§7.1ὥς γε μὴν φιλόπολις ἦν καθʼ ἓν μὲν ἕκαστον μακρὸν ἂν εἴη γράφειν·
彼がいかに祖国を愛していたかについては、個々の事例を一つずつ書くのは長くなってしまうだろう。
οἴομαι γὰρ οὐδὲν εἶναι τῶν πεπραγμένων αὐτῷ ὅ τι οὐκ εἰς τοῦτο συντείνει.
というのも、彼の行ったことの中に、この目的に向かっていないものは何一つないと私は思うからである。
ὡς δʼ ἐν βραχεῖ εἰπεῖν, ἅπαντες ἐπιστάμεθα ὅτι Ἀγησίλαος, ὅπου ᾤετο τὴν πατρίδα τι ὠφελήσειν, οὐ πόνων ὑφίετο, οὐ κινδύνων ἀφίστατο, οὐ χρημάτων ἐφείδετο, οὐ σῶμα, οὐ γῆρας προὐφασίζετο, ἀλλὰ καὶ βασιλέως ἀγαθοῦ τοῦτο ἔργον ἐνόμιζε, τὸ τοὺς ἀρχομένους ὡς πλεῖστα ἀγαθὰ ποιεῖν.
端的に言えば、アゲシラオスは祖国に何らかの益をもたらすと考えた場所では、いかなる労苦も辞さず、いかなる危険からも退かず、いかなる資金も惜しまず、肉体や老齢を言い訳にすることもなく、むしろ、支配される者たちにできる限り多くの善をなすことこそが、優れた王の務めであると考えていたことを、私たちはみな知っている。
§7.2ἐν τοῖς μεγίστοις δὲ ὠφελήμασι τῆς πατρίδος καὶ τόδε ἐγὼ τίθημι αὐτοῦ, ὅτι δυνατώτατος ὢν ἐν τῇ πόλει φανερὸς ἦν μάλιστα τοῖς νόμοις λατρεύων.
祖国に対する最大の功績の中に、私は彼の次のことも位置づける。 すなわち、彼は国内で最も実力があったにもかかわらず、誰の目にも明らかなほど、とりわけ法に仕えて従っていたことである。
τίς γὰρ ἂν ἠθέλησεν ἀπειθεῖν ὁρῶν τὸν βασιλέα πειθόμενον;
実際、王が法に従っているのを見て、誰が従うまいと思うだろうか。
τίς δʼ ἂν ἡγούμενος μειονεκτεῖν νεώτερόν τι ἐπεχείρησε ποιεῖν εἰδὼς τὸν βασιλέα νομίμως καὶ τὸ κρατεῖσθαι φέροντα;
また、自分が不利益を被っていると考えて、王が法に従い、支配されることさえも耐え忍んでいるのを知りながら、誰が国家転覆を企てようとしただろうか。
§7.3ὃς καὶ πρὸς τοὺς διαφόρους ἐν τῇ πόλει ὥσπερ πατὴρ πρὸς παῖδας προσεφέρετο.
彼は国内の政敵に対しても、まるで父親が子供に対するかのように接した。
ἐλοιδορεῖτο μὲν γὰρ ἐπὶ τοῖς ἁμαρτήμασιν, ἐτίμα δʼ εἴ τι καλὸν πράττοιεν, παρίστατο δʼ εἴ τις συμφορὰ συμβαίνοι, ἐχθρὸν μὲν οὐδένα ἡγούμενος πολίτην, ἐπαινεῖν δὲ πάντας ἐθέλων, σῴζεσθαι δὲ πάντας κέρδος νομίζων, ζημίαν δὲ τιθεὶς εἰ καὶ ὁ μικροῦ ἄξιος ἀπόλοιτο·
すなわち、彼らの過ちに対しては非難したが、何か良いことを行えばこれを称え、何か災難が起これば彼らを援助した。 市民の誰も敵とはみなさず、全員を褒め称えたいと望み、全員が救われることを利益と考え、たとえ価値の低い者が滅びるとしてもそれを損失とみなした。
εἰ δʼ ἐν τοῖς νόμοις ἠρεμοῦντες διαμένοιεν, δῆλος ἦν εὐδαίμονα μὲν αἰεὶ ἔσεσθαι τὴν πατρίδα λογιζόμενος, ἰσχυρὰν δὲ τότε ὅταν οἱ Ἕλληνες σωφρονῶσιν.
そして、彼らが法のもとで静穏に留まり続けるならば、祖国は常に幸福であり、ギリシア人たちが理性を保っているときにこそ祖国は強力になるだろうと、彼は明らかに考えていた。
§7.4εἴ γε μὴν αὖ καλὸν Ἕλληνα ὄντα φιλέλληνα εἶναι, τίνα τις οἶδεν ἄλλον στρατηγὸν ἢ πόλιν οὐκ ἐθέλοντα αἱρεῖν, ὅταν οἴηται πορθήσειν, ἢ συμφορὰν νομίζοντα τὸ νικᾶν ἐν τῷ πρὸς Ἕλληνας πολέμῳ;
他方、ギリシア人でありながらギリシアの友であることが美しいことであるとするなら、都市を攻略しようと思えば略奪できると確信しているときにその都市をあえて奪おうとしない、あるいは、ギリシア人同士の戦争における勝利を災難とみなすような他の将軍や都市を、誰か知っているだろうか。
§7.5ἐκεῖνος τοίνυν, ἀγγελίας μὲν ἐλθούσης αὐτῷ ὡς ἐν τῇ ἐν Κορίνθῳ μάχῃ ὀκτὼ μὲν Λακεδαιμονίων, ἐγγὺς δὲ μύριοι τεθναῖεν τῶν πολεμίων, οὐκ ἐφησθεὶς φανερὸς ἐγένετο, ἀλλʼ εἶπεν ἄρα·
実際、コリントスの戦闘においてラケダイモン人が8人死亡したのに対し、敵は1万人近く死亡したという知らせが届いたとき、彼は喜ぶ様子を全く見せず、むしろこう言ったのである。
φεῦ σου, ὦ Ἑλλάς, ὁπότε οἱ νῦν τεθνηκότες ἱκανοὶ ἦσαν ζῶντες νικᾶν μαχόμενοι πάντας τοὺς βαρβάρους.
「哀れなるかな、ギリシアよ。 今死んだ者たちが生きて戦っていたならば、すべての野蛮人に勝利することができたであろうに」。
§7.6Κορινθίων γε μὴν τῶν φευγόντων λεγόντων ὅτι ἐνδιδοῖτο αὐτοῖς ἡ πόλις, καὶ μηχανὰς ἐπιδεικνύντων αἷς πάντως ἤλπιζον ἂν ἑλεῖν τὰ τείχη, οὐκ ἤθελε προσβάλλειν, λέγων ὅτι οὐκ ἀνδραποδίζεσθαι δέοι Ἑλληνίδας πόλεις ἀλλὰ σωφρονίζειν.
さらに、亡命したコリントス人たちが、都市が自分たちに引き渡されようとしていると告げ、壁を確実に奪取できると信じる攻城兵器を示したとき、彼は攻撃することを望まず、ギリシアの都市を奴隷化するのではなく、正気に戻らせるべきであると言った。
εἰ δὲ τοὺς ἁμαρτάνοντας, ἔφη, ἡμῶν αὐτῶν ἀφανιοῦμεν, ὁρᾶν χρὴ μὴ οὐδʼ ἕξομεν μεθʼ ὅτου τῶν βαρβάρων κρατήσομεν.
そして彼は言った。 「もし我々が、自分たちの中で過ちを犯す者たちを消滅させていくならば、野蛮人に打ち勝つために共に戦う味方すら失ってしまうのではないかと、警戒しなければならない」。
§7.7εἰ δʼ αὖ καλὸν καὶ μισοπέρσην εἶναι, ὅτι καὶ ὁ πάλαι ἐξεστράτευσεν ὡς δουλωσόμενος τὴν Ἑλλάδα καὶ ὁ νῦν συμμαχεῖ μὲν τούτοις μεθʼ ὁποτέρων ἂν οἴηται μείζω βλάψειν, δωρεῖται δʼ ἐκείνοις οὓς ἂν νομίζῃ λαβόντας πλεῖστα κακὰ τοὺς Ἕλληνας ποιήσειν, εἰρήνην δὲ συμπράττει ἐξ ἧς ἂν ἡγῆται μάλιστα ἡμᾶς ἀλλήλοις πολεμήσειν, ὁρῶσι μὲν οὖν ἅπαντες ταῦτα· ἐπεμελήθη δὲ τίς ἄλλος πώποτε πλὴν Ἀγησίλαος ἢ ὅπως φῦλόν τι ἀποστήσεται τοῦ Πέρσου ἢ ὅπως τὸ ἀποστὰν μὴ ἀπόληται ἢ τὸ παράπαν ὡς καὶ βασιλεὺς κακὰ ἔχων μὴ δυνήσεται τοῖς Ἕλλησι πράγματα παρέχειν;
他方、ペルシアを憎むことが美しいことであるとするなら――なぜなら、かつての王はギリシアを奴隷化するつもりで遠征し、現在の王は、どちらと組めばより大きな打撃を与えることができるかと考えた側と同盟を結び、ギリシア人に最大の災いをもたらすとみなした者たちに贈り物を授け、我々が互いに最も激しく戦争をすることになるような平和を画策しているからであるが、これらは誰もが目にしていることである――、アゲシラオスを除いて、かつて誰が、ある部族をペルシア王から離反させること、あるいは離反した者が滅びないようにすること、あるいはそもそも、王自身が苦境に立たされてギリシア人に災いをもたらすことができないようにすることに、心を配っただろうか。
ὃς καὶ πολεμούσης τῆς πατρίδος πρὸς Ἕλληνας ὅμως τοῦ κοινοῦ ἀγαθοῦ τῇ Ἑλλάδι οὐκ ἠμέλησεν, ἀλλʼ ἐξέπλευσεν ὅ τι δύναιτο κακὸν ποιήσων τὸν βάρβαρον.
彼は祖国がギリシア人と戦争をしているときでさえ、ギリシアにとっての共通の利益を決して疎かにせず、野蛮人にできる限りの打撃を与えるつもりで船出したのである。