§7.1παντὶ μὲν οὖν προσήκει ἄρχοντι φρονίμῳ εἶναι· πολὺ μέντοι τὸν Ἀθηναίων ἵππαρχον διαφέρειν δεῖ καὶ τῷ τοὺς θεοὺς θεραπεύειν καὶ τῷ πολεμικὸν εἶναι, ᾧ γε ὑπάρχουσι μὲν ὅμοροι ἀντίπαλοι ἱππεῖς τε παραπλήσιοι τὸ πλῆθος καὶ ὁπλῖται πολλοί.
对于每一位统治者来说,明智都是理所当然的;然而,雅典的骑兵指挥官必须在敬神和擅长军事这两个方面都远远超出他人,因为他有着相邻的对手,即数量相当的骑兵和众多的重装步兵。
§7.2κἂν μὲν εἰς τὴν πολεμίαν ἐμβάλλειν ἐπιχειρῇ ἄνευ τῆς ἄλλης πόλεως, πρὸς ἀμφοτέρους τούτους μόνοις ἂν τοῖς ἱππεῦσι διακινδυνεύοι.
如果他企图在没有城邦其他公民伴随的情况下侵入敌境,他就必须仅凭骑兵去对抗这两者而冒险。
ἢν δʼ οἱ πολέμιοι εἰς τὴν Ἀθηναίων χώραν ἐμβάλωσι, πρῶτον μὲν οὐκ ἂν ἄλλως ἔλθοιεν εἰ μὴ σὺν ἄλλοις τε ἱππεῦσι πρὸς τοῖς ἑαυτῶν καὶ πρὸς τούτοις ὁπλίταις ὁπόσοις ἂν οἴωνται πάντας Ἀθηναίους μὴ ἱκανοὺς εἶναι μάχεσθαι.
另一方面,如果敌人入侵雅典领土,首先,他们如果不除了自己的骑兵外还带着其他骑兵,并且再加上他们认为即使全体雅典人也不足以与之抗衡的众多重装步兵,他们就绝不会前来。
§7.3πρὸς οὖν τοσούτους πολεμίους ἢν μὲν ἡ πόλις πᾶσα ἐπεξίῃ ἀρήξουσα τῇ χώρᾳ, ἐλπίδες καλαί.
因此,面对如此众多的敌人,如果整个城邦都出兵来保卫领土,那么就存在着美好的希望。
ἱππεῖς τε γὰρ σὺν θεῷ ἀμείνους, ἤν τις αὐτῶν ἐπιμελῆται ὡς δεῖ, ὁπλῖταί τε οὐ μείους ἔσονται καὶ τὰ σώματα τοίνυν οὐ χείρω ἔχοντες καὶ τὰς ψυχὰς φιλοτιμότεροι, ἢν ὀρθῶς ἀσκηθῶσι σὺν θεῷ.
因为在神明的帮助下,如果有人如其所需地照料他们,骑兵会更优秀,而重装步兵在数量上也不会少,而且只要在神明的帮助下得到正确的训练,他们的体魄也毫不逊色,且在心灵上更具荣誉感。
καὶ μὴν ἐπί γε τοῖς προγόνοις οὐ μεῖον Ἀθηναῖοι ἢ Βοιωτοὶ φρονοῦσιν.
此外,在对祖先的自豪感上,雅典人也绝不亚于波奥提亚人。
§7.4ἢν δὲ ἡ μὲν πόλις τρέπηται ἐπὶ τὰ ναυτικὰ καὶ ἀρκῇ αὐτῇ τὰ τείχη διασῴζειν, ὥσπερ καὶ ὁπότε Λακεδαιμόνιοι σὺν ἅπασι τοῖς Ἕλλησιν ἐνέβαλον, τοὺς δὲ ἱππέας ἀξιώσῃ τά τε ἐκτὸς τοῦ τείχους διασῴζειν καὶ αὐτοὺς μόνους διακινδυνεύειν πρὸς πάντας τοὺς ἐναντίους, ἐνταῦθα δὴ θεῶν μὲν οἶμαι πρῶτον συμμάχων ἰσχυρῶν δεῖ, ἔπειτα δὲ καὶ τὸν ἵππαρχον προσήκει ἀποτετελεσμένον ἄνδρα εἶναι.
但是,如果城邦转向海军事务,并满足于保全城墙,就像拉栖代梦人率领全体希腊人入侵时那样,而要求骑兵去保全城墙外的事物,并让他们独自去冒险对抗所有的敌人,那么,我认为首先需要神明作为强有力的盟友,其次,骑兵指挥官必须是一个完美无缺的人。
καὶ γὰρ φρονήσεως δεῖ πολλῆς πρὸς τοὺς πολὺ πλείους καὶ τόλμης, ὁπότε καιρὸς παραπέσοι·
因为面对数量远多于己的敌人,需要极大的智慧,并且在机会来临时需要胆识。
§7.5δεῖ δέ, ὡς ἐμοὶ δοκεῖ, καὶ αὐτὸν προνοεῖν ἱκανὸν εἶναι.
而且,在我看来,他自己也必须有足够的前瞻能力。
πρὸς μὲν γὰρ τὸ παρὸν στράτευμα διακινδυνεύων, ᾧ μηδὲ ὅλη ἡ πόλις θέλοι ἀντικαθίστασθαι, δῆλον ὅτι πάσχοι ἂν ὅ τι οἱ κρείττους βούλοιντο, ποιεῖν δὲ οὐδὲν ἂν ἱκανὸς εἴη,
因为如果他去与眼前的军队冒险对抗——这支军队甚至是整个城邦都不愿去迎战的——那么显而易见,他将会遭受强者所意图的任何处置,而他自己将无能为力。
§7.6εἰ δὲ φυλάττοι μὲν τὰ ἔξω τείχους τοσούτοις ὅσοι σκοπεύειν τε τοὺς πολεμίους ἱκανοὶ ἔσονται καὶ ἀναχωρίζειν εἰς τὸ ἀσφαλὲς τὰ δεόμενα ὡς ἐκ πλείστου— ἱκανοὶ δὲ καὶ προορᾶν οὐδὲν ἧττον οἱ ὀλίγοι τῶν πολλῶν, καὶ φυλάττειν τοίνυν καὶ ἀναχωρίζειν τὰ φίλια οὐκ ἀκαιρότεροι οἱ μήτε αὑτοῖς μήτε τοῖς ἵπποις πιστεύοντες· §7.7ὁ γὰρ φόβος δεινὸς δοκεῖ συμφύλαξ εἶναι—τοὺς μὲν οὖν φύλακας ἐκ τούτων ἄν τις ποιῶν ἴσως ὀρθῶς βουλεύοιτο·
但是,如果他用足够的人手去防守城墙外的事物,这些人手只要足以监视敌人,并能尽可能从远处将所需物资撤退到安全地带——而少数人比起多数人来在预见方面毫不逊色,况且,那些既不自信也不相信自己马匹的人,在看守和撤退友方物资方面也并非不合适;因为恐惧似乎是一个强有力的共同看守者——因此,如果有人用这些人来充当卫兵,也许会是正确的决策。
τοὺς δὲ περιττοὺς τῆς φυλακῆς εἰ μέν τις στρατιὰν ἔχειν ἡγήσεται, ὀλίγη αὐτῷ φανεῖται· τοῦ παντὸς γὰρ ἐνδεήσεται ὥστε ἐκ τοῦ ἐμφανοῦς διακινδυνεύειν·
而对于防守之外多余的人员,如果有人认为自己拥有一支军队,那它就显得太少了;因为他们完全不足以公开去冒险。
ἢν δὲ ὡς λῃσταῖς αὐτοῖς χρῆται, πάνυ ἂν ὡς τὸ εἰκὸς ἱκανὴν τοῦτο πράττειν ἔχοι δύναμιν.
但如果把他们当作突袭者来使用,他们很可能拥有极充分的力量来执行这一任务。
§7.8δεῖ δέ, ὡς ἐμοὶ δοκεῖ, τούτους παρεσκευασμένους ἀεὶ ἔχοντα ὡς ποιεῖν τι μὴ καταφανῆ ὄντα φυλάττειν, ἤν τι ἁμαρτάνῃ τὸ τῶν πολεμίων στράτευμα.
此外,在我看来,必须使这些人始终保持准备就绪的状态,以便在不暴露行踪的情况下进行监视,一旦敌军犯下任何错误,就能有所行动。
§7.9φιλοῦσι δέ πως στρατιῶται, ὅσῳ ἂν πλείους ὦσι, τοσούτῳ πλείω ἁμαρτάνειν.
兵士们往往是这样:人数越多,犯的错误就越多。
ἢ γὰρ ἐπὶ τὰ ἐπιτήδεια ἐπιμελείᾳ σκεδάννυνται ἢ πορευομένων ἀταξίᾳ οἱ μὲν προέρχονται, οἱ δʼ ὑπολείπονται πλέον τοῦ καιροῦ.
因为他们要么为了寻找食物而四处散开,要么在行军时由于缺乏纪律,有的人走得太靠前,而有的人则落后太多。
§7.10τὰ οὖν τοιαῦτα ἁμαρτήματα οὐ χρὴ παριέναι ἀκόλαστα (εἰ δὲ μή, ὅλη ἡ χώρα στρατόπεδον ἔσται) ἐκεῖνο καλῶς προνοοῦντα, καὶ ποιήσαντά τι φθάσαι ἀποχωρήσαντα πρὶν τὸ πολὺ βοηθοῦν ἐπιγενέσθαι.
因此,绝不能对这样的错误放任不惩(否则,整个国土都会变成敌人的营地),对此必须做好充分的预想,并且在采取行动之后,要在敌人大批援军到来之前,抢先撤退。
§7.11πολλάκις δὲ πορευόμενον στράτευμα καὶ εἰς ὁδοὺς ἔρχεται ἐν αἷς οὐδὲν πλέον οἱ πολλοὶ τῶν ὀλίγων δύνανται.
而且,行军中的军队常常会进入一些道路,在这些道路上多数人并不比少数人更有优势。
καὶ ἐν διαβάσεσί γε ἔστι τῷ προσέχοντι τὸν νοῦν ἀσφαλῶς ἐφεπομένῳ ταμιεύσασθαι ὥστε ὁπόσοις ἂν βούληται τῶν πολεμίων ἐπιτίθεσθαι.
在渡口等地方,注意观察并安全尾随的人,确实可以掌控局势,从而只向他所希望的数量的敌人发起攻击。
§7.12ἔστι δʼ ὅτε καλὸν καὶ στρατοπεδευομένοις καὶ ἀριστῶσι καὶ δειπνοποιουμένοις ἐπιχειρεῖν, καὶ ἐκ κοίτης γε ἀνισταμένοις.
有时,在他们安营扎寨、吃午饭、准备晚饭,以及刚从睡床起床时发起攻击,也是极好的机会。
ἐν πᾶσι γὰρ τούτοις ἄοπλοι στρατιῶται γίγνονται, μείονα μὲν χρόνον οἱ ὁπλῖται, πλείονα δὲ οἱ ἱππεῖς.
因为在所有这些情况下,士兵们都是不带武器的,重装步兵无武器的时间较短,而骑兵则较长。
§7.13σκοποῖς μέντοι καὶ προφυλακαῖς οὐδέποτε δεῖ παύεσθαι ἐπιβουλεύοντα.
然而,对于哨兵和前哨部队,绝不能停止设谋攻击。
οὗτοι γὰρ αὖ ὀλίγοι μὲν ἀεὶ καθίστανται, πολὺ δὲ τοῦ ἰσχυροῦ ἐνίοτε ἀποστατοῦσιν.
因为他们同样总是人数稀少地被部署着,而且有时远离他们的主力部队。
§7.14ὅταν δὲ τὰ τοιαῦτα ἤδη καλῶς φυλάττωνται οἱ πολέμιοι, καλόν ἐστι σὺν θεῷ λαθόντα ἐλθεῖν εἰς τὴν πολεμίαν μεμελετηκότα ὡς πόσοι τε ἑκασταχοῦ καὶ ποῦ τῆς χώρας προφυλάττουσιν.
当敌人已经对这些事情做好了充分防范时,在神明的帮助下,在事先研究好各地有多少前哨以及他们在国土的什么地方防守之后,悄悄潜入敌境是极好的。
οὐδεμία γὰρ οὕτω καλὴ λεία ὡς αἱ φυλακαί, ἢν κρατηθῶσι.
因为如果能战胜守卫,没有什么战利品能像守卫一样丰厚。
§7.15καὶ εὐεξαπάτητοι δʼ εἰσὶν οἱ φύλακες· διώκουσι γὰρ ὅ τι ἂν ὀλίγον ἴδωσι, νομίζοντες σφίσι τοῦτο προστετάχθαι.
而且守卫也很容易上当受骗;因为他们一旦看到少数敌人就会进行追击,以为这就是分派给他们的任务。
τὰς μέντοι ἀποχωρήσεις σκοπεῖν δεῖ ὅπως μὴ ἐναντίαι τοῖς βοηθοῦσιν ἔσονται.
然而,必须考虑撤退路线,以免迎面撞上赶来增援的敌军。