§1Σωκράτους δὲ ἄξιόν μοι δοκεῖ εἶναι μεμνῆσθαι καὶ ὡς ἐπειδὴ ἐκλήθη εἰς τὴν δίκην ἐβουλεύσατο περί τε τῆς ἀπολογίας καὶ τῆς τελευτῆς τοῦ βίου.
ソクラテスについては、裁判に召喚された際に、自身の弁護と生の見極めについてどのように思案したかも、記憶に留めるに値すると私には思われる。
γεγράφασι μὲν οὖν περὶ τούτου καὶ ἄλλοι καὶ πάντες ἔτυχον τῆς μεγαληγορίας αὐτοῦ·
なるほど、このことについては他の人々も書いており、誰もが彼の毅然たる態度に言及している。
ᾧ καὶ δῆλον ὅτι τῷ ὄντι οὕτως ἐρρήθη ὑπὸ Σωκράτους.
それゆえに、実際にソクラテスによってそのように語られたことは明らかである。
ἀλλʼ ὅτι ἤδη ἑαυτῷ ἡγεῖτο αἱρετώτερον εἶναι τοῦ βίου θάνατον, τοῦτο οὐ διεσαφήνισαν·
しかし、彼らが明確にしなかったのは、彼がすでに自分自身にとって生よりも死のほうが望ましいと考えていたということである。
ὥστε ἀφρονεστέρα αὐτοῦ φαίνεται εἶναι ἡ μεγαληγορία.
そのため、彼の毅然たる態度は、いささか愚かなものであるかのように見えてしまっている。
§2Ἑρμογένης μέντοι ὁ Ἱππονίκου ἑταῖρός τε ἦν αὐτῷ καὶ ἐξήγγειλε περὶ αὐτοῦ τοιαῦτα ὥστε πρέπουσαν φαίνεσθαι τὴν μεγαληγορίαν αὐτοῦ τῇ διανοίᾳ.
しかしながら、ヒッポニコスであるヘルモゲネスは彼の仲間であり、彼について次のようなことを報告して、彼のあの毅然たる態度がその意図にふわしいものであることを明らかにした。
ἐκεῖνος γὰρ ἔφη ὁρῶν αὐτὸν περὶ πάντων μᾶλλον διαλεγόμενον ἢ περὶ τῆς δίκης εἰπεῖν·
すなわち、ヘルモゲネスによれば、ソクラテスが裁判のことよりも他のあらゆることについて語っているのを見て、次のように言ったという。
§3οὐκ ἐχρῆν μέντοι σκοπεῖν, ὦ Σώκρατες, καὶ ὅ τι ἀπολογήσῃ;
「ソクラテスよ、自分がどのような弁護をするかも考えるべきではないのですか」。
τὸν δὲ τὸ μὲν πρῶτον ἀποκρίνασθαι·
すると彼は最初、こう答えたという。
οὐ γὰρ δοκῶ σοι ἀπολογεῖσθαι μελετῶν διαβεβιωκέναι;
「私は生涯を通じて、弁護の準備を重ねて生きてきたとは思われないかね」。
ἐπεὶ δʼ αὐτὸν ἐρέσθαι·
そこでヘルモゲネスが「どのようにですか」と尋ねると、彼は答えた。
πῶς; ὅτι οὐδὲν ἄδικον διαγεγένημαι ποιῶν·
「私が不正なことを何一つ行わずに生き抜いてきたことによってだ。
ἥνπερ νομίζω μελέτην εἶναι καλλίστην ἀπολογίας.
それこそが弁護の最も優れた準備であると私は考えている」。
§4ἐπεὶ δὲ αὐτὸν πάλιν λέγειν·
さらにヘルモゲネスが重ねてこう言ったという。
οὐχ ὁρᾷς τὰ Ἀθηναίων δικαστήρια ὡς πολλάκις μὲν οὐδὲν ἀδικοῦντας λόγῳ παραχθέντες ἀπέκτειναν, πολλάκις δὲ ἀδικοῦντας ἢ ἐκ τοῦ λόγου οἰκτίσαντες ἢ ἐπιχαρίτως εἰπόντας ἀπέλυσαν;
「アテナイの法廷をご覧になりませんか。 法廷はしばしば、弁論に惑わされて何ら不義を働いていない人々を死刑に処する一方で、不義を働いた人々であっても、弁論によって哀れみを誘ったり、気に入るように語ったりした者を無罪放免にしているではありませんか」。
ἀλλὰ ναὶ μὰ Δία, φάναι αὐτόν, καὶ δὶς ἤδη ἐπιχειρήσαντός μου σκοπεῖν περὶ τῆς ἀπολογίας ἐναντιοῦταί μοι τὸ δαιμόνιον.
するとソクラテスは答えたという。 「いや、ゼウスにかけて誓うが、すでに二度も弁護の件を考えようと試みたのだが、神霊が私に反対するのだ」。
§5ὡς δὲ αὐτὸν εἰπεῖν· θαυμαστὰ λέγεις, τὸν δʼ αὖ ἀποκρίνασθαι·
そこでヘルモゲネスが「驚くべきことをおっしゃる」と言うと、彼は再び答えた。
ἦ θαυμαστὸν νομίζεις εἰ καὶ τῷ θεῷ δοκεῖ ἐμὲ βέλτιον εἶναι ἤδη τελευτᾶν;
「神にとっても、私が今死ぬ方が良いと思われることが、君にはそれほど驚くべきことだと思えるのかね。
οὐκ οἶσθα ὅτι μέχρι μὲν τοῦδε οὐδενὶ ἀνθρώπων ὑφείμην ἂν βέλτιον ἐμοῦ βεβιωκέναι;
君は、これまで私が誰に対しても、自分より良く生きたと屈したことはなかったということを知らないのか。
ὅπερ γὰρ ἥδιστόν ἐστιν, ᾔδειν ὁσίως μοι καὶ δικαίως ἅπαντα τὸν βίον βεβιωμένον·
最も喜ばしいことに、私は自分の生涯すべてを敬虔かつ義にかなって生きてきたことを自覚していた。
ὥστε ἰσχυρῶς ἀγάμενος ἐμαυτὸν ταὐτὰ ηὕρισκον καὶ τοὺς ἐμοὶ συγγιγνομένους γιγνώσκοντας περὶ ἐμοῦ.
だからこそ、私は自分自身に強く満足し、私と交わる人々も私について同様の認識を持っていることを見出していたのだ」。
§6νῦν δὲ εἰ ἔτι προβήσεται ἡ ἡλικία, οἶδʼ ὅτι ἀνάγκη ἔσται τὰ τοῦ γήρως ἐπιτελεῖσθαι καὶ ὁρᾶν τε χεῖρον καὶ ἀκούειν ἧττον καὶ δυσμαθέστερον εἶναι καὶ ὧν ἔμαθον ἐπιλησμονέστερον.
「しかし今、もしさらに齢を重ねるならば、老いの辛さを果たさねばならず、視力も衰え、聴力も落ち、物覚えも悪くなり、学んだことも忘れやすくなることは避けられないと分かっている。
ἂν δὲ αἰσθάνωμαι χείρων γιγνόμενος καὶ καταμέμφωμαι ἐμαυτόν, πῶς ἄν, εἰπεῖν, ἐγὼ ἔτι ἂν ἡδέως βιοτεύοιμι;
もし自分が衰えていくのを自覚し、自分を責めることになれば」と彼は言った。 「どうして私はこれ以上、快く生きることができようか」。
§7ἴσως δέ τοι, φάναι αὐτόν, καὶ ὁ θεὸς διʼ εὐμένειαν προξενεῖ μοι οὐ μόνον τὸ ἐν καιρῷ τῆς ἡλικίας καταλῦσαι τὸν βίον, ἀλλὰ καὶ τὸ ᾗ ῥᾷστα.
「そしておそらく、実に」と彼は言った。 「神も好意から、私に年齢の適当な時期に生を終えることだけでなく、最も容易な方法で終えることをもたらしてくれているのだろう。
ἂν γὰρ νῦν κατακριθῇ μου, δῆλον ὅτι ἐξέσται μοι τῇ τελευτῇ χρῆσθαι ἣ ῥᾴστη μὲν ὑπὸ τῶν τούτου ἐπιμεληθέντων κέκριται, ἀπραγμονεστάτη δὲ τοῖς φίλοις, πλεῖστον δὲ πόθον ἐμποιοῦσα τῶν τελευτώντων.
もし今、私に有罪判決が下るなら、この件を担当する人々によって最も容易であると判断され、友人たちにとっても最も煩わしさがなく、死にゆく者のうちで最も思慕の情を呼び起こすような最期を迎えることができるのは明らかだからだ。
ὅταν γὰρ ἄσχημον μὲν μηδὲν μηδὲ δυσχερὲς ἐν ταῖς γνώμαις τῶν παρόντων καταλείπηταί τις, ὑγιὲς δὲ τὸ σῶμα ἔχων καὶ τὴν ψυχὴν δυναμένην φιλοφρονεῖσθαι ἀπομαραίνηται, πῶς οὐκ ἀνάγκη τοῦτον ποθεινὸν εἶναι;
見守る人々の心に、醜い姿も不快なことも残さず、健やかな体と、友愛を示しうる魂を保ったまま消え去っていく者を、惜しまずにいられるはずがあろうか」。
§8ὀρθῶς δὲ οἱ θεοὶ τότε μου ἠναντιοῦντο, φάναι αὐτόν, τῇ τοῦ λόγου ἐπισκέψει ὅτε ἐδόκει ἡμῖν ζητητέα εἶναι ἐκ παντὸς τρόπου τὰ ἀποφευκτικά.
「だからこそ、神々はあの時、私たちが何としても無罪を勝ち取る方法を模索すべきだと考えていた時に、私が弁論の準備をすることに反対されたのだ」と彼は言った。
εἰ γὰρ τοῦτο διεπραξάμην, δῆλον ὅτι ἡτοιμασάμην ἂν ἀντὶ τοῦ ἤδη λῆξαι τοῦ βίου ἢ νόσοις ἀλγυνόμενος τελευτῆσαι ἢ γήρᾳ, εἰς ὃ πάντα τὰ χαλεπὰ συρρεῖ καὶ μάλα ἔρημα τῶν εὐφροσυνῶν.
「もし私がそれを成し遂げていたなら、今生を終える代わりに、病苦に苦しみながら死ぬか、あるいは、あらゆる困難が押し寄せ、喜びが全く失われた老いの中で死ぬ準備をしていたことになるのは明らかだからだ」。
§9μὰ Δίʼ, εἰπεῖν αὐτόν, ὦ Ἑρμόγενες, ἐγὼ ταῦτα οὐδὲ προθυμήσομαι, ἀλλʼ ὅσων νομίζω τετυχηκέναι καλῶν καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων, καὶ ἣν ἐγὼ δόξαν ἔχω περὶ ἐμαυτοῦ, ταύτην ἀναφαίνων εἰ βαρυνῶ τοὺς δικαστάς, αἱρήσομαι τελευτᾶν μᾶλλον ἢ ἀνελευθέρως τὸ ζῆν ἔτι προσαιτῶν κερδᾶναι τὸν πολὺ χείρω βίον ἀντὶ θανάτου.
「ゼウスにかけて、ヘルモゲネスよ」と彼は言った。 「私はそのようなことを望みさえしない。 むしろ、自分が神々からも人間からもどれほど多くの善きものを得てきたか、そして自分が自分自身について抱いている確信を明らかにすることで、もし裁判官たちを不快にさせるなら、死を選ぶ。 死の代わりに、卑しくも長生きを請うて、はるかに劣った生を手に入れるよりはましだからだ」。