§4.1τά γε μὴν ἀργύρεια εἰ κατασκευασθείη ὡς δεῖ, πάμπολλα ἂν νομίζω χρήματα ἐξ αὐτῶν καὶ ἄνευ τῶν ἄλλων προσόδων προσιέναι.
もし銀山が適切に整備されるならば、他の収入が全くなくとも、それらから極めて多くの資金が入ってくることになると私は考える。
βούλομαι δὲ καὶ τοῖς μὴ εἰδόσι τὴν τούτων δύναμιν δηλῶσαι.
そして、これら銀山の実力を知らない人々に対しても、その実力を明らかにしたい。
ταύτην γὰρ γνόντες καὶ ὅπως χρῆσθαι δεῖ αὐτοῖς ἄμεινον ἂν βουλεύοισθε.
これらを理解し、またそれをどのように用いるべきかを知れば、あなた方はより良く討議できるであろうから。
§4.2οὐκοῦν ὅτι μὲν πάνυ πάλαι ἐνεργά ἐστι, πᾶσι σαφές·
そもそも、これらが極めて古くから稼働していることは誰にとっても明らかである。
οὐδεὶς γοῦν οὐδὲ πειρᾶται λέγειν ἀπὸ ποίου χρόνου ἐπεχειρήθη·
実際、いつの時代から手がけられたのか、誰も言おうとさえしない。
οὕτω δὲ πάλαι ὀρυττομένης τε καὶ ἐκφορουμένης τῆς ἀργυρίτιδος κατανοήσατε τί μέρος οἱ ἐκβεβλημένοι σωροὶ τῶν αὐτοφυῶν τε καὶ ὑπαργύρων λόφων.
銀鉱石がこのように古くから採掘され、運び出されているというのに、掘り出されて外に積み上げられた土の山が、自然の、かつ銀を含んだ丘のどれほどわずかな部分にすぎないかを考えてみてほしい。
§4.3οὐδὲ μὴν ὁ ἀργυρώδης τόπος εἰς μεῖόν τι συστελλόμενος, ἀλλʼ ἀεὶ ἐπὶ πλέον ἐκτεινόμενος φανερός ἐστιν.
さらに、銀を含む地域は、決して縮小することなく、常にますます拡大していることが明らかである。
ἐν ᾧ γε μὴν χρόνῳ οἱ πλεῖστοι ἄνθρωποι ἐγένοντο ἐν αὐτοῖς, οὐδεὶς πώποτε ἔργου ἠπόρησεν, ἀλλʼ ἀεὶ τὰ ἔργα τῶν ἐργαζομένων περιῆν.
実に、かつて最も多くの人々がそこに入った時期においてさえ、誰一人として仕事を欠いて困ることはなく、常に、働く人々に対して仕事が余るほどであった。
§4.4καὶ νῦν δὲ οἱ κεκτημένοι ἐν τοῖς μετάλλοις ἀνδράποδα οὐδεὶς τοῦ πλήθους ἀφαιρεῖ, ἀλλʼ ἀεὶ προσκτᾶται ὁπόσα ἂν πλεῖστα δύνηται.
そして今でも、鉱山に奴隷を所有している人々の中で、その数を減らす者は誰もおらず、常にできるだけ多くの奴隷をさらに獲得しようとしている。
καὶ γὰρ δὴ ὅταν μὲν ὀλίγοι ὀρύττωσι καὶ ζητῶσιν, ὀλίγα οἶμαι καὶ τὰ χρήματα εὑρίσκεται· ὅταν δὲ πολλοί, πολλαπλασία ἡ ἀργυρῖτις ἀναφαίνεται.
というのも、少数の人々が採掘し探索するときには、見出される富も少ないと私は思うが、多くの人々が採掘するときには、何倍もの銀鉱石が姿を現すからである。
§4.5ὥστε ἐν μόνῳ τούτῳ ὧν ἐγὼ οἶδα ἔργων οὐδὲ φθονεῖ οὐδεὶς τοῖς ἐπικατασκευαζομένοις.
したがって、私の知るあらゆる事業の中で、この事業においてのみ、新たに開発に乗り出す人々を誰も妬まないのである。
ἔτι δὲ οἱ μὲν ἀγροὺς κεκτημένοι πάντες ἔχοιεν ἂν εἰπεῖν ὁπόσα ζεύγη ἀρκεῖ εἰς τὸ χωρίον καὶ ὁπόσοι ἐργάται·
さらに、農地を所有する人々は皆、その土地に何対の軛獣と何人の労働者があれば十分であるかを言うことができる。
ἢν δʼ ἐπὶ πλέον τῶν ἱκανῶν ἐμβάλλῃ τις, ζημίαν λογίζονται·
しかし、もし誰かが十分な数を超えて投入するならば、彼らはそれを損失とみなす。
ἐν δὲ τοῖς ἀργυρείοις ἔργοις πάντες δή φασιν ἐνδεῖσθαι ἐργατῶν.
それに対して、銀山の事業においては、誰もが労働者が不足していると言うのである。
§4.6καὶ γὰρ οὐδʼ ὥσπερ ὅταν πολλοὶ χαλκοτύποι γένωνται, ἀξίων γενομένων τῶν χαλκευτικῶν ἔργων, καταλύονται οἱ χαλκοτύποι, καὶ οἱ σιδηρεῖς γε ὡσαύτως· καὶ ὅταν γε πολὺς σῖτος καὶ οἶνος γένηται, ἀξίων ὄντων τῶν καρπῶν, ἀλυσιτελεῖς αἱ γεωργίαι γίγνονται, ὥστε πολλοὶ ἀφέμενοι τοῦ τὴν γῆν ἐργάζεσθαι ἐπʼ ἐμπορίας καὶ καπηλείας καὶ τοκισμοὺς τρέπονται· ἀργυρῖτις δὲ ὅσῳ ἂν πλείων φαίνηται καὶ ἀργύριον πλέον γίγνηται, τοσούτῳ πλείονες ἐπὶ τὸ ἔργον τοῦτο ἔρχονται.
というのも、多くの銅細工人が現れて銅製品の価値が下がったときに、銅細工人が廃業に追い込まれるのとは異なり、鉄細工人の場合も同様であるが、また、穀物やワインが大量に生産されてそれらの作物の価値が下がったときに、農業が利益を生まなくなり、その結果、多くの人々が土地を耕すことをやめて貿易や小売業や高利貸しに転向するのとも異なり、銀鉱石がますます発見され、銀がますます増えれば増えるほど、それだけ多くの人々がこの事業に集まってくるからである。
§4.7καὶ γὰρ δὴ ἔπιπλα μέν, ἐπειδὰν ἱκανά τις κτήσηται τῇ οἰκίᾳ, οὐ μάλα ἔτι προσωνοῦνται· ἀργύριον δὲ οὐδείς πω οὕτω πολὺ ἐκτήσατο ὥστε μηκέτι προσδεῖσθαι·
なぜなら、家具については、家に十分な数を手に入れたときには、人々はそれ以上買い足そうとはしないが、銀については、これ以上必要がないほど多くを手に入れた者は未だかつて誰もいないからである。
ἀλλʼ ἤν τισι γένηται παμπληθές, τὸ περιττεῦον κατορύττοντες οὐδὲν ἧττον ἥδονται ἢ χρώμενοι αὐτῷ.
それどころか、もし誰かが極めて大量の銀を手にしたとしても、余剰のものを地中に埋めながら、それを実際に使っているのと劣らず喜ぶのである。
§4.8καὶ μὴν ὅταν γε εὖ πράττωσιν αἱ πόλεις, ἰσχυρῶς οἱ ἄνθρωποι ἀργυρίου δέονται.
さらに、都市が繁栄しているとき、人々は極めて強く銀を必要とする。
οἱ μὲν γὰρ ἄνδρες ἀμφὶ ὅπλα τε καλὰ καὶ ἵππους ἀγαθοὺς καὶ οἰκίας καὶ κατασκευὰς μεγαλοπρεπεῖς βούλονται δαπανᾶν, αἱ δὲ γυναῖκες εἰς ἐσθῆτα πολυτελῆ καὶ χρυσοῦν κόσμον τρέπονται.
男性たちは美しい武具や優れた馬、壮麗な住宅や調度品に支出することを望み、女性たちは高価な衣服や金の装飾品に心を向けるからである。
§4.9ὅταν τε αὖ νοσήσωσιν αἱ πόλεις ἢ ἀφορίαις καρπῶν ἢ πολέμῳ, ἔτι καὶ πολὺ μᾶλλον, ἀργοῦ τῆς γῆς γιγνομένης, καὶ εἰς ἐπιτήδεια καὶ εἰς ἐπικούρους νομίσματος δέονται.
他方、もし都市が不作や戦争によって困難に陥るときには、土地が耕作されずに放置されるため、食料のためにも傭兵のためにも、なお一層多くの貨幣を必要とする。
§4.10εἰ δέ τις φήσειε καὶ χρυσίον μηδὲν ἧττον χρήσιμον εἶναι ἢ ἀργύριον, τούτῳ μὲν οὐκ ἀντιλέγω, ἐκεῖνο μέντοι οἶδα, ὅτι καὶ χρυσίον ὅταν πολὺ παραφανῇ, αὐτὸ μὲν ἀτιμότερον γίγνεται, τὸ δὲ ἀργύριον τιμιώτερον ποιεῖ.
また、もし誰かが「金も銀に劣らず有用である」と主張するなら、私はその人に反論はしない。 しかし、次のことは私は知っている。 金が大量に世に出回るときには、金自体は価値が下がるが、銀の価値をより高めるということである。
§4.11ταῦτα μὲν οὖν ἐδήλωσα τούτου ἕνεκα, ὅπως θαρροῦντες μὲν ὅτι πλείστους ἀνθρώπους ἐπὶ τὰ ἀργύρεια ἄγωμεν, θαρροῦντες δὲ κατασκευαζώμεθα ἐν αὐτοῖς, ὡς οὔτε ἐπιλειψούσης ποτὲ τῆς ἀργυρίτιδος οὔτε τοῦ ἀργυρίου ἀτίμου ποτὲ ἐσομένου.
さて、私がこれらのことを説明したのは、次の目的のためである。 すなわち、私たちが確信を持って、できるだけ多くの人々を銀山へ導き、また確信を持って銀山の設備を整えるためである。 銀鉱石が決して枯渇することはなく、銀がその価値を失うことも決してないという確信のもとに。
§4.12δοκεῖ δέ μοι καὶ ἡ πόλις προτέρα ἐμοῦ ταῦτʼ ἐγνωκέναι·
そして、国家も私より先にこのことを理解していたように思われる。
παρέχει γοῦν ἐπὶ ἰσοτελείᾳ καὶ τῶν ξένων τῷ βουλομένῳ ἐργάζεσθαι ἐν τοῖς μετάλλοις.
実際、国家は、外国人のうち望む者に対しても、平等な税率のもとで鉱山で働くことを認めているのである。