Humanitext Reader

盖伦 · 劝学篇 §11

运动员缺乏灵魂之善与身体的危险状态

第 8 段,共 11 段 · 希腊语

内容简介

盖伦指出运动员完全缺乏灵魂之善,并引用希波克拉底等人的医学观点,批判了过度的训练和不健康的饮食习惯如何使他们的身体处于极度危险和悲惨的状态。

§11ἀγαθῶν οὖν τῶν ἐν τῇ φύσει τῶν μὲν περὶ ψυχὴν ὄντων τῶν δὲ περὶ σῶμα τῶν δ’ ἐκτός, καὶ παρὰ ταῦτ’ οὐδενὸς ἄλλου γένους ἀγαθῶν ἐπινοουμένου, ὅτι μὲν τῶν ψυχικῶν ἀγαθῶν οὐδ’ ὄναρ ποτὲ μετειλήφασιν οἱ ἀθλοῦντες εὔδηλον παντί.
因此,既然在自然界的善当中,有些属于灵魂,有些属于身体,有些属于外部,而且除这些之外再想不到任何其他种类的善,那么,运动员甚至在梦中也未曾分享过灵魂之善,这对所有人来说都是显而易见的。
τὴν ἀρχὴν γὰρ οὐδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκουσι·
因为他们起初甚至连自己是否有灵魂都不知道,更谈不上理解它是理性的。
τοσοῦτον ἀποδέουσι τοῦ λογικὴν αὐτὴν ἐπίστασθαι. σαρκῶν γὰρ ἀεὶ καὶ αἵματος ἀθροίζοντες πλῆθος ὡς ἐν βορβόρῳ πολλῷ τὴν ψυχὴν ἑαυτῶν ἔχουσι κατεσβεσμένην, οὐδὲν ἀκριβὲς νοῆσαι δυναμένην ἀλλ’ ἄνουν ὁμοίως τοῖς ἀλόγοις ζῴοις.
实际上,他们总是积蓄大量的血肉,使自己的灵魂仿佛熄灭在厚厚的泥淖之中,无法精确地思考任何事物,而是像无理性的动物一样愚蠢。
ἴσως δ’ 〈ἂν〉 ἀμφισβητήσειαν ὡς τῶν περὶ τὸ σῶμά τινος ἀγαθῶν ἐπήβολοι.
但也许他们会争辩说,自己获得了某种身体之善。
πότερον οὖν τῆς τιμιωτάτης ὑγιείας ἀμφισβητήσουσιν;
那么,他们要争夺那最珍贵的健康吗?
ἀλλ’ οὐδένας ἄλλους ἂν εὕροις ἐν σφαλερωτέρᾳ διαθέσει σώματος, εἴπερ Ἱπποκράτει δεῖ πιστεύειν εἰπόντι τὴν καὶ ἐπ’  ἄκρον εὐεξίαν σφαλερὰν ὑπάρχειν, ἣν μεταδιώκουσιν οὗτοι.
然而,你找不到其他比他们处于更危险的身体状态中的人了,如果必须相信希波克拉底的话,他曾说那达致顶点的极佳健康状态是危险的,而这正是这些人所追求的。
καὶ δὴ καὶ τὸ ‘ἄσκησις [μὲν] ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων’ Ἱπποκράτει καλῶς εἰρημένον ἐπαινεῖται πρὸς ἁπάντων.
此外,“健康的锻炼在于:饮食无饱胀,劳作不懈怠”这句由希波克拉底说得极好的话,受到了所有人的赞美。
οἳ δὲ τοὐναντίον ἐπιτηδεύουσιν, ὑπερπονοῦντές τε καὶ ὑπερπιπλάμενοι καὶ ὅλως τὸν τοῦ παλαιοῦ λόγον ὡς κορυβαντιῶντος κατεγνωκότες.
然而他们却逆其道而行之,过度劳作、过度饱食,并完全谴责那位古人的话,仿佛他是狂人胡言一般。
ὃ μὲν γὰρ ὑγιεινὴν δίαιταν ὑποτιθέμενος ἔλεγε ‘πόνοι σιτία ποτὰ ὕπνοι ἀφροδίσια, πάντα μέτρια’, οἳ δὲ τὰ γυμνάσια πέρα τοῦ προσήκοντος ἑκάστης ἡμέρας διαπονοῦσι τροφάς τε προσφέρονται σὺν ἀνάγκῃ, πολλάκις ἄχρι μέσων νυκτῶν ἐκτείνοντες τὴν ἐδωδήν, ὡς προσηκόντως ἄν τιν’ ἐπ’ αὐτῶν εἰπεῖν ‘ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· ἀλλ’ οὐκ ἀθλητὰς κακοδαίμονας ὕπνος ἔμαρπτεν.
因为他提出了健康的养生法,说:“劳作、食物、饮料、睡眠、性事,一切适度”,但他们却每天在超出适当限度的情况下苦苦锻炼,勉强摄入食物,常常把进食拉长到半夜,以至于有人可以极其贴切地对他们说:“其他诸神以及驾驭战车的凡人们,都屈服于温柔的睡眠中整夜安睡;但睡眠却没有降临到那些不幸的运动员身上。
’ ἀνὰ λόγον τοίνυν τούτοις καὶ ἡ τῶν ὕπνων αὐτοῖς ἔχει συμμετρία.
”因此,他们的睡眠比例也与这些相对应。
ἡνίκα γὰρ οἱ κατὰ φύσιν βιοῦντες ἀπὸ τῶν ἔργων ἥκουσιν ἐδεσμάτων δεόμενοι, τηνικαῦθ’ οὗτοι διανίστανται τῶν ὕπνων, ὥστ’ ἐοικέναι τὸν βίον αὐτῶν ὑῶν διαγωγῇ· πλήν γ’ ὅσον οἱ μὲν ὕες οὐχ ὑπερπονοῦσιν οὐδὲ πρὸς ἀνάγκην ἐσθίουσιν, οἳ δὲ καὶ ταῦτα πάσχουσι καὶ ῥοδοδάφναις ἐνίοτε τὰ νῶτα διακναίονται.
因为当那些顺应自然生活的人劳动归来、需要食物的时候,正是这些人从睡眠中起来的时候,以至于他们的生活类似于猪的生活;只是猪不会过度劳作,也不会勉强进食,而他们既要遭受这些,有时背部还会被夹竹桃抽打得皮开肉绽。
ὁ μὲν οὖν παλαιὸς Ἱπποκράτης πρὸς οἷς εἶπον ἔμπροσθεν ἔτι καὶ ταῦτά φησι ‘τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ θερμαίνειν ἤ ψύχειν ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν’.
那么,古时的希波克拉底除了我前面所说的话之外,还说了这样的话:“大量且突然地充盈、排空、加热、冷却,或以任何其他方式剧烈运动身体,都是危险的。
‘πᾶν γάρ, φησί, τὸ πολὺ τῇ φύσει πολέμιον.
”他说:“因为一切过度的东西都与自然为敌。
’ οἳ δ’ οὔτε τούτων ἐπαίουσιν οὔτε τῶν ἄλλων ὅσα καλῶς εἰπόντος ἐκείνου παραβαίνουσιν, ἀλλὰ πάντ’ ἐξ ὑπεναντίου τοῖς ὑγιεινοῖς παραγγέλμασιν ἐπιτηδεύουσιν.
”但他们既不听这些,也不听他所说的、他们所违背的其他好话,而是完全逆着健康的训诫来行事。
καὶ διὰ τοῦτ’ ἂν ἔγωγε φαίην ἄσκησιν οὐχ ὑγιείας ἀλλὰ νόσου μᾶλλον εἶναι τὸ ἐπιτήδευμα.
也正因为如此,我个人会说,他们的行当不是健康的锻炼,而更像是疾病的锻炼。
τοῦτο δ’ οἶμαι καὶ αὐτὸν τὸν Ἱπποκράτην φρονεῖν ἐπειδὰν λέγῃ ‘διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων’.
我想希波克拉底本人也是这么认为的,当他说:“运动的身体状态并非自然,健康的体质更好”的时候。
οὐ γὰρ μόνον τοῦ κατὰ φύσιν ἐστερῆσθαι τὸ ἐπιτήδευμα δι’ ὧν εἶπεν ἐδήλωσεν, ἀλλ’ οὐδ’ ἕξιν ὠνόμασε τὴν διάθεσιν αὐτῶν, ἀφαιρούμενος καὶ τῆς προσηγορίας αὐτοὺς ᾗ προσαγορεύουσιν ἅπαντες οἱ παλαιοὶ τοὺς ὄντως ὑγιαίνοντας.
因为他不仅通过所说的话表明了该行当丧失了顺应自然之性,甚至没有将他们的状态称为“体质”,从而也剥夺了所有古人用来称呼真正健康之人的这一称号。
ἡ μὲν γὰρ ἕξις ἔμμονός τίς ἐστι καὶ δυσαλλοίωτος διάθεσις, ἡ δὲ τῶν ἀθλητῶν ἐπ’ ἄκρον εὐεξία σφαλερά τε καὶ εὐμετάπτωτος. οὔτε γὰρ πρόσθεσιν ἔτι διὰ τὴν ἀκρότητα χωρεῖ καὶ τῷ μὴ δύνασθαι μένειν ἐπὶ ταὐτοῦ μηδ’ ἀτρεμεῖν λοιπὴν ἔχει τὴν ἐπὶ τὸ χεῖρον ὁδόν.
因为, “体质”是一种持久且难以改变的状态,而运动员那达致顶点的极佳健康状态则是危险且易变的;因为它由于达到了顶点而无法再容纳任何增加,又因为无法保持在同一状态或保持静止,剩下的便只有走向恶化之路。
οὕτως μὲν ἀθλοῦσιν αὐτοῖς διάκειται τὸ σῶμα, καταλύσασι δὲ πολὺ δή τι χεῖρον.
当他们在运动时,他们的身体处于这种状态,而当他们退休之后,情况则要糟糕得多。
ἔνιοι μὲν γὰρ μετ’ ὀλίγον ἀποθνῄσκουσιν, ἔνιοι δ’ ἐπὶ πλέον 〈μὲν〉 ἥκουσιν ἡλικίας, ἀλλ’ οὐδ’ αὐτοὶ γηρῶσιν οὐδὲ κἂν ἀφίκωνταί ποτ’ εἰς τοῦτο, τῶν Ὁμηρικῶν οὐδὲν ἀπολείπονται Λιτῶν, ‘χωλοί τε ῥυσοί τε παραβλῶπές τ’ ὀφθαλμώ’ ἀποτελούμενοι.
因为有些人不久后便死去了,另一些人虽然达到了更长的岁数,但他们自己也不能健康地老去,即使他们有时能活到那个年纪,也完全不逊于荷马史诗中的“祈求女神们”,变得“跛足、满脸皱纹、双眼斜视”。
ὡς γὰρ τὰ διασεισθέντα τῶν τειχῶν ἀπὸ μηχανημάτων ἑτοίμως ὑπὸ τῆς τυχούσης διαλύεται βλάβης, οὔτε σεισμὸν οὔτ’ ἄλλην τινὰ βραχυτέραν δυνάμενα φέρειν περίστασιν, οὕτω καὶ τὰ τῶν ἀθλητῶν σώματα σαθρὰ καὶ ἀσθενῆ ταῖς κατὰ τὴν ἐπιτήδευσιν γεγονότα πληγαῖς ἕτοιμα πρὸς τὸ πάσχειν ἐστὶν ἐπὶ ταῖς τυχούσαις προφάσεσιν.
因为,正如被攻城器械震摇的城墙极易被偶然的损害所毁坏,既无法承受地震也无法承受任何其他更小的危机一样,运动员的身体因在行当训练中遭受的打击而变得脆弱且虚弱,随时准备在遇到任何偶然的诱因时遭受病痛。
οἱ μὲν γὰρ ὀφθαλμοὶ περιορωρυγμένοι πολλάκις ὅθ’ ἡ δύναμις οὐκέτ’ ἀντέχει πληροῦνται ῥευμάτων, οἱ δ’ ὀδόντες ἅτε διασεσεισμένοι πολλάκις ἐπιλειπούσης ἐν τῷ χρόνῳ τῆς δυνάμεως αὐτοὺς ἑτοίμως ἐκπίπτουσι, τὰ δὲ λυγισθέντα τῶν ἄρθρων ἀσθενῆ πρὸς πᾶσαν τὴν ἔξωθεν βίαν γίγνεται, καὶ πᾶν ῥῆγμα καὶ σπάσμα ῥᾳδίως κινεῖται.
因为,他们的双眼常常被打得深陷进去,当力量支撑不住时便常常充满黏液;而他们的牙齿因为常常受到震动,随着时间的推移,支撑它们的力量衰竭,便极易脱落;扭伤的关节在面对任何外力时都变得虚弱,所有的破裂和痉挛都极易发生。
σωματικῆς μὲν οὖν ὑγιείας ἕνεκα φανερὸν ὡς οὐδὲν ἄλλο γένος ἀθλιώτερόν ἐστι τῶν ἀθλητῶν.
因此,就身体健康而言,显然没有其他任何一类人比运动员更为悲惨。
ὥστ’ εἰκότως ἄν τις εἴποι συγγενῶς ὀνομάζεσθαι, 〈ἢ ἀπὸ τοῦ ἀθλίου〉 τῶν ἀθλητῶν προσαγορευθέντων ἢ ἀπὸ τοῦ ἀθλητοῦ τὴν προσηγορίαν τῶν ἀθλίων ἐσχηκότων ἢ κοινῶς ἀμφοτέρων καθάπερ ἀπὸ πηγῆς μιᾶς τῆς ἀθλιότητος ὠνομασμένων.
以至于人们可以合乎情理地认为,他们的名字具有亲缘关系,要么是运动员因“悲惨的”而得名,要么是“悲惨的”这一名称派生自“运动员”,要么是两者共同命名自同一个源头——“悲惨”。

词汇与语法注释

  1. 11ἀγαθῶν οὖν τῶν ἐν τῇ φύσει τῶν μὲν περί ψυχήν ὄντων τῶν δέ περί σῶμα τῶν δ’ ἐκτός, καί παρά ταῦτ’ οὐδενός ἄλλου γένους ἀγαθῶν ἐπινοουμένου — 篇首带有嵌套结构的属格独立句。`ἀγαθῶν ... ὄντων` 和 `οὐδενὸς ... ἐπινοουμένου` 两个属格独立分词结构平行发挥作用,构成主句(即 ὅτι 引导的事实对所有人都是显而易见的)的逻辑前提(“因为……”)。
  2. p.16Ἱπποκράτει δεῖ πιστεύειν εἰπόντι τήν καί ἐπ’ ἄκρον εὐεξίαν σφαλεράν ὑπάρχειν — 无人称动词 `δεῖ`(必须、应该)支配带与格 `Ἱπποκράτει` 的不定式 `πιστεύειν`。`εἰπόντι` 是与与格名词一致的属性分词(“……的希波克拉底”)。该分词的宾语是代格不定式(A.C.I.)结构 `τὴν ... εὐεξίαν σφαλερὰν ὑπάρχειν`。
  3. p.17ἀφαιρούμενος καί τῆς προσηγορίας αὐτούς ᾗ προσαγορεύουσιν ἅπαντες οἱ παλαιοί τούς ὄντως ὑγιαίνοντας — 意为“剥夺”的动词 `ἀφαιρέομαι`(分词形式为 `ἀφαιρούμενος`)采用双格支配结构:剥夺人(代格:`αὐτούς`)的事物(属格:`τῆς προσηγορίας`)。关系代词 `ᾗ` 是与先行词 `προσηγορίας` 一致的与格,在关系从句中充当手段或基准与格。

引用这一段

盖伦, 劝学篇 §11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg001.humanitext-grc2:11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。