Humanitext Reader

品达 · 皮托颂 §4.1-4.76

美狄亚关于建立昔兰尼的预言

第 6 段,共 18 段 · 希腊语

内容简介

诗人通过叙述美狄亚当年对阿耳戈船员关于建立昔兰尼的预言来赞美阿克西拉斯国王,并开始讲述关乎伊阿宋到来的神谕起源。

§4.1σάμερον μὲν χρή σε παρʼ ἀνδρὶ φίλῳ §4.2στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ, §4.3Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τʼ αὔξῃς οὖρον ὕμνων, §4.4ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος, §4.5οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέ ρεα §4.6χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν §4.7νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον §4.8πόλιν ἐν ἀργενν όε ντι μαστῷ, §4.9καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι §4.10ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς §4.11παῖς ἀπέπνευσʼ ἀθανάτου στόματος, δέσποινα Κόλχων.
今日,你当侍立在一位挚友的身旁,他是良马成群的昔兰尼之王,为的是当阿尔克西拉斯举行欢宴时,缪斯啊,你为勒托之子与皮托增添那应得的赞美歌风,在昔日,那端坐在宙斯金鹰旁的祭司,正当阿波罗未曾远行、适逢其会之际,神示晓谕了那沃饶利比亚的建国者巴托斯,令其离开那圣洁的岛屿,去往那银光闪烁的丘陵上,建立起一座战车华美的城邦,并重温美狄亚当年的预言,那是昔日埃阿科斯那暴烈之女、科尔喀斯的领主,以不朽之口向第十七代泰拉人吐露的真言。
εἶπε δʼ οὕτως §4.12ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις· §4.13κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν·
她曾如此这般地,对勇士伊阿宋麾下的半神船员们说: “听着,胸怀大志之士与神明的子孙啊!
§4.14φαμὶ γὰρ τᾶσδʼ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν §4.15ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων §4.16Διὸς ἐν Ἄμμωνος θεμέθλοις.
因为我断言,从这片被海浪拍击的土地,终有一日,埃帕福斯之女将被播种,作为那令世人挂念的诸城之根基,在宙斯·阿蒙的神庙基石里。
§4.17ἀντὶ δελφίνων δʼ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς, §4.18ἁνία τʼ ἀντʼ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.
换去那短鳍的豚群,跨上迅捷的骏马,执掌手缰以代长桨,驱策那如疾风一般的战车。
§4.19κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων §4.20ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς
那个预兆将使泰拉成为大城邦的母邦。
§4.21λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι §4.22ξείνια πρῴραθεν Εὔφαμος καταβὰς §4.23δέξατʼ· αἴσιον δʼ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν·
昔日,在特里托尼斯湖的流口,当一位显现为人形的神明赠予泥土、作为宾客之礼时,从船首跃下的欧法摩斯接受了它;于是克罗诺斯之子、父神宙斯为他鸣响了吉兆的霹雳。
§4.24ἁνίκʼ ἄγκυραν ποτὶ χαλκόγενυν §4.25ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν.
彼时,他们恰好正从船上悬挂下那青铜颚的锚,这飞逝的阿尔戈号的羁绊。
δώδεκα δὲ πρότερον §4.26ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων §4.27εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.
在此前十二天里,我们从俄刻阿诺斯出发,跨越了荒凉大地的背脊,用我们自己的智谋,将这海船抬行了十二天。
§4.28τουτάκι δʼ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν §4.29ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δʼ ἐπέων §4.30ἄρχετο, ξείνοις ἅτʼ ἐλθόντεσσιν εὐεργέται §4.31δεῖπνʼ ἐπαγγέλλοντι πρῶτον.
就在那时,那位独处的神明走了过来,化作了一位令人敬仰之人的光辉容貌;他用友善的话语开始交谈,正如热诚的东道主,对新近到来的异乡人,首先款待以宴席一般。
§4.32ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ §4.33κώλυεν μεῖναι.
然而,重返甜美家园的由头阻碍了我们的驻留。
φάτο δʼ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα §4.34ἔμμεναι· γίγνωσκε δʼ ἐπειγομένους· ἂν δʼ εὐθὺς ἁρπάξαις ἀρούρας §4.35δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι.
他自称是那不灭的震地神、大地主宰之子欧律皮罗斯;他看出我们行色匆匆,便立刻用右手从地上抓起一捧手近的泥土,试图作为宾客之礼赠予我们。
§4.36οὐδʼ ἀπίθησέ νιν, ἀλλʼ ἥρως ἐπʼ ἀκταῖσιν θορὼν §4.37χειρί οἱ χεῖρʼ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.
而这位英雄没有违抗,他跃上岸边,伸手与对方相握,接过了那神圣的泥土。
§4.38πεύθομαι δʼ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος §4.39ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ §4.40ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν.
然而我听闻,这土块被从木船上冲走,在暮色中随海水流逝,顺着潮湿的深渊而去。
ἦ μάν νιν ὤτρυνον θαμὰ §4.41λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δʼ ἐλάθοντο φρένες·
实则,我曾屡次叮嘱解忧的侍从们好生看管,他们的心智却遗忘了。
§4.42καί νυν ἐν τᾷδʼ ἄφθιτον νάσῳ κέχυται Λιβύας §4.43εὐρυχόρου σπέρμα πρὶν ὥρας·
而今,在这座不朽之岛上,辽阔利比亚的种子在时机未成熟前已被播下。
εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον §4.44Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών, §4.45υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ, §4.46τόν ποτʼ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρʼ ὄχθαις·
因为倘若欧法摩斯回到家中,将其投在地下哈得斯之口旁,当他前往神圣的泰纳隆,作为御马之神波塞冬的儿子、那位领主,昔日提堤俄斯之女欧罗巴在凯菲索斯河畔为他生下的儿子。
§4.47τετράτων παίδων κʼ ἐπιγινομένων §4.48αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον.
那么当他第四代子孙诞生之时,他的血脉必将与达奈人一同夺取那片辽阔的大陆。
τότε γὰρ μεγάλας §4.49ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν.
因为那时,大批的人马将从伟大的拉刻代蒙、阿耳戈斯湾以及迈锡尼起兵。
§4.50νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν §4.51ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν §4.52νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων §4.53δεσπόταν·
然而现在,他将在外邦女子的榻上,寻得一个被选中的种族,他们将在神明的荣耀下,来到这座岛屿,孕育出一位统治乌云密布之平原的领主。
τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματι §4.54Φοῖβος ἀμνάσει θέμισσιν §4.55Πύθιον ναὸν καταβάντα χρόνῳ §4.56ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.
而在未来,福玻斯必将在其富丽的殿堂中,以神谕提醒他,当他前往皮托的神殿时,要他在后来的日子里,率众乘船前往克罗诺斯之子在尼罗河畔那肥美的圣地。
§4.57ἦ ῥα Μηδείας ἐπέων στίχες.
确然,美狄亚的话语字字句句便是如此。
ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷ §4.58ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.
而神一般的英雄们悄然静肃,屏息聆听,倾听着她深邃的智慧。
§4.59ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳ §4.60χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ· §4.61ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον §4.62βασιλέʼ ἄμφανεν Κυράνᾳ, §4.63δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.
啊,福泽深厚的波吕姆纳斯托斯之子,在这预言中,德尔斐蜜蜂神使的自发啼声,将你高高举起,她向你致意三声,宣告你乃命中注定的昔兰尼之王,当你向神明询问,该如何医治你那口齿不清的声音时。
§4.64ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ, §4.65παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας· §4.66τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν §4.67ἱπποδρομίας.
实则即使在今天,如同那红花盛开的春之极盛,在这些子嗣中作为第八代,阿尔克西拉斯正繁茂生长;阿波罗与皮托在邻里的战车角逐中赐予他荣耀。
ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσω §4.68καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ §4.69κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.
而我将把他献给缪斯,以及那纯金的公羊毛皮;因为在弥倪阿斯人为了它航行之后,神差的尊荣便在他们中根深蒂固。
§4.70τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;
到底,是怎样的航海之始迎候了他们?
§4.71τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις;
又是怎样的危险,用坚不可摧的金刚石之钉将他们束缚?
θέσφατον ἦν Πελίαν §4.72ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.
曾有神谕说,佩里阿斯必将死于高贵的埃俄罗斯子孙之手,或死于他们不可动摇的谋略之下。
§4.73ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ, §4.74πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος· §4.75τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ, §4.76εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον
而一个令他心底发凉的神谕,传到了他机敏的心中,那神谕是在林木葱郁的母地中央肚脐旁宣告的:无论如何要严加戒备那只穿一只鞋的汉子,当他从高耸的房舍,来到那阳光普照的名城约尔科斯之地时。 ”

词汇与语法注释

  1. 4.3αὔξῃς — 目的从句连词 ὄφρα(§4.2)支配下的现在时虚拟语气第二人称单数。其主语是呼语“缪斯”(Μοῖσα),而非主句呼应的代词“你”(σε,§4.1)。
  2. 4.21θεῷ ἀνέρι εἰδομένῳ — 与格分词短语,意为“向一位化身为人形的神”。该与格用作 διδόντι 的间接宾语,并与 δέξατʼ 的动作对象呼应。
  3. 4.43εἰ γὰρ... βάλε — 由 εἰ 与直说语气不定过去时 βάλε(源自 βάλλω)构成的过去虚拟条件句(反事实假设),引出带有语气助词 κʼ (An) 及直说过去时 λάβε 的主句(§4.47-4.48)。

引用这一段

品达, 皮托颂 §4.1-4.76. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:4.1-4.76

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。