Humanitext Reader

クセノポン · アゲシラオス §2.1-2.8

ギリシアへの迅速な進軍とテッサリア騎兵の撃退

5 / 18 箇所 · ギリシア語

要旨

アゲシラオスはクセルクセスの遠征路を高速で逆走して帰国を急ぎ、テッサリアで襲撃してきた敵騎兵を自ら鍛え上げた騎兵によって破った。その後ボイオティア国境に達し、対峙する連合軍を迎え撃つために、周到な準備と兵の士気昂揚を図る。

§2.1διαβὰς δὲ τὸν Ἑλλήσποντον ἐπορεύετο διὰ τῶν αὐτῶν ἐθνῶν ὧνπερ ὁ Πέρσης τῷ παμπληθεῖ στόλῳ·
ヘレスポントスを渡ると、彼はペルシア人が大軍の遠征において進んだのとまさに同じ諸民族の地を通って進んだ。
καὶ ἣν ἐνιαυσίαν ὁδὸν ὁ βάρβαρος ἐποιήσατο, ταύτην μεῖον ἢ ἐν μηνὶ καθήνυσεν ὁ Ἀγησίλαος.
そして、その蛮族が1年をかけた道のりを、アゲシラオスは1ヶ月に満たない期間で踏破した。
οὐ γὰρ ὡς ὑστερήσειε τῆς πατρίδος προεθυμεῖτο.
なぜなら、彼は祖国に遅れをとるまいと急いでいたからである。
§2.2ἐπεὶ δὲ ἐξαμείψας Μακεδονίαν εἰς Θετταλίαν ἀφίκετο, Λαρισαῖοι μὲν καὶ Κραννώνιοι καὶ Σκοτουσαῖοι καὶ Φαρσάλιοι σύμμαχοι ὄντες Βοιωτοῖς, καὶ πάντες δὲ Θετταλοὶ πλὴν ὅσοι αὐτῶν φυγάδες τότε ὄντες ἐτύγχανον, ἐκακούργουν αὐτὸν ἐφεπόμενοι.
マケドニアを通過してテッサリアに到着すると、ラリサ人、クランノン人、スコトゥサ人、ファルサロス人などのボイオティア人の同盟者たち、そしてそのときたまたま亡命していた者たちを除くすべてのテッサリア人たちが、背後から追尾して彼を妨害した。
ὁ δὲ τέως μὲν ἦγεν ἐν πλαισίῳ τὸ στράτευμα, τοὺς ἡμίσεις μὲν ἔμπροσθεν, τοὺς ἡμίσεις δὲ ἐπʼ οὐρᾷ ἔχων τῶν ἱππέων·
彼はそれまでは、騎兵の半分を前方に、半分を後方に配置して、軍を方形陣で進めていた。
ἐπεὶ δʼ ἐκώλυον τῆς πορείας αὐτὸν οἱ Θετταλοὶ ἐπιτιθέμενοι τοῖς ὄπισθεν, παραπέμπει ἐπʼ οὐρὰν καὶ τὸ ἀπὸ τοῦ προηγουμένου στρατεύματος ἱππικὸν πλὴν τῶν περὶ ἑαυτόν.
しかし、テッサリア人たちが最後尾を攻撃して行軍を妨げたため、彼は自分の周囲の者たちを除く、前衛軍の騎兵をも最後尾へと送り出した。
§2.3ὡς δὲ παρετάξαντο ἀλλήλοις, οἱ μὲν Θετταλοί, νομίσαντες οὐκ ἐν καλῷ εἶναι πρὸς τοὺς ὁπλίτας ἱππομαχεῖν, στρέψαντες βάδην ἀπεχώρουν·
彼らが互いに対峙すると、テッサリア人たちは重装歩兵を相手に騎馬戦をするのは得策ではないと考え、向きを変えて歩調を緩めて退却した。
οἱ δὲ μάλα σωφρόνως ἐφείποντο.
他方、ギリシア兵は極めて慎重に追随した。
γνοὺς δὲ ὁ Ἀγησίλαος ἃ ἑκάτεροι ἡμάρτανον παραπέμπει τοὺς ἀμφʼ αὑτὸν μάλʼ εὐρώστους ἱππέας, καὶ κελεύει τοῖς τε ἄλλοις παραγγέλλειν καὶ αὐτοὺς διώκειν κατὰ κράτος καὶ μηκέτι δοῦναι αὐτοῖς ἀναστροφήν.
アゲシラオスは双方が犯している過ちを察知し、自らの周囲にいる極めて強健な騎兵を派遣し、他の騎兵たちにも(追撃を)伝達して、自らも全力で追撃し、敵にもはや立て直す隙を与えないように命じた。
οἱ δὲ Θετταλοὶ ὡς εἶδον παρὰ δόξαν ἐλαύνοντας, οἱ μὲν αὐτῶν οὐδʼ ἀνέστρεψαν, οἱ δὲ καὶ ἀναστρέφειν πειρώμενοι πλαγίους ἔχοντες τοὺς ἵππους ἡλίσκοντο.
テッサリア人たちは、予想に反して彼らが突進してくるのを見ると、ある者は向き直ることすらできず、ある者は向き直ろうとしたが馬を横腹に向けたまま捕らえられた。
§2.4Πολύχαρμος μέντοι ὁ Φαρσάλιος ἱππαρχῶν ἀνέστρεψέ τε καὶ μαχόμενος σὺν τοῖς ἀμφʼ αὑτὸν ἀποθνῄσκει.
しかし、ファルサロス人の騎兵指揮官ポリュカルモスは向き直り、自分の周りの者たちとともに戦って死んだ。
ὡς δὲ τοῦτο ἐγένετο, φυγὴ γίγνεται ἐξαισία·
これが起こると、凄まじい潰走が始まり、彼らのうちある者は死に、ある者は生きたまま捕らえられた。
ὥσθʼ οἱ μὲν ἀπέθνῃσκον αὐτῶν, οἱ δὲ καὶ ζῶντες ἡλίσκοντο. ἔστησαν δʼ οὖν οὐ πρόσθεν πρὶν ἢ ἐπὶ τῷ ὄρει τῷ Ναρθακίῳ ἐγένοντο.
ともあれ、彼らはナルタキオン山に達するまで逃走を止めなかった。
§2.5καὶ τότε μὲν δὴ ὁ Ἀγησίλαος τρόπαιόν τε ἐστήσατο μεταξὺ Πραντὸς καὶ Ναρθακίου· καὶ αὐτοῦ κατέμεινε, μάλα ἡδόμενος τῷ ἔργῳ, ὅτι τοὺς μέγιστον φρονοῦντας ἐφʼ ἱππικῇ ἐνενικήκει σὺν ᾧ αὐτὸς ἐμηχανήσατο ἱππικῷ.
そしてそのとき、アゲシラオスはプラスとナルタキオンの間に戦勝記念碑を建て、自らが編成した騎兵によって、騎馬戦において最も誇り高き者たちを打ち破ったというこの事績に大いに満足しつつ、その場所に留まった。
τῇ δʼ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη τὴν λοιπὴν πᾶσαν διὰ φιλίας ἐπορεύθη εἰς τὰ Βοιωτῶν ὅρια.
翌日、フティアのアカイアの山々を越えると、残りのすべての道のりを友好的な地域を通って進み、ボイオティアの国境に達した。
§2.6ἐνταῦθα δὴ ἀντιτεταγμένους εὑρὼν Θηβαίους, Ἀθηναίους, Ἀργείους, Κορινθίους, Αἰνιᾶνας, Εὐβοέας καὶ Λοκροὺς ἀμφοτέρους, οὐδὲν ἐμέλλησεν, ἀλλʼ ἐκ τοῦ φανεροῦ ἀντιπαρέταττε, Λακεδαιμονίων μὲν ἔχων μόραν καὶ ἥμισυ, τῶν δʼ αὐτόθεν συμμάχων Φωκέας καὶ Ὀρχομενίους μόνους, τό τʼ ἄλλο στράτευμα ὅπερ ἠγάγετο αὐτός.
そこで、テーバイ人、アテナイ人、アルゴス人、コリントス人、アイニアニア人、エウボイア人、そして両ロクリス人が対峙しているのを見出すと、彼は少しも躊躇せず、堂々と向かい合って陣を敷いた。 彼はラケダイモン人のモラ1個半、現地の同盟者としてはポキス人とオルコメノス人だけ、そして自らが率いてきた残りの軍勢を擁していた。
§2.7καὶ οὐ τοῦτο λέξων ἔρχομαι, ὡς πολὺ μὲν ἐλάττους πολὺ δὲ χείρονας ἔχων ὅμως συνέβαλεν·
そして、私は彼がはるかに少数で、はるかに劣る軍勢を率いながらも交戦した、などと言うつもりはない。
εἰ γὰρ ταῦτα λέγοιμι, Ἀγησίλαόν τʼ ἄν μοι δοκῶ ἄφρονα ἀποφαίνειν καὶ ἐμαυτὸν μωρόν, εἰ ἐπαινοίην τὸν περὶ τῶν μεγίστων εἰκῇ κινδυνεύοντα·
なぜなら、もし私がそのようなことを言うなら、アゲシラオスを愚か者として示すことになり、また、国家の運命を賭けて無謀に危険を冒す者を称賛する自分自身を愚か者として示すことになると思われるからである。
ἀλλὰ μᾶλλον τάδʼ αὐτοῦ ἄγαμαι, ὅτι πλῆθός τε οὐδὲν μεῖον ἢ τὸ τῶν πολεμίων παρεσκευάσατο, ὥπλισέν τε οὕτως ὡς ἅπαντα μὲν χαλκόν, ἅπαντα δὲ φοινικᾶ φαίνεσθαι·
むしろ私は彼の次の点を称賛する。 すなわち、敵に劣らない数の軍勢を準備し、すべての武具が青銅に、すべての衣服が真紅に輝くように武装させたことである。
§2.8ἐπεμελήθη δʼ ὅπως οἱ στρατιῶται τοὺς πόνους δυνήσοιντο ὑποφέρειν·
また、兵士たちが労苦に耐えられるように配慮した。
ἐνέπλησε δὲ καὶ φρονήματος τὰς ψυχὰς αὐτῶν, ὡς ἱκανοὶ εἶεν πρὸς οὕστινας δέοι μάχεσθαι·
そして、彼らの魂に誇りを吹き込み、戦わねばならぬ相手が誰であろうと十分に戦い抜けるようにした。
ἔτι δὲ φιλονικίαν ἐνέβαλε πρὸς ἀλλήλους τοῖς μετʼ αὐτοῦ ὅπως ἕκαστοι αὐτῶν ἄριστοι φαίνοιντο.
さらに、自らの部下たちの間に、互いに自分が最も優れていると見せようとする競争心を植え付けた。
ἐλπίδων γε μὴν πάντας ἐνέπλησεν ὡς πᾶσι πολλὰ κἀγαθὰ ἔσοιτο, εἰ ἄνδρες ἀγαθοὶ γίγνοιντο, νομίζων ἐκ τῶν τοιούτων ἀνθρώπους προθυμότατα τοῖς πολεμίοις μάχεσθαι.
さらにまた、もし勇敢な男となるならば、皆に多くの良きことがあるという希望を全員に吹き込んだ。 というのも、そのような心構えから人々は最も熱心に敵と戦うようになる、と考えたからである。

語釈・文法注

  1. §2.1οὐ γὰρ ὡς ὑστερήσειε τῆς πατρίδος προεθυμεῖτο. — ὡς は目的を表す接合辞(ὡς+希求法)で、ここでは「祖国に遅れないように」という意味を表す。全体として「なぜなら彼は、祖国に遅れるようなことを熱望していたのではなかった」と否定を προεθυμεῖτο に直接結びつけず、副詞節の内容に実質的に否定を及ぼすことで、「遅れないよう極めて熱心に努めていた」という強い意図を表している。
  2. §2.3ἃ ἑκάτεροι ἡμάρτανον — 先行詞のない関係代名詞 ὅς(ここでは複数対格中性 ἅ)の対格支配であり、「双方が犯している過ち」を指す。テッサリア騎兵は徐々に退却したこと(油断)であり、アゲシラオス軍の騎兵はあまりにも慎重に追撃したこと(躊躇)を指し、この双方の戦術的過失を見抜いたアゲシラオスが即座に追撃の徹底を命じた構図を示している。
  3. §2.7καὶ οὐ τοῦτο λέξων ἔρχομαι, ὡς... — ἔρχομαι に未来分詞 λέξων が伴うことで、「〜と言おうとしているのではない」という意図を表す。続く ὡς 節は λέξων の内容を説明する名詞節。著者は、数や質において圧倒的に不利な状況で無謀に戦ったことを称賛するのではなく、合理的な準備(同数の兵力と完璧な武装)を整えたことこそを称賛すべきであるという自身の執筆方針を論理的に語っている。

この箇所を引用する

クセノポン, アゲシラオス §2.1-2.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0032.tlg009.humanitext-grc2:2.1-2.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。