Humanitext Reader

ピンダロス · ピュティア祝勝歌 §4.1-4.76

キュレネ建国に関するメディアの予言

6 / 18 箇所 · ギリシア語

要旨

詩人は昔ランの王アルケシラスを讃えるにあたり、かつてアルゴ探検船の英雄たちにメディアが語ったキュレネ建国の神話と予言を呼び起こし、イアソンの登場にまつわる神託の起源を語り始める。

§4.1σάμερον μὲν χρή σε παρʼ ἀνδρὶ φίλῳ §4.2στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,
今日、そなたは友なる人のもとに立つべきだ、名馬に富むキュレネの王の。
§4.3Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τʼ αὔξῃς οὖρον ὕμνων,
それは、アルケシラスが祝宴を張るのをともに祝しつつ、ミューズよ、ラトの子らとピュトに返されるべき、歌という追風をそなたが強めるため。
§4.4ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος, §4.5οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέ ρεα §4.6χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν
かつて、その地において、ゼウスの黄金の鷲たちの傍らに仕える巫女が、アポロンが外に旅立たずにそこに居合わせたときに、建国者たるバットスに、実り豊かなリビアの預言を下した。
§4.7νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον §4.8πόλιν ἐν ἀργενν όε ντι μαστῷ,
すなわち、すでに聖なる島を去って、良き戦車を駆る都市を白銀の丘陵に建てるべしと。
§4.9καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι §4.10ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς §4.11παῖς ἀπέπνευσʼ ἀθανάτου στόματος, δέσποινα Κόλχων.
そして、メディアの言葉を想起するがよい、第十七代の世代において、テーラの人々に語られた、かつてアイエテスの激しき娘、コルキスの女君が不死の口から吐き出した言葉を。
εἶπε δʼ οὕτως §4.12ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις·
彼女は、このように戦士イアソンの乗組員たる半神たちに語りかけた。
§4.13κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν·
「お聞きなさい、気高き勇士たちと神々の子らよ。
§4.14φαμὶ γὰρ τᾶσδʼ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν §4.15ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων §4.16Διὸς ἐν Ἄμμωνος θεμέθλοις.
私は言う、この海に打たれる島から、いつの日にか、エパポスの娘が人々の心にかかる諸都市の根として、ゼウス・アモンの神殿の基礎に植えられるだろうと。
§4.17ἀντὶ δελφίνων δʼ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς, §4.18ἁνία τʼ ἀντʼ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.
小さき鰭をもつイルカの代わりに、俊足の馬を取り替え、櫂の代わりに手綱を、そして嵐のごとき速さの戦車を彼らは駆るようになるだろう。
§4.19κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων §4.20ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς
あの予兆こそが、大いなる都市たちの母都市としてテーラが誕生することを実現させるのだ。
§4.21λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι §4.22ξείνια πρῴραθεν Εὔφαμος καταβὰς
かつてトリトニス湖の注ぎ口で、神が人間に姿を変えて、土地を差し出し、もてなしの贈り物をくれたとき、船首から下り立ったエウパモスがそれを受け取ったのだ。
§4.23δέξατʼ· αἴσιον δʼ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν·
そして、父なるクロノスの子ゼウスは、彼のために吉兆の雷鳴を響かせた。
§4.24ἁνίκʼ ἄγκυραν ποτὶ χαλκόγενυν
彼らが、青銅の顎をもつ錨を、船から吊り下げていたときに、それは起こった。
§4.25ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν.
俊足のアルゴ号の轡(錨)を。
δώδεκα δὲ πρότερον §4.26ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων §4.27εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.
その前に十二日間、私たちはオーケアノスから、無人の大地の背の上を、海の船を、私たちの計略によって引き上げて運んできたのだ。
§4.28τουτάκι δʼ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν
そのとき、一人の寂しい場所に住まう神が現れた。
§4.29ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος·
輝かしい敬うべき人物の姿を装って。
φιλίων δʼ ἐπέων §4.30ἄρχετο, ξείνοις ἅτʼ ἐλθόντεσσιν εὐεργέται §4.31δεῖπνʼ ἐπαγγέλλοντι πρῶτον.
そして親しい言葉をかけ始めた、ちょうど親切な主人が、やって来た異邦人に、まず食事を差し出すように。
§4.32ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ §4.33κώλυεν μεῖναι.
しかし、甘き帰郷への熱望が留まることを阻んだ。
φάτο δʼ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα §4.34ἔμμεναι·
その者は、自らが大地を抱く不滅の地震の神の息子エウリュピュロスであると語った。
γίγνωσκε δʼ ἐπειγομένους· ἂν δʼ εὐθὺς ἁρπάξαις ἀρούρας §4.35δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι.
彼は彼らが急いでいるのを察し、すぐさま大地の土塊を掴み、右手で、手近にあったもてなしの贈り物を渡そうとした。
§4.36οὐδʼ ἀπίθησέ νιν, ἀλλʼ ἥρως ἐπʼ ἀκταῖσιν θορὼν §4.37χειρί οἱ χεῖρʼ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.
英雄(エウパモス)も逆らわず、岸辺へ飛び降りて、相手の手に自分の手を重ねて、不思議な土塊を受け取った。
§4.38πεύθομαι δʼ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος §4.39ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ §4.40ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν.
だが、私は聞いている、その土塊が船から洗い流され、潮とともに海へと去って行ったと、夕暮れに、湿った海原に従って。
ἦ μάν νιν ὤτρυνον θαμὰ §4.41λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δʼ ἐλάθοντο φρένες·
まことに、私はしばしば従者たちに労苦を和らげるよう、それを守れと命じたのだが、彼らの心は忘れてしまったのだ。
§4.42καί νυν ἐν τᾷδʼ ἄφθιτον νάσῳ κέχυται Λιβύας §4.43εὐρυχόρου σπέρμα πρὶν ὥρας·
そして今、この不滅の島に、広大なるリビアの種が、時が満ちる前に流れ出してしまった。
εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον §4.44Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών, §4.45υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ, §4.46τόν ποτʼ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρʼ ὄχθαις·
もし、故郷において、彼がそれを地下のハデスの門口の傍らに投じていたなら、すなわちエウパモスが、聖なるタイナロンへ至って、馬を御するポセイドン王の息子が、かつてティテュオスの娘エウロパがカピソスの岸辺で産んだ彼が、投じていたなら。
§4.47τετράτων παίδων κʼ ἐπιγινομένων §4.48αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον.
四代目の子孫たちが生まれるときに、彼の血統はダナオス人たちとともに、あの広大な大陸を手に入れただろうに。
τότε γὰρ μεγάλας §4.49ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν.
なぜなら、そのとき大いなるラケダイモン、アルゴスの湾、そしてマイケナイから人々が立ち上がるからだ。
§4.50νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν
だが今や、異国の選り抜きの女性たちの寝所において、彼は一族を見出すだろう。
§4.51ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν §4.52νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων §4.53δεσπόταν·
彼らは神々の誉れとともに、この島にやって来て、暗雲たれ込める平原(リビア)の支配者たる男をもうけるだろう。
τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματι §4.54Φοῖβος ἀμνάσει θέμισσιν §4.55Πύθιον ναὸν καταβάντα χρόνῳ §4.56ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.
その男を、いつか黄金に富む神殿において、フォイボスが信託によって思い起こさせるだろう、ピュトの神殿に下っていく時に、後になって、多くの人々を船で、クロノスの子(ゼウス)の豊かなナイルの神域へと導くべきことを。
§4.57ἦ ῥα Μηδείας ἐπέων στίχες.
実に、メディアの言葉の連なりはこのようであった。
ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷ §4.58ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.
神のごとき英雄たちは動くこともなく、静寂のうちに身をすくめて、その深遠な知恵を聞いていた。
§4.59ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳ §4.60χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ·
おお、幸いなるポリュムナストスの子よ、この言葉において、デルポイの蜂たる巫女の神託が、自ずからなる響きによってそなたを奮い立たせたのだ。
§4.61ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον §4.62βασιλέʼ ἄμφανεν Κυράνᾳ, §4.63δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.
彼女はそなたに三度祝福を述べ、定められたキュレネの王としてそなたを告げ知らせたのだ、そなたが、その言葉のもつれ(吃音)について、神々からいかなる救いがあるかを尋ねたときに。
§4.64ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ, §4.65παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας·
まことに、その後、今に至るまで、赤く咲き誇る春の盛りのように、それらの子孫たちにおいて八代目の花を、アルケシラスは咲かせている。
§4.66τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν §4.67ἱπποδρομίας.
彼に、アポロンとピュトは、周辺の民たちの競走において戦車の栄光を授けた。
ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσω §4.68καὶ τὸ πάγχρυσον νάκος κριοῦ·
私は彼を、ミューズたちと、あの純金の牡羊の毛皮とに捧げよう。
μετὰ γὰρ §4.69κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.
なぜなら、あれを求めてミニュアスたちが航海した後に、神に導かれた栄誉が彼らに植え付けられたからだ。
§4.70τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;
いったい、どのような航海の始まりが彼らを迎えたのか。
§4.71τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις;
どのような危険が、彼らを不屈のアダマスの釘で縛り付けたのか。
θέσφατον ἦν Πελίαν §4.72ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.
それは、ペリアスが高貴なアイオロスの子らの手によって、あるいは屈せぬ企てによって死ぬべしという神託であった。
§4.73ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ, §4.74πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος·
木々の茂る母なる大地の、中軸のへそ(デルポイ)の傍らで語られた、身も凍るような神託が、彼の抜け目のない心に届いたのだ。
§4.75τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ, §4.76εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον
片足だけ靴を履いた男を、いかなる手段を使っても厳重に警戒せよ、彼が高き峻険なる住処から、日当たりの良い、名高いイオルコスの土地へとやって来るときには、と。

語釈・文法注

  1. 4.3αὔξῃς — 目的節を導く接続詞 ὄφρα(§4.2)の支配下にある接続法現在・二人称単数形。主節の主格である「そなた」(人称代名詞 σε、§4.1)とは異なり、呼びかけられている「ミューズ(Μοῖσα)」が主語となる。
  2. 4.21θεῷ ἀνέρι εἰδομένῳ — 与格の分詞句。「人間に姿を似せた神に」の意。与格は διδόντι および δέξατʼ に対する間接目的語、あるいは行為の相手を示す。
  3. 4.43εἰ γὰρ... βάλε — 接続詞 εἰ と直説法過去形 βάλε(βάλλω)による反実仮想。過去の事実に反する仮定を表し、帰結節の助動詞 ἄν(κʼ)を伴う過去直説法(κʼ... λάβε, §4.47-4.48)へとつながる。

この箇所を引用する

ピンダロス, ピュティア祝勝歌 §4.1-4.76. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:4.1-4.76

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。