Humanitext Reader

ピンダロス · ネメア祝勝歌 §9.1-9.55

クロミオスの勝利とアドラストスの競技創設

9 / 11 箇所 · ギリシア語

要旨

シキュオンでの戦車競走におけるエトナのクロミオスの勝利を称え、アドラストスの競技創設とテーバイ遠征の神話、そしてクロミオスの軍功をヘロロス川の戦いなどで称える讃歌。

§9.1κωμάσομεν παρʼ Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι,
ムーサたちよ、私たちはシキュオンのアポロンのもとから、新しく建てられたエトナへと祝宴を運ぼう。
§9.2τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθʼ ἀναπεπταμέναι ξείνων νενίκανται θύραι,
そこでは客人のために開け放たれた扉が、客の多さに負かされている。
§9.3ὄλβιον ἐς Χρομίου δῶμʼ.
恵み豊かなクロミオスの館へと。
ἀλλʼ ἐπέων γλυκὺν ὕμνον πράσσετε.
さあ、言葉の甘美な賛歌を織りなしなさい。
§9.4τὸ κρατήσιππον γὰρ ἐς ἃρμʼ ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει §9.5Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις.
なぜなら、彼は馬を制する戦車に乗り、母と双子の子らに、その声を告げ知らせるからだ、険しきピュトの共同の守護者たる者たちに。
§9.6ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν §9.7μὴ χαμαὶ σιγᾷ καλύψαι·
人々の間には、成し遂げられた高貴な行いを、沈黙によって地上に覆い隠してはならぬという教えがある。
θεσπεσία δʼ ἐπέων καύχαις ἀοιδὰ πρόσφορος.
そして神聖なる言葉の賛美に満ちた歌こそが、それにふさわしい。
§9.8ἀλλʼ ἀνὰ μὲν βρομίαν φόρμιγγʼ, ἀνὰ δʼ αὐλὸν ἐπʼ αὐτὰν ὄρσομεν
さあ、響き渡る竪琴を呼び覚まし、フルートを呼び覚まそう、乗馬競技の最高峰を。
§9.9ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπʼ Ἀσωποῦ ῥεέθροις·
それはアドラストスがアソポスの流れの傍らでポイボスのために創設した競技である。
ὧν ἐγὼ §9.10μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς, §9.11ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θʼ ἑορταῖς §9.12ἰσχύος τʼ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.
私はそれらを思い起こし、その英雄を輝かしい名誉で飾り立てよう、彼は当時そこで王として君臨し、新たな祝祭と、男たちの力の競い合い、そして精巧な戦車によって、都を輝かせ栄光をもたらした。
§9.13φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν §9.14πατρῴων οἴκων ἀπό τʼ Ἄργεος·
なぜなら、彼はかつて大胆な知謀のアンピアラオスと、父祖の館およびアルゴスからの恐るべき内紛から逃れたからだ。
ἀρχοὶ δʼ οὐκ ἔτʼ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ.
タラオスの息子たちは、分裂に屈し、もはや支配者ではなかった。
§9.15κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.
だが、より強き男がかつての不和を終わらせる。
§9.16ἀνδροδάμαντʼ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν, §9.17δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε §9.18ἐς λὸν ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν
男を屈服させるエリピュレを、確かな誓いの証しとして、オイクレスの息子に妻として与えることで、彼らは金髪のダナオス人の中で最大の者となり、かつて栄光を求め、七つの門を持つテーバイへと、吉兆を伴わない男たちの軍勢を率いて行った。
§9.19οὐ κατʼ ὀρνίχων ὁδόν·
鳥の兆しに従う道ではなく。
οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους §9.20στείχειν ἐπώτρυνʼ, ἀλλὰ φείσασθαι κελεύθου.
クロノスの子もまた、稲妻をきらめかせて、彼らに故郷から狂おしく進軍することを促さず、むしろその旅路を差し控えるよう命じた。
§9.21φαινομέναν δʼ ἄρʼ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι §9.22χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν·
しかし、あの軍勢は青銅の武具と、馬の装具を携えて、明らかな破滅へと急ぎ向かった。
Ἰσμηνοῦ δʼ ἐπʼ ὄχθαισι γλυκὺν §9.23νόστον ἐρεισάμενοι λευκανθέα σώματʼ ἐπίαναν καπνόν·
そしてイスメノスの川岸で、甘美な帰郷の望みを捨て去り、その死体によって白くたなびく煙を肥やした。
§9.24ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας·
なぜなら、七つの葬儀の薪が若き身体の男たちを貪り食ったからだ。
ὁ δʼ Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ §9.25Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δʼ ἅμʼ ἵπποις, §9.26δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν §9.27θυμὸν αἰσχυνθῆμεν.
しかし、アンピアラオスのために、ゼウスは全能の雷撃をもって深く豊かな大地を裂き、馬ごと彼を覆い隠した、ペリクリュメノスの槍に背後を突かれて、戦士としての魂が辱められる前に。
ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.
なぜなら、神がもたらす恐怖の前には、神々の子らでさえ逃げ出すからだ。
§9.28εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων §9.29ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δʼ εὔνομον
もし可能ならば、クロノスの子よ、カルタゴ人の槍による、生と死を賭けたこの誇り高き試みを、できる限り遠くへ先送りしたく思います。
§9.30αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν, §9.31Ζεῦ πάτερ, ἀγλαΐαισιν δʼ ἀστυνόμοις ἐπιμῖξαι §9.32λαόν.
そして、秩序ある運命をエトナの人々の子供たちに長く授けてくださるようあなたに懇願します、父なるゼウスよ、そして人々を、法を守る都市の栄光に交わらせてくださるよう。
ἐντί τοι φίλιπποί τʼ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας §9.33ἄνδρες.
じつに、そこには馬を愛し、財産よりも魂を重んじる男たちがいるのです。
ἄπιστον ἔειπʼ·
私は信じがたいことを言いました。
αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, §9.34ἃ φέρει δόξαν.
なぜなら、栄誉をもたらす慎み深さは、利得によって密かに盗まれてしまうものだからです、栄光をもたらすところの。
Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τʼ ἐν μάχαις §9.35ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς, §9.36οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ §9.37θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου.
もしあなたがクロミオスの盾持ちとして、歩兵や騎兵、また海戦の最中に並び立っていたなら、激しい雄叫びの危難において判断できたでしょうに、いかに戦闘において、かの女神が彼の戦士としての心を奮い立たせ、軍神の災厄を退けさせたかを。
παῦροι δὲ βουλεῦσαι φόνου §9.38παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας §9.39χερσὶ καὶ ψυχᾷ δυνατοί·
死をもたらす足元の暗雲を、敵の列へと腕と魂をもって押し戻すことができる者はごくわずかです。
λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν §9.40ἀγχοῦ, βαθυκρήμνοισι δʼ ἀμφʼ ἀκταῖς Ἑλώρου, §9.41ἔνθα Ῥέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν §9.42παιδὶ τοῦθʼ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ·
じつに、ヘクトルにはスカマンドロスの流れの近くで名声が花開いたと言われますが、ヘロロスの険しい崖の岸辺の周りでは、人々が「レアの渡し」と呼ぶその場所で、ハゲシダモスの息子(クロミオス)のために、この光が彼の最初の若さにおいて輝いたのです。
τὰ δʼ ἄλλαις ἁμέραις §9.43πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.
私は、塵舞う陸地で、あるいは隣り合う海で成し遂げられた多くのことについて語るでしょう。
§9.44ἐκ πόνων δʼ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα.
若き日に、正義とともになされた労苦からは、老年に向かって平穏な日々がもたらされる。
§9.45ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.
彼が神々から驚くべき幸運を授かったことを知るがよい。
§9.46εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται §9.47κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν.
なぜなら、もし人が多くの富とともに、輝かしい栄光を手に入れたなら、凡夫がその先にある、さらなる高みに足を踏み入れることはできないのだから。
§9.48ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον·
そして静寂は宴を好む。
νεοθαλὴς δʼ αὔξεται §9.49μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ·
若々しく咲き誇る勝利は、柔らかな歌とともに成長する。
θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται.
そして、混酒器の傍らでは、声は不敵になる。
§9.50ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν,
誰か酒を混ぜよ、その祝宴の甘美な代弁者を。
§9.51ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν
そして銀の杯で、葡萄の力強い子を配るがいい。
§9.52ἀμπέλου παῖδʼ, ἅς ποθʼ ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷ §9.53Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος.
かつて馬たちが勝ち取り、正しく編まれたレトの息子の冠とともに、神聖なるシキュオンからクロミオスへと送られたその杯を。
Ζεῦ πάτερ, §9.54εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις
父なるゼウスよ、私はカリスたちとともにこの徳を歌い称え、多くのことにおいて言葉で勝利を尊ぶことを祈り求めます。
§9.55νίκαν, ἀκοντίζων σκοποῖʼ ἄγχιστα Μοισᾶν.
ムーサたちの標的に向かって、誰よりも近くに槍を投げかけながら。

語釈・文法注

  1. §9.2ξείνων νενίκανται θύραι — 「扉が客たちに負かされている」という表現で、客があまりに多く訪れるため、扉が閉まる暇もなく常に開け放たれている様子を比喩的に表す。ξείνων は受動表現に伴う原因または行為者の属格(「客たちによって」)として機能している。
  2. §9.8ἀνά ... ἀνά ... ὄρσομεν — 複合動詞 ἀνόρνυμι(呼び覚ます、鼓舞する)の接頭辞 ἀνά が動詞本体 ὄρσομεν(接続法、勧誘の意)から分離して前置された、いわゆる分離(tmesis)の構文である。接続詞 μέν... δέ に呼応して前置詞 ἀνά が畳み掛けられることで、楽器を順に呼び覚ます勢いが強調されている。
  3. §9.15καππαύει δίκαν — 動詞 καππαύει は καταπαύει(終わらせる、休止させる)の縮約形(アポコペによる κατα- > καπ-)。δίκαν はここでは「裁判」や「正義」ではなく「不和、係争、争い」を意味し、かつてのアドラストスとアンピアラオスの間のアルゴスにおける不和が、エリピュレの調停(婚姻)によって解決された歴史的経緯を指す。
  4. §9.34κεν ... ἔκρινας ἂν — 過去の事実に反する事態を想定する反実仮想の帰結節であり、通常のアッティカ方言では ἄν + 直説法過去となるが、ここではエピカ・ドリス方言に特徴的な小辞 κεν が文頭に、そして ἄν が動詞の後に二重に用いられ、条件の含意が強められている。

この箇所を引用する

ピンダロス, ネメア祝勝歌 §9.1-9.55. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0033.tlg003.humanitext-grc2:9.1-9.55

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。