Humanitext Reader

品达 · 尼米亚颂 §3.1-3.84

阿里斯托克莱达斯的胜利与埃阿科斯家族的禀赋

第 3 段,共 11 段 · 希腊语

内容简介

诗人召请缪斯前往埃癸娜岛,以赞美涅墨亚潘克拉辛竞技的获胜者阿里斯托克莱达斯,并通过埃阿科斯家族(培琉斯、特拉蒙、阿基琉斯等)的英雄事迹,阐述了天生禀赋相较于后天学习的至高无上性。

§3.1ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι, §3.2τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι §3.3ἵκεο Δωρίδα νᾶσον Αἴγιναν·
哦,尊贵的缪斯,我们的母亲,我恳求你,在宾客众多的、神圣的涅墨亚节日期间,来到多利安人的岛屿埃癸娜。
ὕδατι γὰρ §3.4μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες §3.5κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
因为在(阿索波斯的)水畔,伫立于阿索波斯河畔,那些打造甘美歌声的狂欢的青年们,正渴望着你的声音。
§3.6διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου· §3.7ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ, §3.8στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·
事物各有不同的渴求;而竞技的胜利最爱歌谣,这是冠冕与美德最相配的伴侣。
§3.9τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο· §3.10ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ, §3.11δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις §3.12λύρᾳ τε κοινάσομαι.
请因着我的才智,赋予其丰盛的恩赐;女儿啊,开始为那浓云密布之天的主宰,唱起一首著名的赞歌;而我将把这歌声与那些青年的歌谣、以及和着里拉琴共同唱响。
χαρίεντα δʼ ἕξει πόνον
而这将是一个令人愉悦的劳作,作为这片土地的荣耀。
§3.13χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι §3.14ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν §3.15οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν §3.16ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς §3.17παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν §3.18ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
昔日缪尔弥冬人曾居住于此,他们自古闻名的集会,阿里斯托克莱达斯并未以任何耻辱使其蒙羞,他依照你的天命,没有在那极其强悍的潘克拉辛竞技中软弱屈服;而对于劳顿伤痛的打击,在低洼平原的涅墨亚,那辉煌的胜利带来了治愈的良药。
§3.19εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ §3.20ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω §3.21ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές, §3.22ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας §3.23μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν §3.24ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων §3.25ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος, §3.26καὶ γᾶν φράδασσε.
如果他生得俊美,又做出了与其外貌相配的事迹,阿里斯托法涅斯之子便已达到了至高无上的气概;不能再向更远处、越过赫拉克勒斯之柱,去横渡那无法涉足的海洋,这是那位英雄之神所立下的、航海终点的著名见证;他制服了海洋中的巨兽,卓越非凡,并彻底探索了浅滩的流向,探明了归航的通路止于何处,并标明了陆地的疆界。
θυμέ, τίνα πρὸς ἀλλοδαπὰν §3.27ἄκραν ἐμὸν πλόον παραμείβ εαι;
我的心啊,你正朝着哪片异乡的海岬,让我的航程偏离?
§3.28Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν, §3.29ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν· §3.30οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες· §3.31οἴκοθεν μάτευε.
我说,你应当为埃阿科斯和他的宗族献上缪斯,伸张正义的精华遵循着这一法则:赞美高贵之人;觊觎他人的事物并不能给男子带来更好的益处;当从家乡寻觅。
ποτίφορον δὲ κόσμον ἔλαβες §3.32type="unspecified" γλυκύ τι γαρυέμεν.
你已获得了相配的饰物,去歌唱一些甜美的事物。
παλαιαῖσι δʼ ἐν ἀρεταῖς §3.33γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών· §3.34ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς, §3.35καὶ ποντίαν Θέτιν κατέμαρψεν §3.36ἐγκονητί.
在古老的美德之中,培琉斯国王曾因砍下一支无比锋利的标枪而欢欣鼓舞;他曾独自一人、不带军队便攻占了约尔科斯,并历经艰辛捕获了海中的忒提斯,悬命努力。
Λαομέδοντα δʼ εὐρυσθενὴς §3.37Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν· §3.38καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰν §3.39ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
而强力的特拉蒙,他作为伊奥拉奥斯的战友,摧毁了拉俄墨冬;他也曾跟随他去迎战手持青铜弓的亚马逊人的勇武大军;那征服男人的恐惧,也从未折损他心中的锐气。
§3.40συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει· §3.41ὃς δὲ διδάκτʼ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτʼ ἄλλα πνέων οὔ ποτʼ ἀτρεκεῖ §3.42κατέβα ποδί, μυριᾶν δʼ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.
凭借天生的荣耀,人才能拥有巨大的分量;但那些仅靠后天学习获得本领的人,只是个虚无缥缈之人,心志飘忽不定,从未迈出坚定的步伐,只能用不完整的心智去浅尝万般美德。
§3.43ξανθὸς δʼ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις §3.44παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ
金发的阿基琉斯,在皮吕拉的府邸中居住时,虽尚是个孩童,却在嬉戏中做出了伟大的壮举。
§3.45βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τʼ ἀνέμοις §3.46μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον, §3.47κάπρους τʼ ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν §3.48Κένταυρον ἀσθμαίνοντα κόμιζεν, §3.49ἑξέτης τὸ πρῶτον, ὅλον δʼ ἔπειτʼ ἂν χρόνον·
他常在手中挥舞着短铁刃的标枪,并如极风一般,在与野性雄狮的搏斗中带去杀戮,斩杀野猪,并将它们喘息着的躯体,带到克洛诺斯之子半人马面前,最初是在他六岁的时候,此后一直如此。
§3.50τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖʼ Ἀθάνα, §3.51κτείνοντʼ ἐλάφους ἄνευ κυνῶν δολίων θʼ ἑρκέων· §3.52ποσσὶ γὰρ κράτεσκε.
阿耳忒弥斯和勇敢的雅典娜都对他惊叹不已,因他不用猎犬,也不用诡诈的网罗,便能捕杀雄鹿;因为他足步如飞。
λεγόμενον δὲ τοῦτο προτέρων §3.53ἔπος ἔχω· βαθυμῆτα Χείρων τράφε λιθίνῳ §3.54Ἰάσονʼ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον, §3.55τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον· §3.56νύμφευσε δʼ αὖτις ἀγλαόκαρπον §3.57Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον §3.58ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων· §3.59ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς §3.60ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν §3.61Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις §3.62Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω §3.63πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
我听闻了先人们所说的这一传说:深谋远虑的喀戎,曾在他的石屋中养育了伊阿宋,随后又抚养了阿斯克勒庇俄斯,并教会了后者使用温和药物治疗的医术;他随后又为拥有灿烂果实的涅柔斯之女主持了婚礼,并将其最杰出的子嗣悉心抚育,在一切适宜的事物中滋养着他的心智;以便使他顺着海上的阵阵疾风,被送往特洛伊,去迎击吕基亚人、弗里吉亚人和达耳达尼亚人那枪矛铿锵的战吼,并与手持长枪的埃塞俄比亚人短兵相接,并在心中立定志向,绝不让他们的暴烈君王、赫勒诺斯的堂兄弟猛将门农,得以再次生还家园。
§3.64τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν· §3.65Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν §3.66ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
自那时起,埃阿科斯子孙那照耀远方的光芒便已牢固确立;宙斯啊,因为他们流淌着你的血,而这场竞技也属于你,这首赞歌正击中了它,伴随着青年们的歌声,宣扬着这地方的喜悦。
§3.67βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει, §3.68ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ §3.69καὶ σεμνὸν ἀγλααῖσι μερίμναις §3.70Πυθίου Θεάριον.
凯旋的欢呼,正与得胜的阿里斯托克莱达斯相得益彰,他用光荣的言辞使这座岛屿熠熠生辉,并用他那灿烂的操持,使阿波罗神圣的特阿里翁显得庄严。
ἐν δὲ πείρᾳ τέλος §3.71διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται, §3.72ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον §3.73ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν §3.74βρότεον ἔθνος.
而在考验之中,结果终将显现,说明一个人在何处更为杰出,正如在少年中身为少年,在成年人中身为成年人,第三则是在年长者中身为年长者,正如我们人类这一种族所拥有的每一个阶段。
ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς §3.75ὁ θνατὸς αἰών, φρονεῖν δʼ ἐνέπει τὸ παρκείμενον.
而这凡人的生涯也驱使着四种美德,并告诫我们要对眼前之事保持明智。
§3.76τῶν οὐκ ἄπεσσι.
在这些美德上你并无缺失。
χαῖρε, φίλος.
愿你安好,朋友。
ἐγὼ τόδε τοι §3.77πέμπω μεμιγμένον μέλι λευκῷ §3.78σὺν γάλακτι, κιρναμένα δʼ ἔερσʼ ἀμφέπει, §3.79πόμʼ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν, §3.80ὀψέ περ.
我为你送上这个,将蜂蜜与白色的牛奶相混合,调和的甘露包裹着它,这是一杯歌谣的琼浆,伴随着艾奥里斯长笛的吐息,纵然送达已迟。
ἔστι δʼ αἰετὸς ὠκὺς ἐν ποτανοῖς, §3.81ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν· §3.82κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.
但在有翼之物中,雄鹰是迅捷的,它从远方搜寻,便能立刻用利爪攫住血红的猎物;而喧闹的寒鸦们,只能在低处觅食。
§3.83τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν §3.84Νεμέας Ἐπιδαυρόθεν τʼ ἄπο καὶ Μεγάρων δέδορκεν φάος.
然而对于你,只要那宝座美丽的克利俄愿意,因着你那赢得胜利的坚毅心志,从涅墨亚、从埃皮道洛斯以及墨伽拉,光芒早已闪耀。

词汇与语法注释

  1. §3.10κρέοντι — 分词 κρέων(统治)的与格形式。此处指代天之主宰宙斯,作为利益与格,依附于命令式动词 ἄρχε(开始),意为“为了……而开始”。
  2. §3.15τεὰν κατʼ αἶσαν — 第二人称单数物主形容词 τεάν 指代前文 §3.10 中呼唤的“女儿”(缪斯)。与 κατʼ αἶσαν(依照命运/份额)连用,意为“依照你的天命”或“凭着你(缪斯)的眷顾”。
  3. §3.41διδάκτʼ — 形容词 διδακτός(被教授的、习得的)的中性复数名词化用法。它体现了品达美学中“先天禀赋(φυά)”与“后天学习(διδαχή)”的核心对立,指的是仅靠外部灌输而获得的空洞技能。

引用这一段

品达, 尼米亚颂 §3.1-3.84. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg003.humanitext-grc2:3.1-3.84

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。