Humanitext Reader

ピンダロス · ネメア祝勝歌 §10.1-10.90

テアイオスの勝利とディオスクロイの兄弟愛

10 / 11 箇所 · ギリシア語

要旨

この歌は、アルゴスの数々の神話的英雄たちと豊かな歴史を讃え、テアイオスのレスリングでの多大なる競技の勝利を称揚する。さらに、生命を交互に分かち合うディオスクロイ(カストルとポリュデウケス)の美しき兄弟愛の神話を語る。

§10.1Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες, §10.2Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε·
ダナオスの都、輝かしい玉座の五十人の娘たちの都、カリスたちよ、ヘラの神聖なる家であるアルゴスを歌い讃えよ。
φλέγεται δʼ ἀρεταῖς §10.3μυρίαις ἔργων θρασέων ἕνεκεν.
この都は、その勇猛な業ゆえに、無数の徳によって輝いている。
§10.4μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος·
ペルセウスの、ゴルゴン・メドゥサに関する物語は長い。
§10.5πολλὰ δʼ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις·
そしてエパポスの手によってエジプトに築かれた多くの都市も。
§10.6οὐδʼ Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.
ヒュペルメネストラもまた、鞘の中に一票としての剣を留め、道を踏み外さなかった。
§10.7Διομήδεα δʼ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν·
ディオメデスを、輝かしい青い目の女神はかつて不滅の神とした。
§10.8γαῖα δʼ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν §10.9μάντιν Οἰκλείδαν, πολέμοιο νέφος·
テーバイにおいて大自然は、ゼウスの武器である雷撃によって裂かれ、預言者オイクレスの子、戦争の暗雲を受け入れた。
§10.10καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι·
そしてアルゴスは美しい髪の女性たちにおいても古くから傑出している。
§10.11Ζεὺς ἐπʼ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον·
ゼウスはアルクメネやダナエのもとを訪れ、この言葉を証明した。
§10.12πατρὶ δʼ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ·
そしてアドラストスの父とリュンケウスのために、正しい正義によって心の果実を調和させた。
§10.13θρέψε δʼ αἰχμὰν Ἀμφιτρύωνος.
そしてアルゴスはアムピトリュオンの武勇を育んだ。
ὁ δʼ ὄλβῳ φέρτατος §10.14ἵκετʼ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις
そして彼は富において最も勝る者として彼の一族のもとに至った。
§10.15Τηλεβόας ἔναρεν·
青銅の武具を着てテレボアス人を殺したときに。
τῷ ὄψιν ἐειδόμενος §10.16ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν §10.17σπέρμʼ ἀδείμαντον φέρων Ἡρακλέος·
彼の姿に似せて、不滅の神々の王はその館に入り、ヘラクレスの恐れを知らぬ種をもたらした。
οὗ κατʼ Ὄλυμπον §10.18ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισʼ ἔστι, καλλίστα θεῶν.
オリンポスにおいて彼の妻ヘベは、完成を司る母の傍らを歩んでおり、神々の中で最も美しい。
§10.19βραχύ μοι στόμα πάντʼ ἀναγήσασθʼ, ὅσων Ἀργεῖον ἔχει τέμενος
アルゴスの聖域が持っている高貴な分け前のすべてを、語り尽くすには、私の口は小さすぎる。
§10.20μοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι·
しかし人々の飽和は、立ち向かうには重荷である。
§10.21ἀλλʼ ὅμως εὔχορδον ἔγειρε λύραν, §10.22καὶ παλαισμάτων λάβε φροντίδʼ·
しかしながら、美しい弦の竪琴を呼び覚ませ、そしてレスリングに思いを馳せよ。
ἀγών τοι χάλκεος §10.23δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν·
青銅の競技が、人々をヘラの牛の生贄と競技の判定へと駆り立てる。
§10.24Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.
そこでウリアスの子テアイオスは二度勝利し、容易に耐えられる労苦の忘却を得た。
§10.25ἐκράτησε δὲ καί ποθʼ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν §10.26καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τʼ ἔδωκʼ ἀρόσαι, §10.27τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών, §10.28τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.
彼はまた、かつてピュトにおいてギリシアの軍勢を制し、幸運とともに至り、イストモスとネメアの冠をも得て、ムーサたちに耕すべき地を与えた、三度は海の門で得て、三度はまた、アドラストスの定めの神聖な平野で。
§10.29Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα·
父なるゼウスよ、彼の心が切望するものを、彼の口は沈黙している。
πᾶν δὲ τέλος §10.30ἐν τὶν ἔργων·
しかしすべての業の成就はあなたの中にある。
οὐδʼ, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν·
また、彼は骨折らぬ心に勇気を携えながらも、恵みを請い願うのだ。
§10.31γνώτʼ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ
私は知られたることを歌う。
§10.32ἐσχάτων ἄθλων κορυφαῖς·
彼が極限の競技の頂点を巡って競い合っているその有様を。
ὕπατον δʼ ἔσχεν Πίσα §10.33Ἡρακλέος τεθμόν·
最高位のものは、ヘラクレスの制度たるピサが保持している。
ἁδεῖαί γε μὲν ἀμβολάδαν §10.34ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ §10.35κώμασαν·
しかし、アテナイ人たちの甘美な声が、彼らの祭礼で二度、彼を祝宴で称えた。
γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας §10.36ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.
火で焼かれた土の中に、オリーブの実が、ヘラの勇壮な人々のもとへ、精巧に装飾された器に包まれて届いた。
§10.37ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων §10.38εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.
テアイオスよ、あなたたちの母方の輝かしい一族には、競技での優れた名誉が、カリスたちやツィンダリダイとともに、しばしば付き従っている。
§10.39ἀξιωθείην κεν, ἐὼν Θρασύκλου §10.40Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος §10.41ὀμμάτων.
もし私がスラスュクロスとアンティアスの親族であるなら、アルゴスにおいて目の光を隠さない価値があるだろう。
νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδʼ ἱπποτρόφον §10.42ἄστυ θάλησεν Κορίνθου τʼ ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις·
なぜなら、プロイトスのこの馬を育てる都が、コリントスの奥深くで、またクレオナイの人々の前で四度、どれほど多くの勝利によって花開いたことか。
§10.43Σικυωνόθε δʼ ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν, §10.44ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις·
またシキュオンからは、ワインを注ぐ銀の杯を携えて彼らは帰還し、ペラナからは、柔らかな毛織の外套を背にまとって戻った。
§10.45ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν
しかし、無数の青銅の品々を数え上げることは不可能である。
§10.46ἐξελέγχειν· μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς·
それを数えるには、さらに長い余暇が必要だからだ。
§10.47ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες §10.48καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει.
クレイトル、テゲア、アカイアの高き都市たち、そしてリュカイオン山が、ゼウスの走路の傍らで、足と手の強さで勝利するために設けた品々を。
§10.49Κάστορος δʼ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη §10.50καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν §10.51ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν·
カストルと、その兄弟ポリュデウケスが、パンパエスのもとに客客として訪れたのだから、彼らが優れた競技者であることは、一族に備わった不思議ではない。
ἐπεὶ §10.52εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων §10.53μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν,
なぜなら広大なスパルタの競技の管理者として、彼らはヘルメスやヘラクレスとともに、豊かな分け前を司っているからである。
§10.54μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι.
彼らは正しい人々を大いに気遣う。
καὶ μὰν θεῶν πιστὸν γένος.
そして、神々の一族は信頼に足る。
§10.55μεταμειβόμενοι δʼ ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ §10.56Δὶ νέμονται, τὰν δʼ ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας,
彼らは交互に一日を交代し、一日は親愛なる父ゼウスのもとで過ごし、もう一日は地の下の深淵、セラプネの洞窟で過ごす。
§10.57πότμον ἀμπιπλάντες ὁμοῖον·
同じ運命を満たしながら。
ἐπεὶ §10.58τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τʼ οὐρανῷ, §10.59εἵλετʼ αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ.
なぜならポリュデウケスは、完全に神となり天に住み続ける生涯よりも、カストルが戦いで死んだとき、彼はこの生涯を選んだからである。
§10.60τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.
なぜなら、イダスが、牛をめぐって何らかの理由で怒り、青銅の槍の刃でカストルを傷つけたからだ。
§10.61ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει §10.62ἡμένους.
タウゲトス山から見下ろしていたリュンケウスは、彼らが樫の木の切り株の中に座っているのを見た。
κείνου γὰρ ἐπιχθονίων πάντων γένετʼ ὀξύτατον §10.63ὄμμα.
地上のすべての人々の中で、彼の目は最も鋭かったからである。 彼の目は最も鋭かった。
λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ §10.64ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντʼ ὠκέως,
彼らは素早い足でただちに駆けつけ、すぐに大きな悪事を企てた。
§10.65καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός.
そして、アパレウスの息子たちは、ゼウスの手によって恐ろしい罰を受けた。
αὐτίκα γὰρ §10.66ἦλθε Λήδας παῖς διώκων·
というのも、すぐにレダの息子が追ってきたからだ。
τοὶ δʼ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ·
彼らは父祖の墓の近くに立ちふさがった。
§10.67ἔνθεν ἁρπάξαντες ἄγαλμʼ Ἀΐδα, ξεστὸν πέτρον, §10.68ἔμβαλον στέρνῳ Πολυδεύκεος·
そこから彼らは、冥府の装飾品である、磨かれた墓石を奪い取り、ポリュデウケスの胸に投げつけた。
ἀλλʼ οὔ νιν φλάσαν, §10.69οὐδʼ ἀνέχασσαν·
しかし、彼を砕くこともできず、後退させることもできなかった。
ἐφορμαθεὶς δʼ ἄρʼ ἄκοντι θοῷ §10.70ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.
ポリュデウケスは素早い槍を持って突撃し、リュンケウスの脇腹に青銅の槍を突き刺した。
§10.71Ζεὺς δʼ ἐπʼ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν·
ゼウスはイダスの上に、火を放つ黒煙を上げる雷撃を落とした。
§10.72ἅμα δʼ ἐκαίοντʼ ἔρημοι.
二人はともに、人影のないところで焼かれた。
χαλεπὰ δʼ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.
優れた者たちと争うことは、人間にとって困難なことである。
§10.73ταχέως δʼ ἐπʼ ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας, §10.74καί νιν οὔπω τεθναότʼ, ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν.
ツィンダルスの息子は、すぐに兄弟の遺体のもとへ戻り、彼がまだ死んでおらず、あえぎながら息を震わせているのを見出した。
§10.75θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς §10.76ὄρθιον φώνασε·
彼はため息とともに熱い涙を流し、大声で叫んだ。
πάτερ Κρονίων, τίς δὴ λύσις §10.77ἔσσεται πενθέων;
「父なるクロノスの子よ、この悲しみからの解放はいつ訪れるのでしょうか。
καὶ ἐμοὶ θάνατον σὺν τῷδʼ ἐπίτειλον, ἄναξ.
王よ、私にもこの者とともに死を命じてください。
§10.78οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί·
友を奪われた男にとって、名誉は去ってしまいます。
παῦροι δʼ ἐν πόνῳ πιστοὶ βροτῶν §10.79καμάτου μεταλαμβάνειν.
苦難の中で、その労苦を分かち合う誠実な人間は、死すべき者のうちにごくわずかしかいません。
ὣς ἔννεπε· Ζεὺς δʼ ἀντίος ἤλυθέ οἱ §10.80καὶ τόδʼ ἐξαύδασʼ ἔπος·
」彼がそう語ると、ゼウスが彼の前に現れて、この言葉を語った。
ἐσσί μοι υἱός·
「お前は私の息子だ。
τόνδε δʼ ἔπειτα πόσις §10.81σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις §10.82στάξεν ἥρως.
しかし、この者はのちに、夫がお前の母親に近づいて、死すべき種を滴らせた英雄なのだ。
ἀλλʼ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν §10.83παρδίδωμʼ·
だが、さあ、これらの中でお前に選択を与えよう。
εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον §10.84αὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τʼ Ἀθαναίᾳ κελαινεγχεῖ τʼ Ἄρει, §10.85ἔστι τοι τούτων λάχος·
もしお前が、死と、忌むべき老年を逃れて、私やアテナ、黒い槍の戦神アレスとともにオリュンポスに住みたいと望むなら、お前にはその運命がある。
εἰ δὲ κασιγνήτου πέρι §10.86μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον, §10.87ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών, §10.88ἥμισυ δʼ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.
しかし、もしお前が兄弟のために戦い、すべてを等しく分け合おうと思うなら、半分はお前が地の下にあって息をし、半分は天の黄金の館にいることになる。
§10.89ὣς ἄρʼ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.
」ゼウスがそう語ると、彼は心に二重の考えを抱かなかった。
§10.90ἀνὰ δʼ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.
彼は、青銅の額飾りをつけたカストルの目を開かせ、次いでその声を解き放った。

語釈・文法注

  1. 10.6μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος — 「鞘の中に一票の決定としての剣を留めた」という表現は、ヒュペルメネストラが五十人のダナオスの娘たちの中で唯一、父の命令に背いて夫を殺さなかった決断を、裁判の投票(プセポス)にたとえている。一票を投じることが、彼女の単独の、かつ他とは異なる判決を象徴する。
  2. 10.24εὐφόρων λάθαν πόνων — 「容易に耐えられる労苦の忘却」と解される。属格の pónōn(労苦)が λάθαν(忘却)と形容詞 εὐφόρων(耐えやすい、運ばれやすい)の双方にかかっており、競技に勝利したことによって過酷な労苦が甘美な忘却に包まれ、容易に耐えうるものに変えられたという祝勝歌特有の表現。
  3. 10.30οὐδʼ, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν — 主動詞 παραιτεῖται(請い願う)に対して、分詞 προσφέρων(向ける、携える)が掛かる。ἀμόχθῳ καρδίᾳ(労苦を伴わない心で)と τόλμαν(大胆さ)の組み合わせは、「実際に骨折る努力をせずに、願望や大胆な態度だけを示すのではない」という、アスリートの真摯な姿勢を表している。
  4. 10.89οὐ γνώμᾳ διπλόαν θέτο βουλάν — 直訳は「心に二重の決定を置かなかった」で、ポリュデウケスが自分の神としての永遠の生よりも、死んだ兄弟カストルと運命を半分ずつ分け合うというゼウスの提示した第二の選択肢を瞬時に、かつ全く迷わずに選んだことを表す。

この箇所を引用する

ピンダロス, ネメア祝勝歌 §10.1-10.90. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0033.tlg003.humanitext-grc2:10.1-10.90

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。