Humanitext Reader

ピンダロス · ネメア祝勝歌 §3.1-3.84

アリストクレイダスの勝利とアイアコス一族の天性

3 / 11 箇所 · ギリシア語

要旨

詩神ミューズをアイギナ島へと招き、ネメアのパンクラティオン勝者アリストクレイダスを称えるとともに、アイアコス一族(ペレウス、テラモン、アキレウス等)の神話的系譜を通じて、学ばれた技術に対する「生まれ持った資質(天性)」の至高性を論じる。

§3.1ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι, §3.2τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι §3.3ἵκεο Δωρίδα νᾶσον Αἴγιναν·
おお、気高きミューズ、我らの母よ、懇願せん、多くの客を迎える、ネメアの聖なる月の間に、ドリスの島アイギナへと来たれ。
ὕδατι γὰρ §3.4μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες §3.5κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
なぜなら(アソポスの)水のほとりで、アソポスの傍らに留まり、甘く響く祝宴の若き歌い手たちが、汝の声を求めているからだ。
§3.6διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·
物事はそれぞれに異なるものを渇望する。
§3.7ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ,
競技の勝利はとりわけ歌を愛する。
§3.8στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·
それは冠や卓越性の、最もふさわしい伴侶だからだ。
§3.9τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·
これ(歌)の豊かさを、我が知恵から授けたまえ。
§3.10ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ, §3.11δόκιμον ὕμνον·
そして、多くの雲に覆われた天の支配者のために、娘よ、始めよ、誉れ高い讃歌を。
ἐγὼ δὲ κείνων τέ νιν ὀάροις §3.12λύρᾳ τε κοινάσομαι.
そして私は、彼らの歌声と竪琴に合わせて共に響かせよう。
χαρίεντα δʼ ἕξει πόνον
すると(この歌は)心地よい骨折りとなるだろう、この国の誇りのために。
§3.13χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι §3.14ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν §3.15οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν §3.16ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς §3.17παγκρατίου στόλῳ·
かつてミュルミドン人が住んだ場所、彼らの古くから名高い集会を、アリストクレイダスは、恥辱によって汚すことなく、汝の定めに従い、極めて強大なパンクラティオンの競技において軟弱に屈することはなかった。
καματωδέων δὲ πλαγᾶν §3.18ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
しかし、疲れを伴う打撃の癒やしの特効薬を、低地のネメアにおいて、あの輝かしい勝利がもたらすのだ。
§3.19εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ §3.20ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω §3.21ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
もし、美しく生まれ、その容姿にふさわしい行いをして、アリストパネスの子が、至高の男気に到達したのなら、これ以上遠く、ヘラクレスの柱を越えて、渡りえぬ海を越えて行くのは容易ではない。
§3.22ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας §3.23μάρτυρας κλυτάς·
英雄にして神たる彼が、航海の果ての輝かしい証拠として据えたものだ。
δάμασε δὲ θῆρας ἐν πελάγεσιν §3.24ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων §3.25ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος, §3.26καὶ γᾶν φράδασσε.
彼は海の中の怪獣どもを征服し、傑出した者として、浅瀬の流れを探り、帰還のための航路がどこで終わるかを突き止め、そして陸地を示した。
θυμέ, τίνα πρὸς ἀλλοδαπὰν §3.27ἄκραν ἐμὸν πλόον παραμείβ εαι;
我が心よ、どこの異郷の岬へと、我が航路をそらせようとしているのか。
§3.28Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,
私は、アイアコスとその血族のためにミューズを運ぶべきだと言っているのだ。
§3.29ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν·
正義の精華は言葉に従い、「高貴な者を讃えよ」と命じる。
§3.30οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·
他人のものへの憧れは、男に利益をもたらさない。
§3.31οἴκοθεν μάτευε.
故郷から求めよ。
ποτίφορον δὲ κόσμον ἔλαβες §3.32type="unspecified" γλυκύ τι γαρυέμεν.
汝はふさわしい飾りを手に入れたのだ、甘美なるものを歌うために。
παλαιαῖσι δʼ ἐν ἀρεταῖς §3.33γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών·
古き美徳の中で、ペレウス王は歓喜した、類いまれな槍を切り出して。
§3.34ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς, §3.35καὶ ποντίαν Θέτιν κατέμαρψεν §3.36ἐγκονητί.
彼は軍勢を率いることなく、ただ独りでイオルコスを攻略し、また海のテティスを捕らえた、懸命な努力の末に。
Λαομέδοντα δʼ εὐρυσθενὴς §3.37Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν·
また、強大なテラモンは、イオラオスの戦友として(ラオメドンを)滅ぼした。
§3.38καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰν §3.39ἕπετό οἱ·
またかつて、青銅の弓を持つアマゾンたちの軍勢を追って彼に従った。
οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
人を屈服させる恐怖も、彼の心の鋭さを決して鈍らせることはなかった。
§3.40συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει·
生まれながらの栄光によってこそ、人は大いなる重みを持つ。
§3.41ὃς δὲ διδάκτʼ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτʼ ἄλλα πνέων οὔ ποτʼ ἀτρεκεῖ §3.42κατέβα ποδί, μυριᾶν δʼ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.
しかし学んだことだけを持つ者は、影のように不確実な男であり、時々に異なる風を吹き込み、決して確かな足取りで降り立つことはなく、無数の美徳を、不完全な精神で味わうだけである。
§3.43ξανθὸς δʼ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις §3.44παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ
金髪のアキレウスは、ピリュラの家にとどまり、子供でありながら、大いなる業を遊び半分で行っていた。
§3.45βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τʼ ἀνέμοις §3.46μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον, §3.47κάπρους τʼ ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν §3.48Κένταυρον ἀσθμαίνοντα κόμιζεν, §3.49ἑξέτης τὸ πρῶτον, ὅλον δʼ ἔπειτʼ ἂν χρόνον·
彼はその手でしばしば、短い鉄の刃を持つ槍を振り回し、風のように素早く、野生のライオンたちとの戦いにおいて死をもたらし、野猪を屠っては、その体をクロノスの子たるケンタウロスのもとへと運んだ、最初はわずか六歳から、そしてその後ずっと。
§3.50τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖʼ Ἀθάνα, §3.51κτείνοντʼ ἐλάφους ἄνευ κυνῶν δολίων θʼ ἑρκέων·
アルテミスや勇敢なアテナも彼を驚嘆の目で見つめた、猟犬も欺く網も用いずに、鹿を仕留める彼を。
§3.52ποσσὶ γὰρ κράτεσκε.
なぜなら彼は足の速さで勝っていたからだ。
λεγόμενον δὲ τοῦτο προτέρων §3.53ἔπος ἔχω·
私は先人たちの語るこの言葉を聞いている。
βαθυμῆτα Χείρων τράφε λιθίνῳ §3.54Ἰάσονʼ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον, §3.55τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·
深き知恵を持つケイロンは、石造りの屋の中でイアソンを育て、その後にはアスクレピオスを育てた、彼には薬を処方する優しい手の使い方を教えた。
§3.56νύμφευσε δʼ αὖτις ἀγλαόκαρπον §3.57Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον §3.58ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων·
また彼はのちに、見事な実りをもたらすネレウスの娘を娶らせ、彼女が産んだ最も優れた子を養育し、あらゆるふさわしい事柄においてその精神を育んだ。
§3.59ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς §3.60ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν §3.61Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις §3.62Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω §3.63πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
それは、彼が海の風の息吹によってトロイアへと送り出されたとき、槍の響き合うリュキア人やフリュギア人、ダーダニア人の雄叫びに立ち向かい、また槍を手にするエチオピア人たちと刃を交え、彼らの王である、ヘレノスの猛々しい従兄弟メムノンが、再び故郷へと生きて帰ることのないようにするためであった。
§3.64τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·
アイアコスの一族の遠くまで届く輝きは、そこからしっかりと放たれている。
§3.65Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν
ゼウスよ、彼らは汝の血を引き、この競技もまた汝のものである。
§3.66ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
これを讃歌が、若者たちの声とともに、この地の喜びを響かせつつ射抜いたのだ。
§3.67βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,
そして、勝利者アリストクレイダスとともに、歓呼の声はふさわしく響く。
§3.68ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ §3.69καὶ σεμνὸν ἀγλααῖσι μερίμναις §3.70Πυθίου Θεάριον.
彼はこの島を名誉ある言葉に結びつけ、また、その輝かしい熱意によって、ピュティアの神聖なテアリオンを荘厳なものとした。
ἐν δὲ πείρᾳ τέλος
そして試練において結果は明らかになる。
§3.71διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,
人が何においてより傑出しているかが。
§3.72ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
少年の間では少年として、大人の間では大人として、さらに第三に、年長者の間では年長者として。
§3.73ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν §3.74βρότεον ἔθνος.
我ら人間の一族が持つそれぞれの時期において。
ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς §3.75ὁ θνατὸς αἰών, φρονεῖν δʼ ἐνέπει τὸ παρκείμενον.
そして、定命の生涯は、四つの美徳をもたらし、目の前にある現実に即して思慮深くあることを命じる。
§3.76τῶν οὐκ ἄπεσσι.
汝はこれらの美徳を欠いてはいない。
χαῖρε, φίλος.
さらばだ、友よ。
ἐγὼ τόδε τοι §3.77πέμπω μεμιγμένον μέλι λευκῷ §3.78σὺν γάλακτι, κιρναμένα δʼ ἔερσʼ ἀμφέπει,
私は汝にこれを白い乳に混ざり合った蜂蜜を、泡立つ滴をまといながら送る。
§3.79πόμʼ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν, §3.80ὀψέ περ.
それは、アイオリスの笛の息吹の中で歌い継がれるべき飲み物、たとえ遅ればせながらであっても。
ἔστι δʼ αἰετὸς ὠκὺς ἐν ποτανοῖς, §3.81ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν·
しかし、翼あるものの中で、鷲は素早く、遠くから獲物を追い求めて、瞬く間に血に染まった獲物をその足で捕らえる。
§3.82κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.
一方、やかましく鳴くコクマルガラスどもは、低いところを這い回るばかりだ。
§3.83τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν §3.84Νεμέας Ἐπιδαυρόθεν τʼ ἄπο καὶ Μεγάρων δέδορκεν φάος.
しかし汝のためには、美しき玉座のクレイオが望むなら、その勝利をもたらす不屈の精神ゆえに、ネメアから、そしてエピダウロスやメガラからも、栄光の光が輝き出ている。

語釈・文法注

  1. §3.10κρέοντι — 現在分詞 κρέων(支配する)の与格形。ここでは天の主宰者ゼウスを指し、命令法 ἄρχε(始めよ)にかかる「〜のために」を意味する関与の与格である。
  2. §3.15τεὰν κατʼ αἶσαν — 二人称単数所有形容詞 τεάν は、前文の「娘(ミューズ)」を指す。κατʼ αἶσαν(定め/分前に従って)とともに「汝の定めに従って」あるいは「ミューズの意志により」と解釈され、アリストクレイダスの勝利が神的な配慮によるものであることを示す。
  3. §3.41διδάκτʼ — 形容詞 διδακτός(教えられた、学ばれた)の中性複数名詞化表現。ピンダロス詩学の核心である「生まれ持った天性(φυά)」と「後天的な学習(διδαχή)」の対比を表し、「単に教育によってのみ得た中身のない知識・技術」を指す。

この箇所を引用する

ピンダロス, ネメア祝勝歌 §3.1-3.84. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0033.tlg003.humanitext-grc2:3.1-3.84

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。