Humanitext Reader

品达 · 尼米亚颂 §9.1-9.55

克罗米奥斯的胜利与阿德拉斯托斯创赛

第 9 段,共 11 段 · 希腊语

内容简介

歌颂埃特纳的克罗米奥斯在西库翁战车比赛中获胜的凯旋歌,叙述了阿德拉斯托斯创立竞技会与忒拜远征的传说,并赞美了克罗米奥斯在赫洛罗斯河之役中的卓越军功。

§9.1κωμάσομεν παρʼ Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι, §9.2τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθʼ ἀναπεπταμέναι ξείνων νενίκανται θύραι, §9.3ὄλβιον ἐς Χρομίου δῶμʼ.
缪斯女神们啊,我们将从西库翁阿波罗的神殿出发,前往新近建立的埃特纳,在那里,为客人们大张的门户已被盈门宾客所征服,前往克罗米奥斯那富庶的府邸。
ἀλλʼ ἐπέων γλυκὺν ὕμνον πράσσετε.
来吧,织就甘美言辞的赞歌。
§9.4τὸ κρατήσιππον γὰρ ἐς ἃρμʼ ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει §9.5Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις.
因为他登上征服骏马的战车,向母亲与那一双孪生子宣示他的声音,他们是险峻比托的共同守护者。
§9.6ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν §9.7μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δʼ ἐπέων καύχαις ἀοιδὰ πρόσφορος.
世人常有一说,那已成就的高贵壮举,决不该在缄默中被埋没于地下;而神圣言词的赞美歌谣正与之相称。
§9.8ἀλλʼ ἀνὰ μὲν βρομίαν φόρμιγγʼ, ἀνὰ δʼ αὐλὸν ἐπʼ αὐτὰν ὄρσομεν §9.9ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπʼ Ἀσωποῦ ῥεέθροις· ὧν ἐγὼ §9.10μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς, §9.11ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θʼ ἑορταῖς §9.12ἰσχύος τʼ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.
然则,让我们唤醒铿锵的里拉琴,唤醒长笛,直指骑乘竞技之巅峰,那乃是阿德拉斯托斯在阿索波斯河畔为福玻斯所设立的;我将以此记忆,以辉煌的荣耀装点那位英雄,他彼时在当地为王,以新设的节日、男儿力量的竞技以及雕饰精美的战车,使城邦显赫并荣耀它。
§9.13φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν §9.14πατρῴων οἴκων ἀπό τʼ Ἄργεος· ἀρχοὶ δʼ οὐκ ἔτʼ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ.
因他曾一度逃离那足智多谋的安菲阿拉俄斯,以及那可怕的纷争—— 逃离父辈的家园与阿耳戈斯;而塔拉俄斯的子嗣因内讧受挫,已不再是统治者。
§9.15κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.
然而,更强之人平息了先前的争端。
§9.16ἀνδροδάμαντʼ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν, §9.17δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε
他们将那制服男人的厄里费勒,如同忠诚的誓约之证,嫁予俄伊克勒斯之子为妻,由此成为金发丹奈人中最显赫之辈。
§9.18ἐς λὸν ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν
他们曾一度为了寻求荣光,率领一支并无吉兆相随的壮士大军,开往那七门的忒拜。
§9.19οὐ κατʼ ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους §9.20στείχειν ἐπώτρυνʼ, ἀλλὰ φείσασθαι κελεύθου.
既不依循飞鸟预兆之道,克罗诺斯之子亦未曾闪耀雷电以鼓舞这些狂乱之人自故乡出征,反而训令他们放弃此番征途。
§9.21φαινομέναν δʼ ἄρʼ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι §9.22χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· Ἰσμηνοῦ δʼ ἐπʼ ὄχθαισι γλυκὺν §9.23νόστον ἐρεισάμενοι λευκανθέα σώματʼ ἐπίαναν καπνόν·
尽管如此,这群乌合之众仍急于奔向显而易见的毁灭,携带着青铜兵刃与战马甲具;在伊斯墨诺斯河畔,他们舍弃了甘美的归途,用自己的躯壳肥美了那惨白如花的烟尘。
§9.24ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας· ὁ δʼ Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ §9.25Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δʼ ἅμʼ ἵπποις, §9.26δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν §9.27θυμὸν αἰσχυνθῆμεν.
因有七座柴堆吞噬了这些年轻力壮的汉子;而为了安菲阿拉俄斯,宙斯以万能的雷霆劈开了那胸怀深邃的大地,将他连同骏马一并掩埋,赶在他那战士的雄心因被贝里克吕墨诺斯的枪刺中后背而蒙羞之前。
ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.
因为在神明所降的惊恐中,即便是神之子嗣亦会奔逃。
§9.28εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων §9.29ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δʼ εὔνομον §9.30αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν, §9.31Ζεῦ πάτερ, ἀγλαΐαισιν δʼ ἀστυνόμοις ἐπιμῖξαι §9.32λαόν.
若有可能,克罗诺斯之子啊,我愿将这针对身披腓尼基战袍者枪矛的、关乎生死之豪壮尝试,尽最大可能推延;我恳求你,将法度井然的命运赐予埃特纳人的子孙,使之长久,天父宙斯啊,并使子民融入治理城邦的光荣之中。
ἐντί τοι φίλιπποί τʼ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας §9.33ἄνδρες.
诚然,彼处之人既热爱骏马,又拥有胜过财物的灵魂。
ἄπιστον ἔειπʼ· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, §9.34ἃ φέρει δόξαν.
我说了一件令人难以置信之事;因为那带来荣耀的羞耻心,正暗中被利益所窃取,亦即那带来荣耀的。
Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τʼ ἐν μάχαις §9.35ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς, §9.36οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ §9.37θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου.
若你曾作为克罗米奥斯的持盾护卫,立于步兵、骑兵乃至海战之中,你定能在尖锐呐喊的危难中做出裁决,因为在战争中,那位女神装备了他的战士之魂,以抵御阿瑞斯的浩劫。
παῦροι δὲ βουλεῦσαι φόνου §9.38παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας §9.39χερσὶ καὶ ψυχᾷ δυνατοί·
而唯有极少数人,能在心灵与手腕上,将近在咫尺的杀戮阴云,扭转投向敌军的阵列。
λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν §9.40ἀγχοῦ, βαθυκρήμνοισι δʼ ἀμφʼ ἀκταῖς Ἑλώρου, §9.41ἔνθα Ῥέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν §9.42παιδὶ τοῦθʼ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ·
的确,世人相传赫克托耳的名声在斯卡曼德罗斯河水附近绽放,但在赫洛罗斯那峭壁深邃的河岸边,在世人称作“瑞亚之渡”的地方,这道光芒在哈格西达摩斯之子初涉青春之际便照亮了他。
τὰ δʼ ἄλλαις ἁμέραις §9.43πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.
在其余的日子里,我将诉说那在尘土飞扬的陆地上、以及在邻近海域中所成就的诸多伟业。
§9.44ἐκ πόνων δʼ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα.
凡在青春岁月伴随正义而付出的辛劳,终将向着晚年化为安宁的岁月。
§9.45ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.
愿他知晓,自己已自神明处获得了令人惊叹的福祉。
§9.46εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται §9.47κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν.
因为,若有人在万贯家财之余,复赢得显赫的盛名,凡人便不能再以双足触及更远处的任何其他高地。
§9.48ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον· νεοθαλὴς δʼ αὔξεται §9.49μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ· θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται.
宁静平息偏爱盛宴;而那新近盛开的凯旋,伴着柔美的歌声而茁壮;在混酒器旁,人们的歌喉变得豪迈。
§9.50ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν, §9.51ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν §9.52ἀμπέλου παῖδʼ, ἅς ποθʼ ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷ §9.53Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος.
且让人来斟满这狂欢的甘美宣示者,并在银杯中分发那强劲的葡萄藤之子,那曾是骏马为克罗米奥斯赢回,并连同依循正道编织的勒托之子的冠冕,一并从神圣的西库翁送达。
Ζεῦ πάτερ, §9.54εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις §9.55νίκαν, ἀκοντίζων σκοποῖʼ ἄγχιστα Μοισᾶν.
天父宙斯啊,我祈求能与美惠三女神一同歌颂这般美德,并在诸多言辞中尊崇胜利,将我的标枪掷得最接近缪斯们的靶心。

词汇与语法注释

  1. §9.2ξείνων νενίκανται θύραι — “门被客人征服”这一表达形象地描绘了因访客川流不息而门洞大开、无暇关闭的盛况。“ξείνων”在此作为被动动词“νενίκανται”的施事或原因属格(“被客人们”)。
  2. §9.8ἀνά ... ἀνά ... ὄρσομεν — 这是复合动词“ἀνόρνυμι”(唤醒、鼓舞)的接头辞“ἀνά”与动词本体“ὄρσομεν”(带有劝诱语气的虚拟式)相分离的“割裂”(tmesis)构文。前置词“ἀνά”配合连词“μέν... δέ”被重复使用,强调了相继唤醒各件乐器的风采与气势。
  3. §9.15καππαύει δίκαν — 动词“καππαύει”是“καταπαύει”(使停止、终结)的缩约形(通过断音法,κατα- 缩写为 καπ-)。此处的“δίκαν”并非指“正义”或“审判”,而是指“争端、内讧”,指向历史上阿德拉斯托斯与安菲阿拉俄斯在阿耳戈斯之间的纷争因厄里费勒的调和而得以解决的过程。
  4. §9.34κεν ... ἔκρινας ἂν — 这是一个假设过去相反事实的反实虚拟句结果从句。在标准阿提卡方言中,这通常表现为“ἄν + 直陈式过去时”,而在此处,带有史诗及多利亚方言特色的语气词“κεν”置于句首,同时“ἄν”又紧随动词之后,通过双重使用增强了条件语气。

引用这一段

品达, 尼米亚颂 §9.1-9.55. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg003.humanitext-grc2:9.1-9.55

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。