοί τινες ὦσιν, ἀποδεχόμεθα τῇ δυσγενείᾳ τῆς ἐνδείας τὴν αἰτίαν ἀναφέροντες, τοὺς δ’ εἰ μηδὲν τῶν προγόνων ἄξιον ἔχοιεν οὐδέπω θαυμάζομεν, ἂν καὶ τῶν ἄλλων ἁπάντων πολὺ διαφέρωσιν.
因为,我们对普通人的审察和考验,不同于对那些出身显赫的人。 对于前者,即使他们有些平庸,我们也予以接受,将不足的原因归结于其出身的低微;而对于后者,如果他们没有半点配得上先祖的地方,即使他们远比其他所有人优秀,我们也绝不赞赏。
ὥστ’ εἴ τις εὗ φρονεῖ, τέχνης ἀσκήσει προσίτω, δι’ ἣν κἂν εὐγενὴς ᾗ τοῦ γένους οὐκ ἀνάξιος φανεῖται, κἂν μὴ τοιοῦτος ὑπάρχῃ τὸ γένος αὐτὸς ἐπικοσμήσει, μιμησάμενος τὸν παλαιὸν ἐκεῖνον Θεμιστοκλέα, ὃς ὀνειδιζόμενος ἐπὶ τῷ γένει ‘ἀλλ’ ἐγὼ τοῖς ἀπ’ ἐμαυτοῦ, ἔφη, τοῦ γένους ἄρξω, καὶ τὸ μὲν ἐμὸν ἀπ’ ἐμοῦ γένος ἄρξεται, τὸ δὲ σὸν εἰς σὲ τελευτήσει’.
因此,如果有人通情达理,就应当致力于学习一门技术,通过这门技术,即使他出身高贵,也不会显得配不上自己的家世,而即使他并非出身显赫,他自己也能够装点家世。 他应当模仿古代的那位地米斯托克利,当他因出身受到责难时,他说:“但是,我将为我的后代开创家世,我的家世将从我开始,而你的家系却将终结于你。
ὁρᾷς ὡς οὐδὲν κωλύει τὸν Σκύθην Ἀνάχαρσιν καὶ θαυμάζεσθαί τε καὶ σοφὸν ὀνομάζεσθαι· καίτοι βάρβαρος ἦν τὸ γένος.
”你看到,没有什么能阻碍斯基泰人阿纳哈尔西斯既受到赞赏又被称为智者,尽管他在出身是个蛮族。
οὗτός ποτε πρός τινος ὀνειδιζόμενος ὅτι βάρβαρος εἴη καὶ Σκύθης ‘ἐμοὶ μέν, 〈εἶπεν〉, ἡ πατρὶς ὄνειδος, σὺ δὲ τῇ πατρίδι’, πάνυ καλῶς ἐπιπλήξας τῷ μηδενὸς ἀξίῳ λόγου, μόνον δ’ ἐπὶ τῇ πατρίδι σεμνυνομένῳ.
他曾被某人责难,称他是蛮族和斯基泰人,他说:“对我而言,祖国是个耻辱;但对你而言,你却是祖国的耻辱。 ”这极其漂亮地斥责了那个毫无价值却唯独以祖国为傲的人。
εἰ γὰρ ἐπιστήσαις τοῖς πράγμασι τὸν νοῦν, οὐ διὰ τὰς πόλεις εὕροις ἂν ἐν δόξῃ τοὺς πολίτας γιγνομένους, ἀλλ’ αὐτὸ δὴ τοὐναντίον διὰ τοὺς ἀγαθοὺς ἄνδρας [ἐν ταῖς τέχναις] καὶ τὰς πατρίδας αὐτῶν μνημονευομένας.
因为,如果你能将心思放在事实上,你会发现市民并不是因为城市而获得名声,反而恰恰相反,他们的祖国是因为杰出的人物而被记住的。
τίς γὰρ 〈ἂν〉 ἦν Σταγίρων λόγος, εἰ μὴ δι’ Ἀριστοτέλην, τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν τε καὶ Χρύσιππον·
因为,如果不是因为亚里士多德,斯塔基拉还会有什么名气? 如果不是因为阿拉托斯和克律西波斯,索里还会有什么名气?
ὅπου καὶ τῶν Ἀθηνῶν αὐτῶν μέχρι πόρρω τοὔνομα πεφοίτηκεν οὐ διὰ τὴν τῆς γῆς ἀρετήν — λεπτόγεως γάρ — ἀλλὰ διὰ τοὺς ἐν αὐτῇ φύντας, οἳ πλεῖστοί τε καὶ ἄριστοι γενόμενοι μετέδοσάν τι καὶ τῇ πατρίδι τοῦ σφετέρου κλέους.
甚至雅典自己的名字之所以远播,也不是因为土地的肥沃——因为它的土地贫瘠——而是因为生于其中的人,他们极其众多且优秀,也让祖国分享了自己的一部分荣耀。
μάθοις δ’ ἂν ἐναργέστατα τὸ τοιοῦτον ἀληθὲς ὄν, εἰ τὸν Ὑπέρβολον ἢ τὸν Κλέωνα λογίσαιο, τοσοῦτον ἀπὸ τῶν Ἀθηνῶν κερδήσαντας ὅσον ἄν τις εἰς περιφάνειαν κακὸς ὢν ἐπικτήσαιτο.
如果你考虑到超群不群或是克里昂,你就会最清楚地了解到这是事实,他们从雅典所得到的,仅相当于一个恶人为其恶名所能获得的东西。
‘ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον’ ὁ Πίνδαρός φησι, καὶ πάλιν ὁ αὐτὸς ‘εἰ φεύγομεν Βοιωτίαν ὗν’, ἀξιῶν ὅλου σχεδὸν ἔθνους τὸν ἐπ’ ἀμαθείᾳ ψόγον ἀπολύεσθαι διὰ τὴν ἑαυτοῦ μουσικήν.
“曾几何时,人们将波奥蒂亚人称为猪,”品达说。 他又说:“如果我们能摆脱‘波奥蒂亚猪’的污名,”以此要求因自己的诗歌艺术,而免除几乎整个民族因无知而受到的指责。