§7.1φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν §7.2ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ §7.3δωρήσεται §7.4νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων, §7.5συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλων
あたかも、富んだ手から杯を取り上げ、内に葡萄の泡立つ露を満たして、贈り届けるかのように、若き花婿に、家から家へと祝杯を挙げつつ、持ち物のうちで最も黄金輝く最高のものとして、祝宴の喜びをもたらし、また新たな婚姻の絆を尊ぶために。
§7.6παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς·
そして、居並ぶ友らの前で、その者を、心が一つとなった婚礼のゆえに羨まれる者とするように。
§7.7καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις §7.8ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός, §7.9ἱλάσκομαι, §7.10Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν·
そのように私も、流れるネクタル、すなわちムーサたちの贈り物を、競技で勝利した人々へと送り、精神の甘き果実を捧げ和らげる、オリンピアとピュトでの勝利者たちのために。
ὁ δʼ ὄλβιος, ὃν φᾶμαι κατέχοντʼ ἀγαθαί.
幸福なるかな、良き噂が包み込む者は。
§7.11ἄλλοτε δʼ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ §7.12θαμὰ μὲν φόρμιγγι παμφώνοισί τʼ ἐν ἔντεσιν αὐλῶν.
命を育むハリスは、その眼差しを時に応じて異なる人に注ぐ、甘く歌う竪琴や、朗朗と響くフルートの調べとともに、しばしば。
§7.13καί νυν ὑπʼ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν §7.14ὑμνέων παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,
そして今、これら両方に伴われ、私はディアゴラスとともに降りてきた、海の娘にしてアプロディテの子、また太陽の婚礼相手たるロドスを歌い讃えつつ。
§7.15εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρʼ Ἀλφεῷ στεφανωσάμενον §7.16αἰνέσω πυγμᾶς ἄποινα §7.17καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,
それは、アルペオス川のほとりで冠を戴いた、真っ向から戦う巨大な男を、そのボクシングの勝利の報いとして、私が讃えるためであり、また、カスタリアのほとりで、そして正義にかなう父ダマゲトスをも(讃えるためである)。
彼らは、広大なアジアの三つの都市を持つ島に住む者たちを、アルゴスの槍とともに、船の突端の近くで。
私は、彼らのために、初めからトラポレモスに遡る共通の系譜を、告げ知らせつつ、正しく整理したいと思う。
τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δʼ Ἀμυντορίδαι §7.24ματρόθεν Ἀστυδαμείας.
なぜなら、父方からはゼウスから出たと彼らは誇り、母方からはアミュントルの子孫だからである、アストュダメイアを通じて。
ἀμφὶ δʼ ἀνθρώπων φρασὶν ἀμπλακίαι §7.25ἀναρίθμητοι κρέμανται·
しかし、人間の心には無数の過ちが懸かっている。
τοῦτο δʼ ἀμάχανον εὑρεῖν, §7.26ὅ τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.
そして、次のことを見出すのは不可能である、すなわち、現在において、そして最後において、人にとって何を得ることが最善であるかを。
§7.27καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον §7.28σκάπτῳ θένων §7.29σκληρᾶς ἐλαίας ἔκτανʼ ἐν Τίρυνθι Λικύμνιον ἐλθόντʼ ἐκ θαλάμων Μιδέας §7.30τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς.
というのも、かつてこの地の創設者は、杖を振り下ろし、硬いオリーブのでティリュンスにおいて打ち殺したからである、ミデアの部屋からやって来たリキュムニオスを、かつてこの地の創設者が怒りに駆られて。
αἱ δὲ φρενῶν ταραχαὶ §7.31παρέπλαγξαν καὶ σοφόν.
心の動揺は、賢者をも誤らせる。
μαντεύσατο δʼ ἐς θεὸν ἐλθών.
そこで彼は神の神託を求めに行った。
§7.32τῷ μὲν ὁ Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον §7.33εἶπε Λερναίας ἀπʼ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,
彼に、金髪の神は、香わしい神殿の奥から航海を告げた、レルナの岸辺から海に囲まれた土地へと直接向かう航海を。
§7.34ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν, §7.35ἁνίχʼ Ἁφαίστου τέχναισιν §7.36χαλκελάτῳ πελέκει πατέρος Αθαναία κορυφὰν κατʼ ἄκραν §7.37ἀνορούσαισʼ ἀλάλαξεν ὑπερμάκει βοᾷ·
そこは、かつて神々の偉大なる王が黄金の雪を都市に降らせた場所である、ヘパイストスの技術により、青銅で鍛えられた斧によって、父の頭の頂からアテナが飛び出し、凄まじい叫び声をあげて叫んだ時であった。
§7.38Οὐρανὸς δʼ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
天空と母なる大地も彼女に恐れおののいた。
§7.39τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας §7.40μέλλον ἔντειλεν φυλάξασθαι χρέος §7.41παισὶν φίλοις,
その時、人々に光をもたらす神、ヒペリオンの子も、来たるべき義務を心に留めるよう命じた、愛する子供たちに。
§7.42ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι §7.43πατρί τε θυμὸν ἰάναιεν κόρᾳ τʼ ἐγχειβρόμῳ.
それは、彼らが女神のために、誰の目にも明らかな最初の祭壇を築き、厳かな犠牲を捧げて、父と、槍を鳴らす乙女の心を和らげるためであった。
ἐν δʼ ἀρετὰν §7.44ἔβαλεν καὶ χάρματʼ ἀνθρώποισι Προμαθέος Αἰδώς·
人間の内に卓越性と喜びを投げ入れるのは、プロメテウスの娘、敬畏である。
§7.45ἐπὶ μὰν βαίνει τε καὶ λάθας ἀτέκμαρτα νέφος, §7.46καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸν §7.47ἔξω φρενῶν.
しかし、不確かな忘却の雲が忍び寄り、行いの正しい道を心の外へとそらしてしまう。
§7.48καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμʼ ἀνέβαν φλογὸς οὔ·
実際、彼らは燃え盛る火の種を持たずに登っていった。
τεῦξαν δʼ ἀπύροις ἱεροῖς §7.49ἄλσος ἐν ἀκροπόλει·
そして火を用いない生贄でアクロポリスに聖域を作った。
κείνοις ὁ μὲν ξανθὰν ἀγαγὼν νεφέλαν §7.50πολὺν ὗσε χρυσόν·
彼らのために、ゼウスは黄金の雲を導き、豊かな金を降らせた。
αὐτὰ δέ σφισιν ὤπασε τέχναν §7.51πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
青い目の女神自身も、彼らにあらゆる技術を授け、地上の人々の中で、最も優れた職人の手をもって支配させた。
§7.52ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θʼ ὁμοῖα κέλευθοι φέρον·
彼らの作った作品は、生きて歩くものに似て、道路はそれらを運んだ。
§7.53ἦν δὲ κλέος βαθύ.
その名声は深かった。
δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
学ぶ者にとっては、欺きのない知恵こそがより大きく(偉大に)なる。
§7.54φαντὶ δʼ ἀνθρώπων παλαιαὶ §7.55ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι, §7.56φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ, §7.57ἁλμυροῖς δʼ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
人々の古い言葉は語る、まだゼウスと不死の神々が大地を分け合っていた時、ロドスはまだ海の波間に現れておらず、塩辛い深海にその島は隠されていた、と。
§7.58ἀπεόντος δʼ οὔτις ἔνδειξεν λάχος Ἀελίου·
ヘリオスが不在であったため、誰も彼の分け前を示さなかった。
§7.61μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν.
(太陽神が)それを思い出すと、ゼウスはくじをやり直そうとした。
ἀλλά νιν οὐκ εἴασεν·
しかし彼はそれを許さなかった。
ἐπεὶ πολιᾶς §7.62εἶπέ τινʼ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν §7.63πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
なぜなら、白く泡立つ海の内側から、底から成長しつつあるのを自ら見ていたからである、人々に豊かな糧をもたらし、羊たちに優しい土地を。
§7.64ἐκέλευσεν δʼ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν §7.65χεῖρας ἀντεῖναι, θεῶν δʼ ὅρκον μέγαν §7.66μὴ παρφάμεν, §7.67ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ §7.68ἐξοπίσω γέρας ἔσσεσθαι.
彼はすぐに、黄金の額帯をつけるラケシスに手を挙げるよう求め、神々の偉大なる誓いを違えぬよう、クロノスの子とともにうなずき、自らの首のために、彼女が光り輝く天に送られた後、将来彼の特権となるようにと。
τελεύταθεν δὲ λόγων κορυφαὶ §7.69ἐν ἀλαθείᾳ πετοῖσαι.
そしてその言葉の頂点は真実の中に落ちて成就した。
βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς §7.70νᾶσος, ἔχει τέ νιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ, §7.71πῦρ πνεόντων ἀρχὸς ἵππων·
湿った海から島が芽生え、鋭い光線の生みの親たる父、火を噴く馬たちの主が、それを所有している。
ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν §7.72ἑπτὰ σοφώτατα νοήματʼ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
そこで彼はかつてロドスと交わり、昔の人々の間で最も賢い知恵を受け継いだ七人の息子たちをもうけた。
そのうちの一人がカメイロスと、最年長のイアリュソス、そしてリンドスをもうけた。
ἀπάτερθε δʼ ἔχον, §7.75διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν,
彼らは別々に所有した、父の土地を三つに分け、それぞれ別の都市の分け前を。
§7.76ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι.
それらの居住地は彼らの名で呼ばれている。
そこ(ロドス)で、トラポレモスのために、ティリュンスの建国者として、神に対するように、哀れな災いの甘き贖いが立てられている。
§7.80μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφʼ ἀέθλοις.
羊の煙る行列と、競技の審査である。
τῶν ἄνθεσι Διαγόρας §7.81ἐστεφανώσατο δίς, κλεινᾷ τʼ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων, §7.82Νεμέᾳ τʼ ἄλλαν ἐπʼ ἄλλα, καὶ κρανααῖς ἐν Ἀθάναις.
その花冠を、ディアゴラスは二度戴き、栄光あるイストモスで幸運にも四度、ネメアでも次々と勝ち、峻険なアテナイでも勝った。
§7.83ὅ τʼ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τʼ ἐν Ἀρκαδίᾳ §7.84ἔργα καὶ Θήβαις, ἀγῶνές τʼ ἔννομοι §7.85Βοιωτίων, §7.86Πέλλανά τʼ Αἴγινά τε νικῶνθʼ ἑξάκις.
アルゴスの青銅も彼を知っており、アルカディアでの作品(競技)やテーベ、ボイオティアの定められた競技、ボイオティアの、ペレナ、アイギナでも六度勝利した。
ἐν Μεγάροισίν τʼ οὐχ ἕτερον λιθίνα §7.87ψᾶφος ἔχει λόγον.
メガラの石の票(記録碑)も異なることを語ってはいない。
ἀλλʼ, ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου §7.88μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν, §7.89ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα, δίδοι τέ οἱ αἰδοίαν χάριν
しかし、おお、アタビュリオスの峰を支配する父ゼウスよ、オリンピアの勝利を祝う賛歌の定めを尊び、相手を拳で討つボクシングで卓越性を見出したその男を尊び、彼に敬意に満ちた恵みを与えたまえ、項目重複により。
§7.90καὶ ποτʼ ἀστῶν καὶ ποτὶ ξείνων.
市民からも異邦人からも。
ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν §7.91εὐθυπορεῖ, σάφα δαεὶς ἅ τέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν §7.92ἔχρεον.
なぜなら、彼は傲慢の危険な道を避け、優れた祖先たちの正しい心が彼に告げたことをはっきりと学んで、まっすぐに歩んでいるからである。
μὴ κρύπτε κοινὸν §7.93σπέρμʼ ἀπὸ Καλλιάνακτος·
隠さないでください、共通のカリアナクスからの血統を。
Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει §7.94θαλίας καὶ πόλις·
エラティダイの一族の喜びとともに、持っている都市も祝祭を。
ἐν δὲ μιᾷ μοίρᾳ χρόνου §7.95ἄλλοτʼ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.
しかし、一時の時間の内に、異なる風が次々と吹き抜ける。