§10.1Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες, §10.2Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε· φλέγεται δʼ ἀρεταῖς
达那俄斯的城邦,以及五十位拥有辉煌宝座的女儿们的城邦啊,美惠三女神们,请歌颂赫拉那神圣的居所阿尔戈斯;它因无数英勇的业绩而在美德中闪耀。
§10.3μυρίαις ἔργων θρασέων ἕνεκεν. §10.4μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος· §10.5πολλὰ δʼ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις· §10.6οὐδʼ Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.
关于珀耳修斯与戈耳工美杜莎的故事过于冗长;而因埃帕斯的手腕而在埃及建立的众多城市亦然;许珀耳涅斯特拉亦未曾误入歧途,她在鞘中留存了那决定性的一剑。
§10.7Διομήδεα δʼ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν· §10.8γαῖα δʼ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν §10.9μάντιν Οἰκλείδαν, πολέμοιο νέφος· §10.10καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι· §10.11Ζεὺς ἐπʼ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον· §10.12πατρὶ δʼ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ· §10.13θρέψε δʼ αἰχμὰν Ἀμφιτρύωνος.
金发而明眸的雅典娜,曾一度将狄俄墨得斯立为不朽之神;在忒拜,大地因宙斯雷霆之击而开裂,接纳了那位先知、俄伊克勒斯之子,那片战争之云;且在秀发的美女中,它自古便出类拔萃;宙斯降临于阿尔科墨涅与达那厄,证实了这一传言;他又以正直的正义,将智慧的果实赋予了阿德拉斯托斯的父亲和林叩斯;它还培育了安菲特律翁的枪芒。
ὁ δʼ ὄλβῳ φέρτατος §10.14ἵκετʼ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις §10.15Τηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος §10.16ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν §10.17σπέρμʼ ἀδείμαντον φέρων Ἡρακλέος· οὗ κατʼ Ὄλυμπον §10.18ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισʼ ἔστι, καλλίστα θεῶν.
而他,在财富中最为优胜者,来到了他的一族中,因为他身着青铜铠甲斩杀了忒勒玻亚人;天帝化作他的模样进入了庭院,带来了赫拉克勒斯那无畏的种子;在奥林波斯,他的妻子赫柏正行走在主持完满的母亲身旁,她是诸神中最美丽的一位。
§10.19βραχύ μοι στόμα πάντʼ ἀναγήσασθʼ, ὅσων Ἀργεῖον ἔχει τέμενος §10.20μοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι·
我的口舌过于狭隘,无法尽数阿尔戈斯的圣地所拥有的全部高贵财产;而世人的厌倦与嫉妒,是难以面对的重负。
§10.21ἀλλʼ ὅμως εὔχορδον ἔγειρε λύραν, §10.22καὶ παλαισμάτων λάβε φροντίδʼ· ἀγών τοι χάλκεος §10.23δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν·
然而,尽管如此,还是唤醒那弦音优美的里拉琴吧,并将心思倾注于角力竞技;因为那青铜的比赛催促着人们前去参与赫拉的献牛仪式与竞技的裁决。
§10.24Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.
在那里,乌利亚斯之子帖哀俄斯两次获胜,遗忘了那易于忍受的辛劳。
§10.25ἐκράτησε δὲ καί ποθʼ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν §10.26καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τʼ ἔδωκʼ ἀρόσαι, §10.27τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών, §10.28τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.
他亦曾一度在比托击败希腊联军,并伴随着好运赢得了伊斯特摩斯与涅墨亚的桂冠,并献予缪斯女神们去耕耘,三度在海洋之门中斩获,三度亦在遵照阿德拉斯托斯法度的庄严平野上。
§10.29Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πᾶν δὲ τέλος §10.30ἐν τὶν ἔργων· οὐδʼ, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν·
天父宙斯啊,他心中所渴望的事物,他的口却保持缄默;然而凡事的成败尽在你的掌握;他并未以怠惰之心虚张声势,而是以不倦的斗志祈求你的恩典。
§10.31γνώτʼ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ §10.32ἐσχάτων ἄθλων κορυφαῖς· ὕπατον δʼ ἔσχεν Πίσα §10.33Ἡρακλέος τεθμόν·
我歌唱的是人尽皆知的事:他如何以及谁正在争夺那巅峰之战;而比萨则握有赫拉克勒斯所立的最高法则。
ἁδεῖαί γε μὲν ἀμβολάδαν §10.34ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ §10.35κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας §10.36ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.
然而,在雅典娜的庆典中,雅典人的歌喉曾两度在仪式中为他举行狂欢;在烈火烧制的陶器中,橄榄树的果实被精美的彩绘器皿所包裹,送达赫拉那英勇的人民。
§10.37ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων §10.38εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.
帖哀俄斯啊,常有伴随你们母系显赫家族而来的,在竞技中赢得的杰出荣耀,常与美惠三女神及廷达瑞斯之子同在。
若我作为斯拉叙克洛斯与安提亚斯的血亲,便有资格不在阿尔戈斯隐匿我双眼的光芒。
νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδʼ ἱπποτρόφον §10.42ἄστυ θάλησεν Κορίνθου τʼ ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις· §10.43Σικυωνόθε δʼ ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν, §10.44ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις·
因为普洛伊托斯这养育骏马的城邦,无论在科林斯的幽深角落,还是在克勒俄奈人面前的四度交锋中,因多少次胜利而繁盛;他们自西库翁带回了斟酒的银杯,自佩莱涅归来时,背上披着轻柔的羊毛外套。
§10.45ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν §10.46ἐξελέγχειν· μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς· §10.47ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες §10.48καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει.
然而,那无数的青铜奖品是无法穷尽的;因为要历数它们,需要更长久的闲暇;那些克莱托尔、特革亚以及阿开亚人高耸的城邦,还有吕凯翁山在宙斯赛道旁所设下的,凭着手足之力夺得的奖赏。
§10.49Κάστορος δʼ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη §10.50καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν §10.51ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν· ἐπεὶ §10.52εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων §10.53μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν, §10.54μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι.
卡斯托耳与他的兄弟波吕丢刻斯曾来到潘法埃斯家作客,他们一族诞生优秀的竞技者,自不足为奇;因为他们作为辽阔斯巴达竞技的司理,与赫耳墨斯及赫拉克勒斯共同掌管着丰饶的份额,极力呵护公义之人。
καὶ μὰν θεῶν πιστὸν γένος.
而诸神的一族确实值得信赖。
§10.55μεταμειβόμενοι δʼ ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ §10.56Δὶ νέμονται, τὰν δʼ ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας, §10.57πότμον ἀμπιπλάντες ὁμοῖον· ἐπεὶ §10.58τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τʼ οὐρανῷ, §10.59εἵλετʼ αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ.
他们轮流交替,一日在亲爱的天父宙斯身边度过,另一日则在 Therapne 的山谷中、大地的深处里,履行着相同的命运;因为当卡斯托耳在战斗中亡故时,波吕丢刻斯宁可选择这样的生命,也不愿全然作神并居住在天庭。
§10.60τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.
因为伊达斯不知为何因牛群动怒,用青铜长枪的锋刃刺伤了卡斯托耳。
§10.61ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει §10.62ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετʼ ὀξύτατον §10.63ὄμμα.
从泰格托斯山上俯瞰,林叩斯看见他们正坐在橡树干里;因为他的眼睛,是地上一切凡人中最敏锐的。
λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ §10.64ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντʼ ὠκέως, §10.65καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός.
他们驾着疾足瞬间赶到,迅速谋划了这桩滔天大罪;而阿法柔斯之子也因宙斯的手腕遭到了可怕的惩罚。
αὐτίκα γὰρ §10.66ἦλθε Λήδας παῖς διώκων· τοὶ δʼ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ· §10.67ἔνθεν ἁρπάξαντες ἄγαλμʼ Ἀΐδα, ξεστὸν πέτρον, §10.68ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλʼ οὔ νιν φλάσαν, §10.69οὐδʼ ἀνέχασσαν·
因为随即勒达之子追赶而至;而他们相对而立,就在父辈的墓冢近旁;他们自此处夺下了哈得斯的装饰物——一块打磨过的石碑,砸向波吕丢刻斯的胸口;但这并未能将他击碎,亦未能使其退缩。
ἐφορμαθεὶς δʼ ἄρʼ ἄκοντι θοῷ §10.70ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.
他手执疾驰的投枪向前猛冲,将青铜利器刺入了林叩斯的肋下。
而宙斯则降下带有烈火与黑烟的雷霆,直击伊达斯;他们双双被焚烧,形单影只。
χαλεπὰ δʼ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.
凡人若与更强者相争,其冲突实属艰难。
§10.73ταχέως δʼ ἐπʼ ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας, §10.74καί νιν οὔπω τεθναότʼ, ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν.
廷达瑞斯之子迅速回到了他强壮的兄弟身边,发现他尚未咽气,正因急促的喘息而颤抖。
§10.75θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς §10.76ὄρθιον φώνασε· πάτερ Κρονίων, τίς δὴ λύσις §10.77ἔσσεται πενθέων;
他伴随着呻吟洒下滚烫的泪水,高声呼喊: “天父,克罗诺斯之子啊,这痛苦的解脱何时才能到来?
καὶ ἐμοὶ θάνατον σὺν τῷδʼ ἐπίτειλον, ἄναξ.
君王啊,请也降死于我,让我与此人同行吧!
§10.78οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δʼ ἐν πόνῳ πιστοὶ βροτῶν §10.79καμάτου μεταλαμβάνειν.
对于失去挚友之人,荣耀已逝;凡人之中,鲜有人能在患难中共同承担辛劳。
ὣς ἔννεπε· Ζεὺς δʼ ἀντίος ἤλυθέ οἱ §10.80καὶ τόδʼ ἐξαύδασʼ ἔπος· ἐσσί μοι υἱός· τόνδε δʼ ἔπειτα πόσις §10.81σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις §10.82στάξεν ἥρως.
”他如此诉说;宙斯便来到他面前,吐露了这番言词: “你是我的儿子;而此人随后是由那位英雄丈夫接近你的母亲,洒下了凡人的种子。
ἀλλʼ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν §10.83παρδίδωμʼ· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον §10.84αὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τʼ Ἀθαναίᾳ κελαινεγχεῖ τʼ Ἄρει, §10.85ἔστι τοι τούτων λάχος·
尽管如此,来吧,我仍给你提供如下的选择:倘若你期望免于死亡与可憎的老境,自己与我、雅典娜以及手持黑枪的阿瑞斯一同居住在奥林波斯,这份命运便归于你。
εἰ δὲ κασιγνήτου πέρι §10.86μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον, §10.87ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών, §10.88ἥμισυ δʼ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.
但你若是为了你的兄弟而战,并决意在万事上与他均分,那么你将有一半时间处于大地之下并呼吸,另一半时间则身处天庭的黄金殿宇之中。
§10.89ὣς ἄρʼ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.
”天帝话音刚落,波吕丢刻斯心中不曾产生迟疑。
§10.90ἀνὰ δʼ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.
他睁开了那戴着青铜额带的卡斯托耳的眼眸,接着也解放了他的歌喉。