Humanitext Reader

ガレノス · 諸技芸修得への勧告 §11

アスリートの魂の欠如と極限状態の危険性

8 / 11 箇所 · ギリシア語

要旨

ガレノスは、アスリートが魂の善を全く欠いていることを指摘し、ヒッポクラテスなどの医学的見解を引いて、極限の運動や不健康な食生活が身体を極めて危険で惨めな状態に陥れると批判する。

§11ἀγαθῶν οὖν τῶν ἐν τῇ φύσει τῶν μὲν περὶ ψυχὴν ὄντων τῶν δὲ περὶ σῶμα τῶν δ’ ἐκτός, καὶ παρὰ ταῦτ’ οὐδενὸς ἄλλου γένους ἀγαθῶν ἐπινοουμένου, ὅτι μὲν τῶν ψυχικῶν ἀγαθῶν οὐδ’ ὄναρ ποτὲ μετειλήφασιν οἱ ἀθλοῦντες εὔδηλον παντί.
それゆえ、自然界における善のうち、あるものは魂に関するものであり、あるものは身体に関するものであり、他は外部のものであって、これら以外にはいかなる他の種類の善も考えられないのであるから、魂の善をアスリートたちが夢の中にさえ一度も分け持ったことがないことは、誰の目にも明らかである。
τὴν ἀρχὴν γὰρ οὐδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκουσι· τοσοῦτον ἀποδέουσι τοῦ λογικὴν αὐτὴν ἐπίστασθαι.
なぜなら、そもそも彼らは自分たちが魂を持っていることさえ知らず、それを理性的であると理解することからは程遠いからである。
σαρκῶν γὰρ ἀεὶ καὶ αἵματος ἀθροίζοντες πλῆθος ὡς ἐν βορβόρῳ πολλῷ τὴν ψυχὴν ἑαυτῶν ἔχουσι κατεσβεσμένην, οὐδὲν ἀκριβὲς νοῆσαι δυναμένην ἀλλ’ ἄνουν ὁμοίως τοῖς ἀλόγοις ζῴοις.
実際、常に肉と血の塊を蓄積しているため、彼らは自分たちの魂を、多くの泥の中に埋もれて消え失せたもののようにしており、何一つ厳密に思考することができず、理性のない動物たちと同様に無知である。
ἴσως δ’ 〈ἂν〉 ἀμφισβητήσειαν ὡς τῶν περὶ τὸ σῶμά τινος ἀγαθῶν ἐπήβολοι.
だが、おそらく彼らは、自分たちが身体に関する善を何か獲得していると主張するかもしれない。
πότερον οὖν τῆς τιμιωτάτης ὑγιείας ἀμφισβητήσουσιν;
では、彼らは最も尊い健康(の所有)を主張するのだろうか。
ἀλλ’ οὐδένας ἄλλους ἂν εὕροις ἐν σφαλερωτέρᾳ διαθέσει σώματος, εἴπερ Ἱπποκράτει δεῖ πιστεύειν εἰπόντι τὴν καὶ ἐπ’  ἄκρον εὐεξίαν σφαλερὰν ὑπάρχειν, ἣν μεταδιώκουσιν οὗτοι.
しかし、彼ら以上に危険な身体状態にある人々を他に見出すことはできないだろう。 もし、極限の良好な健康状態こそが危険なものであると述べたヒッポクラテスを信じるべきであるならば。 そして、まさにこれこそを彼らは追い求めているのである。
καὶ δὴ καὶ τὸ ‘ἄσκησις [μὲν] ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων’ Ἱπποκράτει καλῶς εἰρημένον ἐπαινεῖται πρὸς ἁπάντων.
さらに、「健康のための鍛錬とは、食物を飽食しないこと、労苦を厭わないことである」というヒッポクラテスによって見事に語られた言葉は、すべての人に称賛されている。
οἳ δὲ τοὐναντίον ἐπιτηδεύουσιν, ὑπερπονοῦντές τε καὶ ὑπερπιπλάμενοι καὶ ὅλως τὸν τοῦ παλαιοῦ λόγον ὡς κορυβαντιῶντος κατεγνωκότες.
ところが彼らは反対のことを行い、過度に労苦し、過度に食べ、あの古人の言葉を、まるで狂人が語ったものであるかのように完全に非難している。
ὃ μὲν γὰρ ὑγιεινὴν δίαιταν ὑποτιθέμενος ἔλεγε ‘πόνοι σιτία ποτὰ ὕπνοι ἀφροδίσια, πάντα μέτρια’, οἳ δὲ τὰ γυμνάσια πέρα τοῦ προσήκοντος ἑκάστης ἡμέρας διαπονοῦσι τροφάς τε προσφέρονται σὺν ἀνάγκῃ, πολλάκις ἄχρι μέσων νυκτῶν ἐκτείνοντες τὴν ἐδωδήν, ὡς προσηκόντως ἄν τιν’ ἐπ’ αὐτῶν εἰπεῖν ‘ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
実際、あの方は健康的な生活習慣を提示して、「労苦、食物、飲み物、睡眠、性、これらすべてを適度に」と言われたが、彼らは毎日ふさわしい限度を超えて体操を苦労して行い、無理に食物を摂取し、しばしば真夜中まで食事を長引かせている。 そのため、彼らについて誰かが次のように言うのはふさわしいほどである。 「他の神々や、馬を駆る戦士たる人々は、心地よい眠りに屈服して終夜眠っていた。
ἀλλ’ οὐκ ἀθλητὰς κακοδαίμονας ὕπνος ἔμαρπτεν.
しかし、哀れなアスリートたちを眠りが捉えることはなかった。
’ ἀνὰ λόγον τοίνυν τούτοις καὶ ἡ τῶν ὕπνων αὐτοῖς ἔχει συμμετρία.
」それゆえ、彼らににとって睡眠の割合もこれに比例している。
ἡνίκα γὰρ οἱ κατὰ φύσιν βιοῦντες ἀπὸ τῶν ἔργων ἥκουσιν ἐδεσμάτων δεόμενοι, τηνικαῦθ’ οὗτοι διανίστανται τῶν ὕπνων, ὥστ’ ἐοικέναι τὸν βίον αὐτῶν ὑῶν διαγωγῇ·
自然に従って生きる人々が仕事を終えて戻り、食物を必要としているまさにその時に、彼らは睡眠から起き上がるのである。 その結果、彼らの生活は豚の暮らしに似ている。
πλήν γ’ ὅσον οἱ μὲν ὕες οὐχ ὑπερπονοῦσιν οὐδὲ πρὸς ἀνάγκην ἐσθίουσιν, οἳ δὲ καὶ ταῦτα πάσχουσι καὶ ῥοδοδάφναις ἐνίοτε τὰ νῶτα διακναίονται.
ただし、豚は過度に労苦せず、無理に食べることもないが、彼らはこれらを経験する上に、時には夾竹桃で背中をすりむかれるという違いはあるが。
ὁ μὲν οὖν παλαιὸς Ἱπποκράτης πρὸς οἷς εἶπον ἔμπροσθεν ἔτι καὶ ταῦτά φησι ‘τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ θερμαίνειν ἤ ψύχειν ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν’.
さて、あの古のヒッポクラテスは、私が先に述べたことに加えて、さらに次のようにも言っている。 「大量に、かつ急激に、身体を満たすこと、空にすること、温めること、冷やすこと、あるいは他のいかなる方法であれ身体を動かすことは危険である。
‘πᾶν γάρ, φησί, τὸ πολὺ τῇ φύσει πολέμιον.
」「なぜなら、すべて過度なものは自然にとって敵だからである」と彼は言う。
’ οἳ δ’ οὔτε τούτων ἐπαίουσιν οὔτε τῶν ἄλλων ὅσα καλῶς εἰπόντος ἐκείνου παραβαίνουσιν, ἀλλὰ πάντ’ ἐξ ὑπεναντίου τοῖς ὑγιεινοῖς παραγγέλμασιν ἐπιτηδεύουσιν.
しかし、彼らはこれらのことに耳を貸さず、彼が見事に語った他のいかなる言葉をも踏みにじり、健康に関する勧告とは全く相反することばかりを行っている。
καὶ διὰ τοῦτ’ ἂν ἔγωγε φαίην ἄσκησιν οὐχ ὑγιείας ἀλλὰ νόσου μᾶλλον εἶναι τὸ ἐπιτήδευμα.
そしてそれゆえに、私自身としては、彼らの営みは健康のための鍛錬ではなく、むしろ病気のための鍛錬であると言いたい。
τοῦτο δ’ οἶμαι καὶ αὐτὸν τὸν Ἱπποκράτην φρονεῖν ἐπειδὰν λέγῃ ‘διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων’.
これについては、ヒッポクラテス自身も、「アスリートの身体状態は自然な本性ではなく、健康な状態こそがより優れている」と言うときに、そのように考えていたのだと私は思う。
οὐ γὰρ μόνον τοῦ κατὰ φύσιν ἐστερῆσθαι τὸ ἐπιτήδευμα δι’ ὧν εἶπεν ἐδήλωσεν, ἀλλ’ οὐδ’ ἕξιν ὠνόμασε τὴν διάθεσιν αὐτῶν, ἀφαιρούμενος καὶ τῆς προσηγορίας αὐτοὺς ᾗ προσαγορεύουσιν ἅπαντες οἱ παλαιοὶ τοὺς ὄντως ὑγιαίνοντας.
なぜなら、彼は自ら述べた言葉によって、その営みが自然に従ったものであることを否定しただけでなく、彼らの身体状態を「状態」とさえ呼ばず、真に健康な人々をすべての古人が呼ぶ際のその呼称を彼らから奪っているからである。
ἡ μὲν γὰρ ἕξις ἔμμονός τίς ἐστι καὶ δυσαλλοίωτος διάθεσις, ἡ δὲ τῶν ἀθλητῶν ἐπ’ ἄκρον εὐεξία σφαλερά τε καὶ εὐμετάπτωτος.
なぜなら、「状態」とは持続的で変化しにくい身体状態のことであるが、アスリートたちの極限の良好な健康状態は危険で変化しやすいからである。
οὔτε γὰρ πρόσθεσιν ἔτι διὰ τὴν ἀκρότητα χωρεῖ καὶ τῷ μὴ δύνασθαι μένειν ἐπὶ ταὐτοῦ μηδ’ ἀτρεμεῖν λοιπὴν ἔχει τὴν ἐπὶ τὸ χεῖρον ὁδόν.
それは極限に達しているがゆえにこれ以上の増加を受け入れることができず、また同じ状態にとどまることも静止していることもできないため、あとは悪化への道を残すのみだからである。
οὕτως μὲν ἀθλοῦσιν αὐτοῖς διάκειται τὸ σῶμα, καταλύσασι δὲ πολὺ δή τι χεῖρον.
彼らが運動を続けている間は、彼らの身体はこの状態にあるが、引退したときには、はるかにいっそう悪い状態になる。
ἔνιοι μὲν γὰρ μετ’ ὀλίγον ἀποθνῄσκουσιν, ἔνιοι δ’ ἐπὶ πλέον 〈μὲν〉 ἥκουσιν ἡλικίας, ἀλλ’ οὐδ’ αὐτοὶ γηρῶσιν οὐδὲ κἂν ἀφίκωνταί ποτ’ εἰς τοῦτο, τῶν Ὁμηρικῶν οὐδὲν ἀπολείπονται Λιτῶν, ‘χωλοί τε ῥυσοί τε παραβλῶπές τ’ ὀφθαλμώ’ ἀποτελούμενοι.
実際、ある者は引退後まもなく死に、またある者はより高齢に達することはあるものの、彼ら自身も若々しく老いることはなく、たとえ老年へと至ることがあったとしても、ホメロスの「祈りの女神たち」と何ら変わることなく、「足が不自由で、しわだらけで、寄り目」になってしまうのである。
ὡς γὰρ τὰ διασεισθέντα τῶν τειχῶν ἀπὸ μηχανημάτων ἑτοίμως ὑπὸ τῆς τυχούσης διαλύεται βλάβης, οὔτε σεισμὸν οὔτ’ ἄλλην τινὰ βραχυτέραν δυνάμενα φέρειν περίστασιν, οὕτω καὶ τὰ τῶν ἀθλητῶν σώματα σαθρὰ καὶ ἀσθενῆ ταῖς κατὰ τὴν ἐπιτήδευσιν γεγονότα πληγαῖς ἕτοιμα πρὸς τὸ πάσχειν ἐστὶν ἐπὶ ταῖς τυχούσαις προφάσεσιν.
なぜなら、攻城兵器によって揺さぶられた城壁が、地震やその他のより小さな危機にも耐えることができず、偶然のいかなる損害によっても容易に崩壊してしまうように、アスリートたちの身体も、その営みにおいて被った打撃によって脆く弱くなっており、偶然の些細なきっかけによっても容易に病にかかってしまうからである。
οἱ μὲν γὰρ ὀφθαλμοὶ περιορωρυγμένοι πολλάκις ὅθ’ ἡ δύναμις οὐκέτ’ ἀντέχει πληροῦνται ῥευμάτων, οἱ δ’ ὀδόντες ἅτε διασεσεισμένοι πολλάκις ἐπιλειπούσης ἐν τῷ χρόνῳ τῆς δυνάμεως αὐτοὺς ἑτοίμως ἐκπίπτουσι, τὰ δὲ λυγισθέντα τῶν ἄρθρων ἀσθενῆ πρὸς πᾶσαν τὴν ἔξωθεν βίαν γίγνεται, καὶ πᾶν ῥῆγμα καὶ σπάσμα ῥᾳδίως κινεῖται.
実際、眼は何度も殴られてえぐられており、抵抗する力がなくなると、しばしば目やにで満たされ、歯は何度も揺さぶられているために、時間の経過とともに彼らを支える力が衰えると、容易に抜け落ち、捻挫した関節は外部のあらゆる力に対して弱くなり、あらゆる破裂や痙攣が容易に引き起こされる。
σωματικῆς μὲν οὖν ὑγιείας ἕνεκα φανερὸν ὡς οὐδὲν ἄλλο γένος ἀθλιώτερόν ἐστι τῶν ἀθλητῶν.
したがって、身体の健康に関して、アスリートほど惨めな種族は他には存在しないことは明らかである。
ὥστ’ εἰκότως ἄν τις εἴποι συγγενῶς ὀνομάζεσθαι, 〈ἢ ἀπὸ τοῦ ἀθλίου〉 τῶν ἀθλητῶν προσαγορευθέντων ἢ ἀπὸ τοῦ ἀθλητοῦ τὴν προσηγορίαν τῶν ἀθλίων ἐσχηκότων ἢ κοινῶς ἀμφοτέρων καθάπερ ἀπὸ πηγῆς μιᾶς τῆς ἀθλιότητος ὠνομασμένων.
それゆえ、誰かが、彼らの名称は同語源であると言うのはもっともなことである。 すなわち、「惨めな者」から「アスリート」という名が付けられたのか、あるいは「アスリート」から「惨めな者」という呼称が生まれたのか、あるいは共通して両者が一つの源泉である「惨めさ」から名付けられたのである。

語釈・文法注

  1. 11ἀγαθῶν οὖν τῶν ἐν τῇ φύσει τῶν μὲν περί ψυχήν ὄντων τῶν δέ περί σῶμα τῶν δ’ ἐκτός, καί παρά ταῦτ’ οὐδενός ἄλλου γένους ἀγαθῶν ἐπινοουμένου — 文頭の入れ子構造を伴う属格独立構文。 `ἀγαθῶν ... ὄντων` と `οὐδενὸς ... ἐπινοουμένου` の2つの属格名詞句・分詞句がパラレルに機能し、主節(ὅτι 節で導かれる事柄が誰にでも明らかであること)の論理的前提(〜であるから)を構成している。
  2. p.16Ἱπποκράτει δεῖ πιστεύειν εἰπόντι τήν καί ἐπ’ ἄκρον εὐεξίαν σφαλεράν ὑπάρχειν — 非人称動詞 `δεῖ`(〜すべきである)が与格 `Ἱπποκράτει` をとる `πιστεύειν` を従える構文。 `εἰπόντι` は `Ἱπποκράτει` に一致する形容詞的分詞(〜と述べた)。分詞の目的語は対格不定詞(A.C.I.)構文 `τὴν ... εὐεξίαν σφαλερὰν ὑπάρχειν` となっている。
  3. p.17ἀφαιρούμενος καί τῆς προσηγορίας αὐτούς ᾗ προσαγορεύουσιν ἅπαντες οἱ παλαιοί τούς ὄντως ὑγιαίνοντας — 奪うを意味する動詞 `ἀφαιρέομαι`(分詞形 `ἀφαιρούμενος`)は、人(対格:`αὐτούς`)から物(属格:`τῆς προσηγορίας`)を奪うという二重格支配をとる。関係詞 `ᾗ` は先行詞 `προσηγορίας` に一致する与格で、関係節内において手段・基準の与格として機能している。

この箇所を引用する

ガレノス, 諸技芸修得への勧告 §11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg001.humanitext-grc2:11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。