§8.1τοὺς μέντοι μέλλοντας δυνήσεσθαι ἀσφαλῶς τὸ πολὺ κρεῖττον στράτευμα κακουργεῖν σαφῶς δεῖ τοσοῦτον διαφέρειν ὥστε αὐτοὺς μὲν ἀσκητὰς φαίνεσθαι τῶν πολεμικῶν ἐν ἱππικῇ ἔργων, τοὺς δὲ πολεμίους ἰδιώτας.
しかし、はるかに強力な敵の軍勢に安全に打撃を与えることができるようになるはずの者たちは、彼ら自身は乗馬における戦闘行動の熟練者に見え、敵は素人に見えるほどに、明らかにそれほど優れていなければならない。
§8.2τοῦτο δʼ ἂν εἴη πρῶτον μὲν εἰ οἱ λῄζεσθαι μέλλοντες ἐκπεπονημένοι εἶεν τῇ ἐλάσει, ὥστε δύνασθαι στρατιωτικοὺς πόνους ὑποφέρειν·
そしてこのことは、第一に、略奪を行おうとする者たちが、軍事的な苦労に耐えることができるほどに、乗馬において十分に鍛えられているならば可能となるだろう。
οἱ γὰρ πρὸς ταῦτα ἀμελῶς ἔχοντες καὶ ἵπποι καὶ ἄνδρες εἰκότως ἂν ὥσπερ γυναῖκες πρὸς ἄνδρας ἀγωνίζοιντο.
というのも、これらに対して怠慢である馬も人も、当然ながら、まるで男たちに対する女たちのように戦うことになるからである。
§8.3οἱ δέ γε δεδιδαγμένοι τε καὶ εἰθισμένοι τάφρους διαπηδᾶν καὶ τειχία ὑπεραίρειν καὶ ἐπʼ ὄχθους ἀνάλλεσθαι καὶ ἀφʼ ὑψηλῶν ἀσφαλῶς κατιέναι καὶ τὰ κατάντη ταχὺ ἐλαύνεσθαι, οὗτοι δʼ αὖ τοσοῦτον διαφέροιεν ἂν τῶν ἀμελετήτων ταῦτα ὅσονπερ πτηνοὶ πεζῶν·
他方、堀を飛び越え、壁を乗り越え、丘に駆け上り、高い場所から安全に下り、下り坂を素早く駆け抜けることを教え込まれ、それに慣れている者たちは、これらを練習していない者たちに対して、あたかも翼あるものが歩行するものに対して優るほどに優るであろう。
οἱ δέ γε αὖ τοὺς πόδας ἐκπεπονημένοι τῶν ἀτριβῶν πρὸς τραχέα ὅσονπερ ὑγιεῖς χωλῶν·
また、足を十分に鍛えられた者たちは、荒れ地に慣れていない者たちに対して、健康な者が足の不自由な者に対して優るほどに優るであろう。
καὶ οἵ γε τῶν τόπων ἔμπειροι πρὸς τοὺς ἀπείρους τοσοῦτον ἐν ταῖς προελάσεσι καὶ ἀποχωρήσεσι διαφέροιεν ἂν ὅσονπερ οἱ ὁρῶντες τῶν τυφλῶν.
そして、土地の地理に慣れた者たちは不慣れな者たちに対して、前進および退却において、あたかも目の見える者が盲目の者に対して優るほどに優るであろう。
§8.4καὶ τοῦτο δὲ χρὴ εἰδέναι, ὅτι εὐωχούμενοι μὲν οἱ ἵπποι, ἐκπεπονημένοι δὲ ὥστε μὴ ἀποπνίγεσθαι ἐν τοῖς πόνοις, εὖ παρεσκευασμένοι εἰσί.
また、次のことも知っておくべきである。 すなわち、馬たちが十分に養われ、かつ労苦の中で息を切らさない程度に鍛えられているならば、十分に準備が整っているということである。
χρὴ δέ, ἐπείπερ χαλινοὶ καὶ ἐφίππια ἐξ ἱμάντων ἠρτημένα ἐστί, μήποτε τὸν ἵππαρχον τούτων ἔρημον εἶναι·
また、ハミや鞍が革紐から吊り下がっているものであるから、騎兵隊長は決してこれらを欠かしてはならない。
μικρᾷ γὰρ δαπάνῃ τοὺς ἀποροῦντας χρησίμους ἂν παρέχοιτο.
わずかな費用で、困っている者たちを役に立つ状態に保つことができるからである。
§8.5εἰ δέ τις νομίζοι πολλὰ ἔχειν ἂν πράγματα, εἰ οὕτω δεήσει ἀσκεῖν τὴν ἱππικήν, ἐνθυμηθήτω ὅτι οἱ εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀσκοῦντες πολὺ πλείω πράγματα καὶ χαλεπώτερα ἔχουσιν ἢ οἱ τὴν ἱππικὴν τὰ μάλιστα μελετῶντες.
もし、このように乗馬を鍛える必要があるとすれば、多くの困難を抱えることになると考える者がいるなら、体育競技のために鍛錬する者たちは、乗馬を最も熱心に練習する者たちよりも、はるかに多くの、かつ、より困難な労苦を抱えているということを心に留めるべきである。
§8.6καὶ γὰρ τῶν μὲν γυμνικῶν ἀσκημάτων τὰ πολλὰ σὺν ἱδρῶτι ἐκπονοῦνται, τῆς δὲ ἱππικῆς τὰ πλεῖστα μεθʼ ἡδονῆς.
というのも、体育の訓練の多くは汗を伴って苦心して行われるが、乗馬の訓練の大部分は喜びを伴って行われるからである。
ὅπερ γὰρ εὔξαιτʼ ἄν τις πτηνὸς γενέσθαι, οὐκ ἔστιν ὅ τι μᾶλλον τῶν ἀνθρωπίνων ἔργων ἔοικεν αὐτῷ.
実際、人が翼を得ることを願うであろうその状態に、人間の営みの中でこれほど似ているものは他にないからである。
§8.7καὶ μὴν τό γʼ ἐν πολέμῳ νικᾶν πολλῷ ἐνδοξότερον ἢ πυγμῇ·
さらに、戦争において勝利することは、拳闘で勝つことよりもはるかに名誉なことである。
μετέχει μὲν γάρ τι καὶ ἡ πόλις ταύτης τῆς δόξης·
なぜなら、都市もまたこの栄光をある程度分かち合うからである。
ὡς δὲ τὰ πολλὰ ἐπὶ τῇ τοῦ πολέμου νίκῃ καὶ εὐδαιμονίᾳ οἱ θεοὶ τὰς πόλεις στεφανοῦσιν, ὥστʼ οὐκ οἶδʼ ἔγωγε τί προσήκει ἄλλʼ ἄττα μᾶλλον ἀσκεῖσθαι ἢ τὰ πολεμικά.
また、多くの場合、神々は戦争における勝利と幸福に対して都市に冠を授けるのであり、したがって、軍事以上に鍛錬するにふさわしいものが他にあるのかどうか、私には全くわからない。
§8.8ἐννοεῖν δὲ χρὴ ὅτι καὶ οἱ κατὰ θάλατταν λῃσταὶ διὰ τὸ πονεῖν ἠσκηκέναι δύνανται ζῆν καὶ ἀπὸ τῶν πολὺ κρειττόνων.
また、次のことを考えるべきである。 すなわち、海上の海賊たちも、労苦に耐える訓練を積んでいるがゆえに、自分たちよりはるかに強力な者たちから奪うことによって生活できているということである。
προσήκει γε μὴν καὶ κατὰ γῆν οὐ τοῖς καρπουμένοις τὰ ἑαυτῶν ἀλλὰ τοῖς στερισκομένοις τῆς τροφῆς λῄζεσθαι·
しかし、陸上においても、自らの財産から収穫を得ている者たちではなく、食糧を奪われている者たちこそ、略奪を行うのがふさわしい。
ἢ γὰρ ἐργαστέον ἢ ἀπὸ τῶν εἰργασμένων θρεπτέον· ἄλλως δʼ οὐ ῥᾴδιον οὔτε βιοτεύειν οὔτε εἰρήνης τυχεῖν.
なぜなら、自分で働くか、あるいは他人が働いて得たものから養われなければならないからであり、それ以外の方法では、生活することも、平和を享受することも容易ではないからである。
§8.9μεμνῆσθαι δὲ κἀκεῖνο χρή, μήποτε ἐπὶ τοὺς κρείττους ἐλαύνειν ὄπισθεν ἵπποις δύσβατα ποιούμενον·
また、次のことも覚えておくべきである。 すなわち、自分の背後に、馬にとって通行困難な場所を残した状態で、より強力な敵に向かって進軍しては決してならないということである。
οὐ γὰρ ὅμοιον φεύγοντι καὶ διώκοντι σφαλῆναι.
なぜなら、退却する際につまずくことと、追撃する際につまずくこととは、同じではないからである。
§8.10ἔτι δὲ βούλομαι ὑπομνῆσαι καὶ τόδε φυλάττεσθαι.
さらに、次のことに注意するよう注意を促したい。
εἰσὶ γάρ τινες οἵ, ὅταν μὲν ἴωσιν ἐπὶ τούτους ὧν ἂν οἴωνται κρείττους εἶναι, παντάπασιν ἀσθενεῖ δυνάμει ἔρχονται, ὥστε πολλάκις ἔπαθον ἃ ᾤοντο ποιήσειν·
ある人々は、自分たちの方が優勢であると思う敵に向かって進むときには、非常に弱い戦力で向かうため、自分が敵に加えようと思っていた仕打ちを、しばしば自分自身が受けることになる。
ὅταν δʼ ἐπὶ τούτους ὧν ἂν σαφῶς ἐπίστωνται ἥττους ὄντες, πᾶσαν ὅσην ἂν ἔχωσι δύναμιν ἄγουσιν.
それに対して、自分たちが明らかに劣勢であることを知っている敵に向かうときには、自分たちが持っている限りの全戦力を率いていくのである。
§8.11ἐγὼ δέ φημι χρῆναι τἀναντία τούτων ποιεῖν·
しかし、私はこれとは逆のことをすべきであると主張する。
ὅταν μὲν κρατήσειν οἰόμενος ἄγῃ, μὴ φείδεσθαι τῆς δυνάμεως ὅσην ἂν ἔχῃ·
すなわち、勝利できると考えて軍を率いるときには、自分が持っている戦力を惜しみなく投入すべきである。
τὸ γὰρ πολὺ νικᾶν οὐδενὶ πώποτε μεταμέλειαν παρέσχεν·
なぜなら、圧倒的な大差で勝利したことで、後に後悔した者などこれまで一人もいないからである。
§8.12ὅταν δὲ τοῖς πολὺ κρείττοσιν ἐπιχειρῇ καὶ προγιγνώσκῃ ὅτι ποιήσαντα ὅ τι ἂν δύνηται φευκτέον ἐστίν, εἰς τὰ τοιαῦτά φημι πολὺ κρεῖττον εἶναι ὀλίγους ἢ πάντας προσάγειν, τοὺς μέντοι ἀπειλεγμένους καὶ ἵππους καὶ ἄνδρας τοὺς κρατίστους.
他方、はるかに強力な敵を攻撃し、できる限りの損害を与えた後は退却せねばならないとあらかじめ分かっているときには、そのような任務には、全員ではなく、少数を投入する方がはるかに良いと私は主張する。 ただし、それは精選された、最も強力な馬と人たちであるべきだ。
τοιοῦτοι γὰρ ὄντες καὶ ποιῆσαι ἄν τι καὶ ἀποχωρῆσαι ἀσφαλέστερον ἂν δύναιντο.
なぜなら、そのような者たちであれば、何かを成し遂げ、かつ、より安全に退却することができるからである。