Humanitext Reader

クセノポン · 政府の財源 §4.40-4.52

銀山開発の実行手順と戦時における防衛策

7 / 9 箇所 · ギリシア語

要旨

著者は平和時の収入増加を背景とした銀山整備計画を提唱し、戦争が発生した場合でも砦の建設や地理的優位性によって銀山を防衛することが可能であることを説明する。さらに、この計画が国家の財政難を解消し、市民の訓練や軍事的規律を高めることにもつながることを論じる。

§4.40οὕτως ἔμοιγε δοκεῖ, ᾗπερ ῥᾷστον, ταύτῃ καὶ ἄριστον εἶναι ταῦτα πράττειν.
私には、これらを実行するには、最も容易な方法こそが最も優れた方法でもあると思われる。
εἰ δʼ αὖ διὰ τὰς ἐν τῷ νῦν πολέμῳ γεγενημένας εἰσφορὰς νομίζετʼ ἂν μηδʼ ὁτιοῦν δύνασθαι εἰσενεγκεῖν, ὑμεῖς δὴ ὅσα μὲν πρὸ τῆς εἰρήνης χρήματα ηὕρισκε τὰ τέλη, ἀπὸ τοσούτων καὶ τὸ ἐπιὸν ἔτος διοικεῖτε τὴν πόλιν, ὅσα δʼ ἂν ἐφευρίσκῃ διὰ τὸ εἰρήνην τε εἶναι καὶ διὰ τὸ θεραπεύεσθαι μετοίκους καὶ ἐμπόρους καὶ διὰ τὸ πλειόνων ἀνθρώπων πλείω εἰσάγεσθαι καὶ ἐξάγεσθαι καὶ διὰ τὸ τὰ ἐλλιμένια καὶ τὰς ἀγορὰς αὐξάνεσθαι, ταῦτα λαμβάνοντες κατασκευάζεσθε ὡς ἂν πλεῖσται αἱ πρόσοδοι γίγνοιντο.
もしまた、現在の戦争中に生じた戦時特別税のために、何一つ資金を払い込むことができないと思われるならば、諸君は、平和の前に税収入がもたらしていたのと同額の資金から、翌年も国家を管理運営し、一方で、平和になったこと、在留外国人や商人が手厚く扱われること、より多くの人々によってより多くの商品が輸出入されること、そして港湾税や市場税が増大することによって、新たに得られるであろうすべての余剰収入を受け取り、それらを用いて、収入が最大となるような体制を整えるがよい。
§4.41εἰ δέ τινες αὖ φοβοῦνται μὴ ματαία ἂν γένοιτο αὕτη ἡ κατασκευή, εἰ πόλεμος ἐγερθείη, ἐννοησάτωσαν ὅτι τούτων γιγνομένων πολὺ φοβερώτερος ὁ πόλεμος τοῖς ἐπιφέρουσιν ἢ τῇ πόλει.
もしまた、戦争が起こった場合に、この設備が無駄になってしまうのではないかと恐れる者がいるならば、彼らは、これらのことが実現すれば、戦争は国家に対するよりも、それを仕掛けてくる者たちにとってはるかに恐ろしいものになるということを、よく考えるべきである。
§4.42τί γὰρ δὴ εἰς πόλεμον κτῆμα χρησιμώτερον ἀνθρώπων;
なぜなら、戦争において人間ほど有用な財産が他にあるだろうか。
πολλὰς μὲν γὰρ ναῦς πληροῦν ἱκανοὶ ἂν εἶεν δημοσίᾳ· πολλοὶ δʼ ἂν καὶ πεζοὶ δύναιντʼ ἂν βαρεῖς εἶναι τοῖς πολεμίοις, εἴ τις αὐτοὺς θεραπεύοι.
公的な財源から多くの船に人員を満たすことができるだろうし、また、もし誰かが彼らを保護するならば、多くの歩兵も敵にとって重い脅威となり得るからである。
§4.43λογίζομαι δʼ ἔγωγε καὶ πολέμου γιγνομένου οἷόν τʼ εἶναι μὴ ἐκλείπεσθαι τὰ ἀργύρεια.
そして私としては、戦争が起こった場合でも銀山が放棄されないことは可能であると計算している。
ἔστι μὲν γὰρ δήπου περὶ τὰ μέταλλα ἐν τῇ πρὸς μεσημβρίαν τεῖχος ἐν Ἀναφλύστῳ, ἔστι δʼ ἐν τῇ πρὸς ἄρκτον τεῖχος ἐν Θορικῷ·
というのも、鉱山のあたりには、南側にはアナフリュストスに砦があり、北側にはトリコスに砦があるからである。
ἀπέχει δὲ ταῦτα ἀπʼ ἀλλήλων ἀμφὶ τὰ ἑξήκοντα στάδια.
これらは互いに約六十スタディオン離れている。
§4.44εἰ οὖν καὶ ἐν μέσῳ τούτων γένοιτο ἐπὶ τῷ ὑψηλοτάτῳ Βήσης τρίτον ἔρυμα, συνήκοι τʼ ἂν τὰ ἔργα εἰς ἓν ἐξ ἁπάντων τῶν τειχῶν, καὶ εἴ τι αἰσθάνοιτο πολεμικόν, βραχὺ ἂν εἴη ἑκάστῳ εἰς τὸ ἀσφαλὲς ἀποχωρῆσαι.
それゆえ、もしこれらの中間、ベサの最も高い場所に第三の砦が建てられるならば、すべての砦から作業現場が一つの視野に収まり、もし何か戦闘の兆候を察知したとしても、各自が安全な場所へ退避するのは短い距離で済むであろう。
§4.45εἰ δὲ καὶ ἔλθοιεν πλείους οἱ πολέμιοι, δῆλον ὅτι εἰ μὲν σῖτον ἢ οἶνον ἢ πρόβατα ἔξω εὕροιεν, ἀφέλοιντʼ ἂν ταῦτα· ἀργυρίτιδος δὲ κρατήσαντες τί ἂν μᾶλλον ἢ λίθοις ἔχοιεν χρῆσθαι;
また、もし敵がより大挙してやって来たとしても、屋外で穀物やワインや家畜を見つければそれらを奪うことは明らかであるが、銀鉱石を手に入れたところで、石ころを用いるのと何が違うというのだろうか。
§4.46πῶς δὲ καὶ ὁρμήσειαν ἄν ποτε πολέμιοι πρὸς τὰ μέταλλα;
またそもそも、敵がどうやって銀山へ進撃し得るというのか。
ἀπέχει μὲν γὰρ δήπου τῶν ἀργυρείων ἡ ἐγγύτατα πόλις Μέγαρα πολὺ πλέον τῶν πεντακοσίων σταδίων· ἀπέχει δὲ ἡ μετὰ ταῦτα πλησιαίτατα Θῆβαι πολὺ πλέον τῶν ἑξακοσίων.
なぜなら、銀山に最も近い都市メガラは、優に五百スタディオン以上離れており、その次に近いテーバイも、優に六百スタディオン以上離れているからである。
§4.47ἢν οὖν πορεύωνται ἐντεῦθέν ποθεν ἐπὶ τὰ ἀργύρεια, παριέναι αὐτοὺς δεήσει τὴν πόλιν·
それゆえ、もし彼らがそれらの場所のどこかから銀山へ進軍するならば、アテナイの市街を通り過ぎなければならないだろう。
κἂν μὲν ὦσιν ὀλίγοι, εἰκὸς αὐτοὺς ἀπόλλυσθαι καὶ ὑπὸ ἱππέων καὶ ὑπὸ περιπόλων.
そしてもし少数の軍勢であるなら、騎兵や警備兵によって撃破されるのが落ちである。
πολλῇ γε μὴν δυνάμει πορεύεσθαι ἐξερημοῦντας τὰ ἑαυτῶν χαλεπόν·
また、大軍で進軍するにしても、自国を無防備にすることは困難である。
πολὺ γὰρ ἐγγύτερον ἂν εἴη ταῖς πόλεσιν αὐτῶν τὸ τῶν Ἀθηναίων ἄστυ ἢ αὐτοὶ πρὸς τοῖς μετάλλοις ὄντες.
なぜなら、彼ら自身が鉱山にいるよりも、アテナイの市街の方が彼らの都市にはるかに近いからである。
§4.48εἰ δὲ καὶ ἔλθοιεν, πῶς ἂν καὶ δύναιντο μένειν μὴ ἔχοντες τὰ ἐπιτήδεια;
また、仮に彼らがやって来たとしても、食料を持たずにどうやって留まり続けることができるだろうか。
ἐπισιτίζεσθαί γε μὴν μέρει μὲν κίνδυνος καὶ περὶ τῶν μετιόντων καὶ περὶ ὧν ἀγωνίζονται·
食料を調達しようにも、一部の兵で調達に赴くことは、調達に向かう者たちにとっても、彼らが戦っている目的(すなわち軍の維持)にとっても危険である。
πάντες δὲ ἀεὶ μετιόντες πολιορκοῖντʼ ἂν μᾶλλον ἢ πολιορκοῖεν.
しかし全員で常に調達に赴くなら、彼らは包囲する側ではなく、むしろ包囲される側になってしまうだろう。
§4.49οὐ τοίνυν μόνον ἡ ἀπὸ τῶν ἀνδραπόδων ἀποφορὰ τὴν διατροφὴν τῇ πόλει αὔξοι ἄν, ἀλλὰ πολυανθρωπίας περὶ τὰ μέταλλα ἁθροιζομένης καὶ ἀπʼ ἀγορᾶς τῆς ἐκεῖ καὶ ἀπʼ οἰκιῶν περὶ τἀργύρεια δημοσίων καὶ ἀπὸ καμίνων καὶ ἀπὸ τῶν ἄλλων ἁπάντων πρόσοδοι ἂν πολλαὶ γίγνοιντο.
したがって、奴隷からの租税が国家の扶養を増大させるだけでなく、鉱山周辺に多くの人々が集まることで、そこでの市場から、また銀山周辺の公有の家屋から、また製錬炉から、そして他のあらゆるものから、多くの収入が生じるであろう。
§4.50ἰσχυρῶς γὰρ καὶ αὐτὴ πολυάνθρωπος ἂν γένοιτο πόλις, εἰ οὕτως κατασκευασθείη· καὶ οἵ γε χῶροι οὐδὲν ἂν εἶεν μείονος ἄξιοι τοῖς κεκτημένοις ἐνταῦθα ἢ τοῖς περὶ τὸ ἄστυ.
なぜなら、もしこのように設備が整えられるなら、その場所自体も強力に人口の多い都市となるであろうし、その土地は、そこに所有地を持つ人々にとって、市街周辺の土地に決して劣らない価値を持つものとなるからである。
§4.51πραχθέντων γε μὴν ὧν εἴρηκα φημὶ ἐγὼ οὐ μόνον ἂν χρήμασιν εὐπορωτέραν τὴν πόλιν εἶναι, ἀλλὰ καὶ εὐπειθεστέραν καὶ εὐτακτοτέραν καὶ εὐπολεμωτέραν γενέσθαι.
私の述べたことが実行されるならば、国家は資金面でより豊かになるだけでなく、より従順で、より秩序正しく、より戦争に強いものになると私は断言する。
§4.52οἵ τε γὰρ ταχθέντες γυμνάζεσθαι πολὺ ἂν ἐπιμελέστερον τοῦτο πράττοιεν ἐν τοῖς γυμνασίοις τὴν τροφὴν ἀπολαμβάνοντες ἢ ἐν ταῖς λαμπάσι γυμνασιαρχούμενοι· οἵ τε φρουρεῖν ἐν τοῖς φρουρίοις οἵ τε πελτάζειν καὶ περιπολεῖν τὴν χώραν πάντα ταῦτα μᾶλλον ἂν πράττοιεν, ἐφʼ ἑκάστοις τῶν ἔργων τῆς τροφῆς ἀποδιδομένης.
なぜなら、訓練を課された者たちは、松明競争の費用の支援を受けて訓練を受けるよりも、体育館で扶養費を受け取る方が、はるかに入念にその訓練を行うであろうし、また砦で守備につく者たちや、軽装兵として働き、国土を巡回する者たちも、これらすべての任務に対して、個々の活動ごとに扶養費が支払われるならば、それらをより積極的に行うであろうからである。

語釈・文法注

  1. 4.40ὡς ἂν πλεῖσται αἱ πρόσοδοι γίγνοιντο — ὡς ἄν に希求法(γίγνοιντο)が続く目的・結果の表現。ここでは「~となるように」という目的、あるいは「~となり得るように」という可能のニュアンスを含む。
  2. 4.41τούτων γιγνομένων — 属格独立分詞構文で、条件(「もしこれらのことが行われるならば」)を表す。後続の主節の比較級(φοβερώτερος)と対応している。
  3. 4.47πολλῇ γε μὴν δυνάμει πορεύεσθαι ἐξερημοῦντας τὰ ἑαυτῶν χαλεπόν — πορεύεσθαι が不定詞の主語で、ἐξερημοῦντας はその意味上の主語(不定詞の意味上の主語として対格が要求される)にかかる分詞である。全体として「自分たちの国を無防備にしながら大軍で進軍することは困難である」という意味になる。
  4. 4.48περί τε τῶν μετιόντων καὶ περὶ ὧν ἀγωνίζονται — μετιόντων は「食料を求めて出かけていく人々」を指す現在分詞。ὧν は関係代名詞で、先行詞(「彼らがそのために戦っている目的」または「彼らが守ろうとしている留守部隊や陣地」)が省略されて関係節の中に吸収されている。
  5. 4.52ἐν ταῖς λαμπάσι γυμνασιαρχούμενοι — γυμνασιαρχούμενοι は「ギムナシアロコス(体育祭監督官)の支援や管理を受ける」の受動態。松明競走などの祝祭の費用を富裕市民が負担する奉仕義務(レイトゥルギア)の制度に言及している。

この箇所を引用する

クセノポン, 政府の財源 §4.40-4.52. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0032.tlg011.humanitext-grc2:4.40-4.52

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。