§2.1μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου §2.2τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί, §2.3ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων §2.4μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος, §2.5εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων §2.6τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις, §2.7ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ §2.8κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
伟大的城邦叙拉古啊,深重战争中的阿瑞斯之圣域,喜好铁甲的勇士与骏马的神圣哺育者,我从那闪耀的忒拜,为你们带来这首歌曲,并送来震动大地的四马战车的捷报,善驾战车的希伦在此胜出,以远播光芒的桂冠装点了奥尔提戈亚,那是河畔阿尔忒弥斯的座所,若没有她的相助,希伦便无法用温和的双臂驯服那些配着斑斓缰绳的幼马。
§2.9ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ §2.10ὅ τʼ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον §2.11ἔν θʼ ἅρματα πεισιχάλινα καταζευγνύῃ §2.12σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
因为执弓的处女之神以双手,还有竞技之神赫尔墨斯,在为那磨光的战车还有服从缰绳的战车套上马匹的骏力时,赋予其闪耀的装饰,同时他呼唤着手持三叉戟的广力神明(波塞冬)。
另有其他人,则有别的男子为君王们献上悦耳的赞歌,作为卓越德行的报偿。
§2.15κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις §2.16φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησʼ Ἀπόλλων, §2.17ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα·
塞浦路斯人常常歌颂基尼拉斯的传闻,金发的阿波罗曾欣然钟爱他,使其成为阿芙洛狄忒的圣洁祭司;这种对友善之举的报答之情,伴随着敬意引导着他们。
§2.18σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων §2.19Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων §2.20διὰ τεὰν δύναμιν δρακεῖσʼ ἀσφαλές.
而你,戴诺梅内斯之子(希伦)啊,泽菲里翁的洛克里亚少女在你宫殿前歌唱你,因为在无法克制的艰难战祸中,借助你的力量,她看到了安全。
§2.21θεῶν δʼ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς §2.22λέγειν ἐν πτερόεντι τροχῷ §2.23παντᾷ κυλινδόμενον· §2.24τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.
人们说,依神明之命,伊克西翁在有翼的轮上向凡人宣告这些道理,并在各处翻滚着: “当以温和的报答去酬谢恩人。
§2.25ἔμαθε δὲ σαφές.
” 他确实看清了这一点。
εὐμενέσσι γὰρ παρὰ Κρονίδαις §2.26γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν §2.27Ἥρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
因为在仁慈的克罗诺斯子嗣(神明)身旁获得了甘美的生活后,他未能长久承受这福泽,因其狂乱的心,竟觊觎起分占宙斯欢愉卧所的赫拉。
§2.28πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον §2.29ὦρσεν· τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρ §2.30ἐξαίρετον ἕλε μόχθον.
但狂傲将他推向极度的毁灭;很快,这个男人遭受了应得的报应,得到了格外的苦难。
αἱ δύο δʼ ἀμπλακίαι §2.31φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι §2.32ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς, §2.33ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις §2.34Διὸς ἄκοιτιν ἐπειρᾶτο.
他的两项罪愆带来了劳苦:其一,是因为这位英雄在凡人中首开先河,并非不用奸计地混杂了同胞之血;其二,是因为他曾在那深邃的寝殿中宙斯的妻子。
χρὴ δὲ κατʼ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.
人必须始终依据自身来衡量万物的限度。
§2.35εὐναὶ δὲ παράτροποι ἐς κακότατʼ ἀθρόαν §2.36ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντʼ· ἐπεὶ νεφέλᾳ παρελέξατο, §2.37ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ·
不轨的同榻将他抛入极大的灾祸,哪怕对那走近者(伊克西翁)也是如此;因为他与云彩同眠,追求着甘美的谎言,这个愚昧之人。
因为那幻影的容貌正如天上最尊贵的克罗诺斯之女(赫拉);那是宙斯的手为他设下的陷阱,一个美丽的祸害。
§2.40Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν, §2.41ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν.
而他自作自受地套上了四辐的枷锁,这成了他自己的灭亡;坠入无法挣脱的肢体桎梏中,他承受了传遍众人的教训。
§2.42ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον, §2.43μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις·
撇开美惠三女神,她为他生下了一个狂妄的后代,母亲独居,子亦孤特,在凡人中没有荣耀,在神明的法则中亦无地位。
§2.44τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς §2.45ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου §2.46σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς §2.47θαυμαστός, ἀμφοτέροις §2.48ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός.
母亲抚育他并为其命名为肯陶洛斯,他与马格尼西亚的雌马在佩利翁山的山麓中交配,由此诞生了一支惊人的族群,像其父母双方:母方在下,父方在上。
§2.49θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται, §2.50θεός, ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται §2.51δελφῖνα, καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν, §2.52ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκʼ.
神随其期盼,成就一切终局,神,能追上振翅的雄鹰,超越海洋的海豚,也能折服心高气傲的凡人,而给他人以不老的荣耀。
ἐμὲ δὲ χρεὼν §2.53φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
但对我而言,必须避开恶言诽谤的剧烈咬啮。
§2.54εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλʼ ἐν ἀμαχανίᾳ §2.55ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν §2.56πιαινόμενον·
因为我在远方,常常在困顿中看到好诽谤的阿尔基罗库斯因沉重言辞的怨恨而发胖。
τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
而在命运的福泽中富有,乃是智慧的极点。
§2.57τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν, §2.58πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ.
你显然拥有这一点,能以自由的心灵将其展示,统治着众多美丽冠冕街道与军队的领主。
εἰ δέ τις §2.59ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει §2.60ἕτερόν τινʼ ἀνʼ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον, §2.61χαύνα πραπίδι παλαιμονεῖ κενεά.
若有人如今在财富和名誉上声称,整个希腊过去的任何人都胜过你,那么他那空虚的心灵便是在作无益的争斗。
νεότατι μὲν ἀρήγει θράσος §2.64δεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν, §2.65τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δʼ ἐν πεζομάχαισι·
在青年时代,勇气助人面对可怕的战争;由此我声称你也赢得了无限的荣耀,时而与驾驭战马的勇士交战,时而与步兵并肩。
而你更成熟的筹划,给了我无险的言辞,让我得以在一切评说中赞美你。
χαῖρε.
祝你安好。
τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν §2.68μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·
这首歌曲,如腓尼基的货物般,越过灰白的海洋被送达。
§2.69τὸ Καστόρειον δʼ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν §2.70ἄθρησον χάριν ἑπτακτύπου §2.71φόρμιγγος ἀντόμενος.
而对那在埃奥利斯弦乐上的卡斯托尔之歌,请你甘心迎受那七声竖琴所带来的恩泽。
§2.72γένοιʼ οἷος ἐσσὶ μαθών·
愿你成为你通过学习所认识的自己。
καλός τοι πίθων παρὰ παισίν, αἰεὶ §2.73καλός.
在孩子们看来,猴子是可爱的,永远可爱。
ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν §2.74ἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν· §2.75οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ.
但拉达曼迪斯过得很好,因为他获得了无可指责的智慧之果,而在内心深处不以欺骗为乐,那种欺骗总是因耳语者的奸计而伴随着凡人。
诽谤的耳语者,对双方而言都是无法应付的灾祸,他们的性情完全像狐狸。
§2.78κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
但对狐狸而言,这有什么特别可得利的呢?
§2.79ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν §2.80σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
因为,如同浮在海洋深处渔网之上的软木,在其他渔具在盐水中深重受难时,我却无法被淹没。
§2.81ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς §2.82δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
狡诈的市民在优秀的人们中,无法说出有力的言辞;然而,他向所有人谄媚,完全织就了毁灭。
§2.83οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν· §2.84ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι, §2.85ἄλλʼ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
我不认同他的狂妄;愿我爱我所爱的人,但对待敌人,我既然是敌人,便会像狼一样从后追袭击,随时在崎岖的道路上改变足迹。
§2.86ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει, §2.87παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός, §2.88χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι.
在任何律法之下,言辞正直的人都能脱颖而出,在僭主政治下,在凶猛的群氓统治时,以及在智者守护城邦时。
χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν, §2.89ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος.
但不可与神争辩,神时而扶持那些人的命运,时而又将伟大的光荣赐予他人。
ἀλλʼ οὐδὲ ταῦτα νόον §2.90ἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοι §2.91περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ, §2.92πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
但即使这也无法抚平嫉妒者的心;他们拉扯着过度的测量线,将痛苦的伤口深深地刺入自己的心房,在他们得到心中策划的一切之前。
§2.93φέρειν δʼ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν §2.94ἀρήγει· ποτὶ κέντρον δέ τοι §2.95λακτιζέμεν τελέθει §2.96ὀλισθηρὸς οἶμος·
顺从地承受颈上的轭会有帮助;但对于刺棒踢脚反抗却是危险的道路。
ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.
愿我讨好优秀的人,并与他们交往。