§2.1μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου §2.2τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί, §2.3ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων §2.4μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,
偉大なる都シラクサよ、深き戦のアレスの聖域、鉄の武具に喜ぶ勇士と馬の神聖なる育み手よ、私はあなた方のために、この輝かしいテーバイから携えて、大地を揺るがす四頭立て戦車の知らせを運ぶ歌とともにやって来た。
§2.5εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων §2.6τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις, §2.7ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ §2.8κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
良き戦車を駆るヒエロンが、そこでの勝利により遠くまで輝く冠でオルテュギアを飾ったのだ、川辺のアルテミスの神座、その女神の助けなくしては、彼はあの穏やかな手で、色彩豊かな手綱を持つ子馬たちを慣らすことはできなかった。
§2.9ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ §2.10ὅ τʼ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον §2.11ἔν θʼ ἅρματα πεισιχάλινα καταζευγνύῃ §2.12σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
なぜなら、矢を注ぐ処女女神が両方の手で、そして競技を司るヘルメスが、磨かれた戦車に従順なハミをつけた馬の力強さを繋ぎ合わせるときに、輝かしい装飾を施し、彼は三叉戟を振るう広く力強い神を呼び求める。
他の者には他の男が、響き豊かな賛歌を王たちに捧げた、卓越した徳の報いとして。
§2.15κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις §2.16φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησʼ Ἀπόλλων, §2.17ἱερέα κτίλον Ἀφροδίτας·
しばしばキニュラスについて歌い立てるキュプロス人たちの噂、彼を黄金の髪の輝くアポロンが心から愛し、アプロディテの聖なる寵臣としたのだ。
ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα·
親愛なる行いに対する報いとしての感謝が、敬意を伴って彼らを導く。
§2.18σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων §2.19Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων §2.20διὰ τεὰν δύναμιν δρακεῖσʼ ἀσφαλές.
しかし、デイノメネスの息子(ヒエロン)よ、あなたの宮殿の前で、ゼピュリオンのロクリスの乙女があなたを呼び歌う、困難で逃れがたい戦いの労苦から、あなたの力によって安全を見出したことで。
§2.21θεῶν δʼ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς §2.22λέγειν ἐν πτερόεντι τροχῷ §2.23παντᾷ κυλινδόμενον·
人々が言うには、神々の命令によりイクシオンはこれ(以下の教訓)を死すべき人々に語っているのだと、翼のある車輪の上で、至るところに回転させられながら。
§2.24τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.
「恩人には穏やかな報いをもって報いるべきだ」と。
§2.25ἔμαθε δὲ σαφές.
彼は明確にそれを学んだ。
εὐμενέσσι γὰρ παρὰ Κρονίδαις §2.26γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν §2.27Ἥρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
なぜなら、慈悲深いクロノスの子ら(神々)の傍らで甘美な生を得ながら、長い繁栄に耐えることができず、狂える心によってゼウスの多大なる喜びの臥所を分かつヘラを愛したからだ。
τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρ §2.30ἐξαίρετον ἕλε μόχθον.
間もなく、それにふさわしい報いを被り、この男は特別な苦難を手にした。
αἱ δύο δʼ ἀμπλακίαι §2.31φερέπονοι τελέθοντι·
二つの過ちが苦痛をもたらすものとなった。
τὸ μὲν ἥρως ὅτι §2.32ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς, §2.33ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις §2.34Διὸς ἄκοιτιν ἐπειρᾶτο.
一つは、この英雄が最初の身内の血を、企みなしではなく死すべき人々に混ぜ合わせたこと(殺害したこと)、もう一つは、かつて大いなる奥深い寝所において、ゼウスの妻を誘惑しようとしたことだ。
χρὴ δὲ κατʼ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.
人は常に自分自身に従って、万物の度量を見るべきなのだ。
ποτὶ καὶ τὸν ἵκοντʼ·
それは近づいた者(イクシオン)に対しても。
ἐπεὶ νεφέλᾳ παρελέξατο, §2.37ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ·
なぜなら彼は雲と交わったからだ、甘美な偽りを追い求めながら、何も知らぬままに。
ἅντε δόλον αὐτῷ θέσαν §2.40Ζηνὸς παλάμαι, καλὸν πῆμα.
それは、ゼウスの術策が彼に仕掛けた罠であり、美しい災いであった。
τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν, §2.41ἑὸν ὄλεθρον ὅγʼ·
そして彼は、四本スポークの縛めを、自らの破滅として作り出した。
ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν.
逃れ得ぬ足枷に囚われ、彼は万人へ伝えるべき教訓を身に受けた。
§2.42ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,
彼はカリス(優美の女神)たちの関与なしに、傲慢な子孫を産んだ。
§2.43μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις·
母も孤立し、子も唯一(の異形)であり、人間の中でも、神々の法の中でも名誉を持たぬもの。
§2.44τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς
彼女は彼を育て、ケンタウロスと名付けた。
§2.45ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου §2.46σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς §2.47θαυμαστός, ἀμφοτέροις
彼はマグネシアの雌馬たちと、ペリオン山の麓で交わり、そこから軍勢が生まれた、驚くべき、両親に似た軍勢が。
§2.48ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός.
下半身は母親に、上半身は父親に似て。
§2.49θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,
神は望みの通りに、あらゆる結末を成し遂げられる。
§2.50θεός, ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται §2.51δελφῖνα, καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν, §2.52ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκʼ.
神は、翼のある鷲をも追い越し、海のイルカをも追い抜き、高慢な死すべき人間を屈服させ、他の者には朽ちることなき誉れを授けられる。
ἐμὲ δὲ χρεὼν §2.53φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
だが、私にとっては悪口の激しい噛み傷を避けることが必要だ。
§2.54εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλʼ ἐν ἀμαχανίᾳ §2.55ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν §2.56πιαινόμενον·
なぜなら、私は遠く離れていながら、多くの困窮の中で、誹謗を好むアルキロコスが、重い言葉の憎しみによって太っていくのを見たからだ。
τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
運命の幸運とともに富むことが、知恵の最上のものである。
§2.57τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,
あなたはそれを明確に持っており、自由な心で示すことができる。
§2.58πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ.
多くの美しき冠を戴く街路と軍勢を統べる主君よ。
εἰ δέ τις §2.59ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει §2.60ἕτερόν τινʼ ἀνʼ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον, §2.61χαύνα πραπίδι παλαιμονεῖ κενεά.
もし誰かが今、富と名誉において、かつてのギリシアの誰よりも勝る者が現れたと言うなら、彼はうつろな心で、無駄な空回りをしているのだ。
νεότατι μὲν ἀρήγει θράσος §2.64δεινῶν πολέμων·
若さには、恐るべき戦争における勇気が味方する。
ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν, §2.65τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δʼ ἐν πεζομάχαισι·
そこから、あなたもまた無限の名声を得たのだと私は言う、ある時は馬を駆る戦士たちの中で戦い、ある時は歩兵の中で。
また、より円熟した計画(知恵)が、危険のない言葉を私に与え、あらゆる評価においてあなたを称賛させる。
χαῖρε.
健やかであれ。
τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν §2.68μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·
この歌は、フェニキアの荷のように、白い海を越えて送られる。
§2.69τὸ Καστόρειον δʼ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν §2.70ἄθρησον χάριν ἑπτακτύπου §2.71φόρμιγγος ἀντόμενος.
アオリアの弦によるカストルの歌を、あなたは自ら進んで七つの音を奏でる竪琴の恵みとして、迎え入れてほしい。
§2.72γένοιʼ οἷος ἐσσὶ μαθών·
あなたが学んだ通りの者になってほしい。
καλός τοι πίθων παρὰ παισίν, αἰεὶ §2.73καλός.
子供たちの間では、猿は愛らしく、常に愛らしいとされる。
ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
しかし、ラダマンテュスは恵まれている。
§2.74ἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν·
なぜなら、非難なき知恵の果実を得て、その心の内を偽りによって喜ばせることがないからだ。
§2.75οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ.
それは、囁き手の陰謀(甘言)が常に死すべき男に伴うようなものだ。
中傷の囁き手は、両者にとって戦い難い災いであり、その性質は、執拗に狐に似ている。
§2.78κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
だが、この狐の悪知恵にとって、それがどれほど得になるというのか?
§2.79ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν §2.80σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
なぜなら、他の漁具が海の深みで苦闘している間、私は波の防壁の上に浮かぶコルクのように、沈むことがない(水に浸らない)からだ。
ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
しかし、すべての人に媚びへつらいながら、破滅を完全に織り上げていく。
§2.83οὔ οἱ μετέχω θράσεος·
私はその不遜さを共有しない。
φίλον εἴη φιλεῖν·
友は愛したい。
§2.84ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι, §2.85ἄλλʼ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
だが、敵に対しては、敵として、狼のように背後から忍び寄り、ある時はこちらを、ある時はあちらの曲がった道を歩むだろう。
§2.86ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
どのような統治体制(法)の下でも、率直な言葉を持つ男が抜きん出る。
僭主政治の下であっても、あるいは激しい群衆(民主政)のときでも、あるいは賢者たちが都市を守るとき(貴族政)でも。
χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
しかし、神と争ってはならない。
§2.89ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος.
神はある時はあちらの者たちを支え、またある時は他者に大きな誉れを与えられる。
ἀλλʼ οὐδὲ ταῦτα νόον §2.90ἰαίνει φθονερῶν·
だが、このことも嫉妬深い者たちの心を和らげることはない。
στάθμας δέ τινος ἑλκόμενοι §2.91περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ, §2.92πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
彼らは度を越した測定線(秤)を引きずりながら、自らの心臓に苦痛の傷を深く突き刺す、自らが心に企むすべてを手に入れる前に。
刺激(鞭の先端)に対して蹴りを入れることは、滑りやすい(危険な)道となる。
ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.
私は、優れた人々(善き人々)に気に入られ、彼らと交わる者でありたい。