§1.1οἶδα μὲν ὅτι τῆς Ἀγησιλάου ἀρετῆς τε καὶ δόξης οὐ ῥᾴδιον ἄξιον ἔπαινον γράψαι, ὅμως δʼ ἐγχειρητέον.
私は、アゲシラオスの徳と名声にふさわしい賛辞を書くことが容易ではないことを知っているが、それでも試みねばならない。
οὐ γὰρ ἂν καλῶς ἔχοι εἰ ὅτι τελέως ἀνὴρ ἀγαθὸς ἐγένετο, διὰ τοῦτο οὐδὲ μειόνων ἂν τυγχάνοι ἐπαίνων.
なぜなら、彼が完全に優れた男になったというまさにそのことのゆえに、彼がより少ない賛辞しか得られないとすれば、それは良くないことだろうからである。
§1.2περὶ μὲν οὖν εὐγενείας αὐτοῦ τί ἄν τις μεῖζον καὶ κάλλιον εἰπεῖν ἔχοι ἢ ὅτι ἔτι καὶ νῦν τοῖς προγόνοις ὀνομαζομένοις ἀπομνημονεύεται ὁπόστος ἀφʼ Ἡρακλέους ἐγένετο, καὶ τούτοις οὐκ ἰδιώταις ἀλλʼ ἐκ βασιλέων βασιλεῦσιν;
さて、彼の高貴な生まれについて、今日に至るまで、その先祖の名が挙げられるに際して、彼がヘラクレスから数えて何代目の子孫にあたるかが記憶されており、しかもその先祖たちが一介の私人ではなく、王たちから生まれた王たちであったということ以上に、誰がこれより偉大で立派なことを語りうるだろうか。
§1.3ἀλλὰ μὴν οὐδὲ ταύτῃ γʼ ἄν τις ἔχοι καταμέμψασθαι αὐτοὺς ὡς βασιλεύουσι μέν, πόλεως δὲ τῆς ἐπιτυχούσης·
しかしまた、彼らが王であったとはいえ、ありふれた都市を支配していたのだとして、この点において彼らを非難することは誰にもできないだろう。
ἀλλʼ ὥσπερ τὸ γένος αὐτῶν τῆς πατρίδος ἐντιμότατον, οὕτω καὶ ἡ πόλις ἐν τῇ Ἑλλάδι ἐνδοξοτάτη·
むしろ、彼らの家系がその祖国において最も尊ばれているのと同様に、その都市もまたギリシアにおいて最も名高いのである。
ὥστε οὐ δευτέρων πρωτεύουσιν, ἀλλʼ ἡγεμόνων ἡγεμονεύουσιν.
したがって、彼らは二番手たちの間で第一位にいるのではなく、指導者たちを指導しているのである。
§1.4τῇδέ γε μὴν καὶ κοινῇ ἄξιον ἐπαινέσαι τήν τε πατρίδα καὶ τὸ γένος αὐτοῦ·
さらにまた、この点においても、祖国と彼の家系の双方を共同で称賛する価値がある。
ἥ τε γὰρ πόλις οὐδεπώποτε φθονήσασα τοῦ προτετιμῆσθαι αὐτοὺς ἐπεχείρησε καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, οἵ τε βασιλεῖς οὐδεπώποτε μειζόνων ὠρέχθησαν ἢ ἐφʼ οἷσπερ ἐξ ἀρχῆς τὴν βασιλείαν παρέλαβον.
というのも、都市は彼らが特に重んじられてきたことを決して妬むことなく、その支配権を覆そうとはしなかったし、王たちもまた、最初に王権を受け継いだとき以上のものを決して求めなかったからである。
τοιγαροῦν ἄλλη μὲν οὐδεμία ἀρχὴ φανερά ἐστι διαγεγενημένη ἀδιάσπαστος οὔτε δημοκρατία οὔτε ὀλιγαρχία οὔτε τυραννὶς οὔτε βασιλεία· αὕτη δὲ μόνη διαμένει συνεχὴς βασιλεία.
それゆえ、民主制であれ寡頭制であれ、僭主制であれ君主制であれ、他に途切れることなく存続した政権は一つとして見当たらないが、この王権だけは唯一、連続して存続しているのである。
§1.5ὥς γε μὴν καὶ πρὶν ἄρξαι ἄξιος τῆς βασιλείας ἐδόκει εἶναι Ἀγησίλαος τάδε τὰ σημεῖα.
さらに、アゲシラオスが統治を始める前でさえ王位にふさわしいと思われていたことについては、次のような兆候がある。
ἐπεὶ γὰρ Ἆγις βασιλεὺς ὢν ἐτελεύτησεν, ἐρισάντων περὶ τῆς ἀρχῆς Λεωτυχίδα μὲν ὡς Ἄγιδος ὄντος υἱοῦ, Ἀγησιλάου δὲ ὡς Ἀρχιδάμου, κρίνασα ἡ πόλις ἀνεπικλητότερον εἶναι Ἀγησίλαον καὶ τῷ γένει καὶ τῇ ἀρετῇ τοῦτον ἐστήσατο βασιλέα.
すなわち、アギスが王の身分で死去したとき、レオテュキデスがアギスの子であるとして、またアゲシラオスがアルキダモスの子であるとして支配権を争ったが、都市はアゲシラオスの方が血統においても徳においても非の打ちどころがないと判断し、彼を王に据えたのである。
καίτοι τὸ ἐν τῇ κρατίστῃ πόλει ὑπὸ τῶν ἀρίστων κριθέντα τοῦ καλλίστου γέρως ἀξιωθῆναι ποίων ἔτι τεκμηρίων προσδεῖται τῆς γε πρὶν ἄρξαι αὐτὸν ἀρετῆς;
それにしても、最も優れた都市において、最も優れた人々によって選ばれ、最も素晴らしい名誉を授けられたということが、彼が統治を始める前の徳を示すために、これ以上どのような証拠を必要とするだろうか。
§1.6ὅσα γε μὴν ἐν τῇ βασιλείᾳ διεπράξατο νῦν ἤδη διηγήσομαι·
さて、彼が王位において成し遂げた数々のことについては、今から詳しく語ることにしよう。
ἀπὸ γὰρ τῶν ἔργων καὶ τοὺς τρόπους αὐτοῦ κάλλιστα νομίζω καταδήλους ἔσεσθαι.
彼の行動からこそ、その人柄もまた最もよく明らかになると私は考えるからである。
Ἀγησίλαος τοίνυν ἔτι μὲν νέος ὢν ἔτυχε τῆς βασιλείας· ἄρτι δὲ ὄντος αὐτοῦ ἐν τῇ ἀρχῇ, ἐξηγγέλθη βασιλεὺς ὁ Περσῶν ἁθροίζων καὶ ναυτικὸν καὶ πεζὸν πολὺ στράτευμα ὡς ἐπὶ τοὺς Ἕλληνας·
さて、アゲシラオスはまだ若いときに王位を得たが、彼が統治を始めて間もないころ、ペルシアの王がギリシア人に対して進軍するために、海陸双方の強大な軍隊を集結させているという知らせがもたらされた。
§1.7βουλευομένων δὲ περὶ τούτων Λακεδαιμονίων καὶ τῶν συμμάχων, Ἀγησίλαος ὑπέστη, ἐὰν δῶσιν αὐτῷ τριάκοντα μὲν Σπαρτιατῶν, δισχιλίους δὲ νεοδαμώδεις, εἰς ἑξακισχιλίους δὲ τὸ σύνταγμα τῶν συμμάχων, διαβήσεσθαι εἰς τὴν Ἀσίαν καὶ πειράσεσθαι εἰρήνην ποιῆσαι, ἢ ἂν πολεμεῖν βούληται ὁ βάρβαρος, ἀσχολίαν αὐτῷ παρέξειν στρατεύειν ἐπὶ τοὺς Ἕλληνας.
ラケダイモン人と同盟者たちがこれらについて協議していたとき、アゲシラオスは、もし彼らが自分に三十人のスパルタ市民、二千人のネオダモーデイス、そして六千人に達する同盟軍の部隊を与えてくれるなら、アジアへと渡って和平を結ぶよう努めるか、あるいはもし異民族が戦争を望むなら、彼がギリシア人に進軍するのを妨げて忙殺させてみせよう、と買って出た。
§1.8εὐθὺς μὲν οὖν πολλοὶ πάνυ ἠγάσθησαν αὐτὸ τοῦτο τὸ ἐπιθυμῆσαι, ἐπειδὴ ὁ Πέρσης πρόσθεν ἐπὶ τὴν Ἑλλάδα διέβη, ἀντιδιαβῆναι ἐπʼ αὐτόν, τό τε αἱρεῖσθαι ἐπιόντα μᾶλλον ἢ ὑπομένοντα μάχεσθαι αὐτῷ, καὶ τὸ τἀκείνου δαπανῶντα βούλεσθαι μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων πολεμεῖν, κάλλιστον δὲ πάντων ἐκρίνετο τὸ μὴ περὶ τῆς Ἑλλάδος ἀλλὰ περὶ τῆς Ἀσίας τὸν ἀγῶνα καθιστάναι.
そこで直ちに、かつてペルシア人がギリシアへと渡ってきたのに対し、こちらから彼に向かって渡り返そうというその大志そのもの、および待ち受けて戦うよりもむしろ自ら進攻して戦うことを選んだこと、ギリシアの富を費やすよりもむしろ敵の富を費やして戦争を行うことを望んだことを、非常に多くの人々が称賛した。 しかし、何よりも素晴らしいと判断されたのは、戦いをギリシアを巡ってではなく、アジアを巡って行わせることであった。
§1.9ἐπεί γε μὴν λαβὼν τὸ στράτευμα ἐξέπλευσε, πῶς ἄν τις σαφέστερον ἐπιδείξειεν ὡς ἐστρατήγησεν ἢ εἰ αὐτὰ διηγήσαιτο ἃ ἔπραξεν;
実際に彼が軍を率いて出帆したからには、彼がどのように指揮を執ったかを、彼が行ったまさにその事績を詳しく語る以上に、どうすればより明白に示すことができるだろうか。
§1.10ἐν τοίνυν τῇ Ἀσίᾳ ἥδε πρώτη πρᾶξις ἐγένετο.
さて、アジアにおいて最初の出来事は次のようなものであった。
Τισσαφέρνης μὲν ὤμοσεν Ἀγησιλάῳ, εἰ σπείσαιτο ἕως ἔλθοιεν οὓς πέμψειε πρὸς βασιλέα ἀγγέλους, διαπράξεσθαι αὐτῷ ἀφεθῆναι αὐτονόμους τὰς ἐν τῇ Ἀσίᾳ πόλεις Ἑλληνίδας, Ἀγησίλαος δὲ ἀντώμοσε σπονδὰς ἄξειν ἀδόλως, ὁρισάμενος τῆς πράξεως τρεῖς μῆνας.
ティッサフェルネスはアゲシラオスに対し、もし彼が、自分が王のもとに派遣する使者たちが戻るまで休戦してくれるなら、アジアにあるギリシアの都市国家群が自律的になることを認めさせるよう取り計らうと誓った。 一方アゲシラオスは、休戦協定を誠実に守ることを誓い返し、交渉の期間を三ヶ月と定めた。
§1.11ὁ μὲν δὴ Τισσαφέρνης ἃ ὤμοσεν εὐθὺς ἐψεύσατο·
ティッサフェルネスは誓ったことを直ちに偽った。
ἀντὶ γὰρ τοῦ εἰρήνην πράττειν στράτευμα πολὺ παρὰ βασιλέως πρὸς ᾧ πρόσθεν εἶχε μετεπέμπετο.
というのも、和平を推し進める代わりに、以前から彼が持っていた軍勢に加えて、王からさらなる大軍を呼び寄せたからである。
Ἀγησίλαος δὲ καίπερ αἰσθόμενος ταῦτα ὅμως ἐνέμεινε ταῖς σπονδαῖς.
しかし、アゲシラオスはこれに気づいていたにもかかわらず、それでも休戦協定を維持した。