§7.1παντὶ μὲν οὖν προσήκει ἄρχοντι φρονίμῳ εἶναι·
すべての支配者にとって思慮深くあることはふさわしい。
πολὺ μέντοι τὸν Ἀθηναίων ἵππαρχον διαφέρειν δεῖ καὶ τῷ τοὺς θεοὺς θεραπεύειν καὶ τῷ πολεμικὸν εἶναι, ᾧ γε ὑπάρχουσι μὲν ὅμοροι ἀντίπαλοι ἱππεῖς τε παραπλήσιοι τὸ πλῆθος καὶ ὁπλῖται πολλοί.
しかし、アテナイの騎兵隊長は、神々を崇めることにおいても、戦争に長けていることにおいても、遥かに優れていなければならない。 なぜなら、彼には、数においてほぼ匹敵する騎兵と多くの重装歩兵という、隣接する敵対者が存在するからである。
§7.2κἂν μὲν εἰς τὴν πολεμίαν ἐμβάλλειν ἐπιχειρῇ ἄνευ τῆς ἄλλης πόλεως, πρὸς ἀμφοτέρους τούτους μόνοις ἂν τοῖς ἱππεῦσι διακινδυνεύοι.
もし他の市民たちを伴わずに敵地に侵入しようとするなら、彼はこれら両方の敵に対して、騎兵だけで危険を冒さねばならないだろう。
ἢν δʼ οἱ πολέμιοι εἰς τὴν Ἀθηναίων χώραν ἐμβάλωσι, πρῶτον μὲν οὐκ ἂν ἄλλως ἔλθοιεν εἰ μὴ σὺν ἄλλοις τε ἱππεῦσι πρὸς τοῖς ἑαυτῶν καὶ πρὸς τούτοις ὁπλίταις ὁπόσοις ἂν οἴωνται πάντας Ἀθηναίους μὴ ἱκανοὺς εἶναι μάχεσθαι.
一方、もし敵がアテナイの領土に侵入してくるなら、まず彼らは自国の騎兵のほかに他国の騎兵を、さらにアテナイ人全員をもってしても戦うに足りないと彼らが思うほどの数の重装歩兵を伴わなければ、決して攻め込んでこないだろう。
§7.3πρὸς οὖν τοσούτους πολεμίους ἢν μὲν ἡ πόλις πᾶσα ἐπεξίῃ ἀρήξουσα τῇ χώρᾳ, ἐλπίδες καλαί.
したがって、これほど多くの敵に対して、もし都市全体が領土を救援するために出撃するならば、素晴らしい希望がある。
ἱππεῖς τε γὰρ σὺν θεῷ ἀμείνους, ἤν τις αὐτῶν ἐπιμελῆται ὡς δεῖ, ὁπλῖταί τε οὐ μείους ἔσονται καὶ τὰ σώματα τοίνυν οὐ χείρω ἔχοντες καὶ τὰς ψυχὰς φιλοτιμότεροι, ἢν ὀρθῶς ἀσκηθῶσι σὺν θεῷ.
なぜなら、誰かがしかるべく配慮するならば、神の助けによってアテナイの騎兵の方が優れており、重装歩兵の数も劣らず、彼らは肉体的にも劣らず、神の助けのもとで正しく鍛えられれば心においてもより名誉を重んじるからである。
καὶ μὴν ἐπί γε τοῖς προγόνοις οὐ μεῖον Ἀθηναῖοι ἢ Βοιωτοὶ φρονοῦσιν.
さらに、祖先の誇りに関しても、アテナイ人はボイオティア人に対して決して劣等感を感じてはいない。
§7.4ἢν δὲ ἡ μὲν πόλις τρέπηται ἐπὶ τὰ ναυτικὰ καὶ ἀρκῇ αὐτῇ τὰ τείχη διασῴζειν, ὥσπερ καὶ ὁπότε Λακεδαιμόνιοι σὺν ἅπασι τοῖς Ἕλλησιν ἐνέβαλον, τοὺς δὲ ἱππέας ἀξιώσῃ τά τε ἐκτὸς τοῦ τείχους διασῴζειν καὶ αὐτοὺς μόνους διακινδυνεύειν πρὸς πάντας τοὺς ἐναντίους, ἐνταῦθα δὴ θεῶν μὲν οἶμαι πρῶτον συμμάχων ἰσχυρῶν δεῖ, ἔπειτα δὲ καὶ τὸν ἵππαρχον προσήκει ἀποτετελεσμένον ἄνδρα εἶναι.
しかし、かつてラケダイモン人が全ギリシア人を伴って侵入したときのように、都市が海軍力に頼り、城壁を守り抜くことだけで十分とし、騎兵に対しては城壁の外側を守ること、そして自分たちだけで敵全員に対して危険を冒すことを求めるならば、そのときこそ、第一に神々という強力な同盟者が必要であると私は思うし、第二に騎兵隊長自身が完成された人物であることがふさわしい。
καὶ γὰρ φρονήσεως δεῖ πολλῆς πρὸς τοὺς πολὺ πλείους καὶ τόλμης, ὁπότε καιρὸς παραπέσοι·
なぜなら、はるかに多数の敵に対抗するためには、多大な思慮深さが必要であり、好機が訪れたときには大胆さが必要だからである。
§7.5δεῖ δέ, ὡς ἐμοὶ δοκεῖ, καὶ αὐτὸν προνοεῖν ἱκανὸν εἶναι.
また、私の考えでは、彼自身が自ら先を見越す能力を持っていなければならない。
πρὸς μὲν γὰρ τὸ παρὸν στράτευμα διακινδυνεύων, ᾧ μηδὲ ὅλη ἡ πόλις θέλοι ἀντικαθίστασθαι, δῆλον ὅτι πάσχοι ἂν ὅ τι οἱ κρείττους βούλοιντο, ποιεῖν δὲ οὐδὲν ἂν ἱκανὸς εἴη,
なぜなら、都市全体でさえ立ち向かおうとしない、そこに存在する軍勢に対して危険を冒すならば、彼が強者たちの望むがままの目に遭うであろうことは明らかであり、何ら有効な対抗手段を講じることはできないからである。
§7.6εἰ δὲ φυλάττοι μὲν τὰ ἔξω τείχους τοσούτοις ὅσοι σκοπεύειν τε τοὺς πολεμίους ἱκανοὶ ἔσονται καὶ ἀναχωρίζειν εἰς τὸ ἀσφαλὲς τὰ δεόμενα ὡς ἐκ πλείστου— ἱκανοὶ δὲ καὶ προορᾶν οὐδὲν ἧττον οἱ ὀλίγοι τῶν πολλῶν, καὶ φυλάττειν τοίνυν καὶ ἀναχωρίζειν τὰ φίλια οὐκ ἀκαιρότεροι οἱ μήτε αὑτοῖς μήτε τοῖς ἵπποις πιστεύοντες·
しかし、もし彼が、敵を偵察するのに十分であり、かつ必要な物資をできるだけ遠くから安全な場所へと避難させるのに十分なだけの人数で城壁の外側を守るならば――少人数でも大人数に劣らず先を見通すことは十分に可能であり、また、自分自身をも自分の馬をも過信しない者たちの方が、味方の物資を監視し避難させるのに不適当というわけではない。
§7.7ὁ γὰρ φόβος δεινὸς δοκεῖ συμφύλαξ εἶναι—τοὺς μὲν οὖν φύλακας ἐκ τούτων ἄν τις ποιῶν ἴσως ὀρθῶς βουλεύοιτο·
恐怖は恐るべき共同の番人であると思われるからである。 したがって、このような者たちから衛兵を構成するなら、おそらく正しい判断となるだろう。
τοὺς δὲ περιττοὺς τῆς φυλακῆς εἰ μέν τις στρατιὰν ἔχειν ἡγήσεται, ὀλίγη αὐτῷ φανεῖται·
他方、警戒任務に余る残りの兵について、もし彼らを軍隊として持っていると考えれば、それらはあまりに少なく思えるだろう。
τοῦ παντὸς γὰρ ἐνδεήσεται ὥστε ἐκ τοῦ ἐμφανοῦς διακινδυνεύειν·
堂々と危険を冒すには全く不足しているからである。
ἢν δὲ ὡς λῃσταῖς αὐτοῖς χρῆται, πάνυ ἂν ὡς τὸ εἰκὸς ἱκανὴν τοῦτο πράττειν ἔχοι δύναμιν.
しかし、もし彼らを襲撃兵として用いるならば、その任務を果たすのに極めて十分な力を発揮する可能性が高い。
§7.8δεῖ δέ, ὡς ἐμοὶ δοκεῖ, τούτους παρεσκευασμένους ἀεὶ ἔχοντα ὡς ποιεῖν τι μὴ καταφανῆ ὄντα φυλάττειν, ἤν τι ἁμαρτάνῃ τὸ τῶν πολεμίων στράτευμα.
さらに、私の考えでは、彼らを常に準備の整った状態にしておき、姿を現すことなく密かに警戒を続け、敵の軍勢が何か過ちを犯したときに、すかさず何らかの行動を起こせるようにしておく必要がある。
§7.9φιλοῦσι δέ πως στρατιῶται, ὅσῳ ἂν πλείους ὦσι, τοσούτῳ πλείω ἁμαρτάνειν.
兵士たちというものは、その数が多ければ多いほど、それだけ多くの過ちを犯しがちである。
ἢ γὰρ ἐπὶ τὰ ἐπιτήδεια ἐπιμελείᾳ σκεδάννυνται ἢ πορευομένων ἀταξίᾳ οἱ μὲν προέρχονται, οἱ δʼ ὑπολείπονται πλέον τοῦ καιροῦ.
というのも、食糧を確保しようとして四方に散らばるか、あるいは行軍中の無秩序によって、ある者は先走り、ある者は遅れすぎて取り残されるからである。
§7.10τὰ οὖν τοιαῦτα ἁμαρτήματα οὐ χρὴ παριέναι ἀκόλαστα (εἰ δὲ μή, ὅλη ἡ χώρα στρατόπεδον ἔσται) ἐκεῖνο καλῶς προνοοῦντα, καὶ ποιήσαντά τι φθάσαι ἀποχωρήσαντα πρὶν τὸ πολὺ βοηθοῦν ἐπιγενέσθαι.
したがって、このような過ちを処罰せずに見過ごしてはならない(さもなければ、領土全体が敵の陣地となってしまうだろう)。 そのことを十分に予測し、行動を起こした後は、敵の主力部隊が救援に来る前に、先んじて撤退しなければならない。
§7.11πολλάκις δὲ πορευόμενον στράτευμα καὶ εἰς ὁδοὺς ἔρχεται ἐν αἷς οὐδὲν πλέον οἱ πολλοὶ τῶν ὀλίγων δύνανται.
また、行軍中の軍勢は、しばしば多数の者が少数に対して何の優位も持たないような道に入ることがある。
καὶ ἐν διαβάσεσί γε ἔστι τῷ προσέχοντι τὸν νοῦν ἀσφαλῶς ἐφεπομένῳ ταμιεύσασθαι ὥστε ὁπόσοις ἂν βούληται τῶν πολεμίων ἐπιτίθεσθαι.
そして、渡河点などにおいては、注意を払いながら安全に追跡する者が、敵のうち自分が望むだけの人数に対して攻撃を加えられるように、状況をコントロールすることが可能である。
§7.12ἔστι δʼ ὅτε καλὸν καὶ στρατοπεδευομένοις καὶ ἀριστῶσι καὶ δειπνοποιουμένοις ἐπιχειρεῖν, καὶ ἐκ κοίτης γε ἀνισταμένοις.
また、敵が宿営しているとき、昼食をとっているとき、夕食を準備しているとき、そして寝床から起き上がるときに攻撃を仕掛けるのも良い機会である。
ἐν πᾶσι γὰρ τούτοις ἄοπλοι στρατιῶται γίγνονται, μείονα μὲν χρόνον οἱ ὁπλῖται, πλείονα δὲ οἱ ἱππεῖς.
なぜなら、これらすべての状況において、兵士たちは武器を手にしていないからであり、重装歩兵はその時間が比較的短いが、騎兵はより長いからである。
§7.13σκοποῖς μέντοι καὶ προφυλακαῖς οὐδέποτε δεῖ παύεσθαι ἐπιβουλεύοντα.
しかし、物見や前哨部隊に対しては、常に計略を巡らせることを怠ってはならない。
οὗτοι γὰρ αὖ ὀλίγοι μὲν ἀεὶ καθίστανται, πολὺ δὲ τοῦ ἰσχυροῦ ἐνίοτε ἀποστατοῦσιν.
なぜなら、これらもまた常に少人数で配置されており、時には彼らの本隊から遠く離れているからである。
§7.14ὅταν δὲ τὰ τοιαῦτα ἤδη καλῶς φυλάττωνται οἱ πολέμιοι, καλόν ἐστι σὺν θεῷ λαθόντα ἐλθεῖν εἰς τὴν πολεμίαν μεμελετηκότα ὡς πόσοι τε ἑκασταχοῦ καὶ ποῦ τῆς χώρας προφυλάττουσιν.
もし敵がすでにこのようなことに対して十分な警戒を行っているならば、神の助けのもと、どこの場所にそれぞれ何人ほど前哨部隊が配置されているかを十分に調査した上で、彼らに見つからずに敵地に侵入するのが良い。
οὐδεμία γὰρ οὕτω καλὴ λεία ὡς αἱ φυλακαί, ἢν κρατηθῶσι.
なぜなら、前哨部隊を制圧できるならば、これほど見事な戦果は他にないからである。
§7.15καὶ εὐεξαπάτητοι δʼ εἰσὶν οἱ φύλακες·
また、前哨の衛兵たちは容易に欺くことができる。
διώκουσι γὰρ ὅ τι ἂν ὀλίγον ἴδωσι, νομίζοντες σφίσι τοῦτο προστετάχθαι.
というのも、彼らは少数の敵を見かけると、それが自分たちの任務であると思い込んで追跡してくるからである。
τὰς μέντοι ἀποχωρήσεις σκοπεῖν δεῖ ὅπως μὴ ἐναντίαι τοῖς βοηθοῦσιν ἔσονται.
ただし、撤退経路については、敵の救援部隊と鉢合わせにならないように十分に考慮しておかなければならない。