§10οὕτως δὲ γνόντα αὐτὸν ἔφη [εἰπεῖν], ἐπειδὴ κατηγόρησαν αὐτοῦ οἱ ἀντίδικοι ὡς οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζοι, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέροι καὶ τοὺς νέους διαφθείροι, παρελθόντα εἰπεῖν·
このように決意した上で彼が進み出て、告発者たちが、国家の認める神々を信じず、新しく異なる神霊を導入し、若者を堕落させているとして彼を告訴した後に、次のように語ったとヘルモゲネスは言った。
§11ἀλλʼ ἐγώ, ὦ ἄνδρες, τοῦτο μὲν πρῶτον θαυμάζω Μελήτου, ὅτῳ ποτὲ γνοὺς λέγει ὡς ἐγὼ οὓς ἡ πόλις νομίζει θεοὺς οὐ νομίζω·
「しかし諸君、私はまずメレトスのこの点に驚いている。 彼はいったい何を知って、私が国家の認める神々を信じていないなどと主張しているのだろうか。
ἐπεὶ θύοντά γέ με ἐν ταῖς κοιναῖς ἑορταῖς καὶ ἐπὶ τῶν δημοσίων βωμῶν καὶ οἱ ἄλλοι οἱ παρατυγχάνοντες ἑώρων καὶ αὐτὸς Μέλητος, εἰ ἐβούλετο.
なぜなら、私が共同の祭りで、また公の祭壇で犠牲を捧げているのを、その場に居合わせた他の人々も、そしてメレトス自身も望むなら見ていたからである。
§12καινά γε μὴν δαιμόνια πῶς ἂν ἐγὼ εἰσφέροιμι λέγων ὅτι θεοῦ μοι φωνὴ φαίνεται σημαίνουσα ὅ τι χρὴ ποιεῖν;
また、神の声が私になすべきことを指示しているように思われる、と私が言うことで、どうして新しく異なる神霊を導入していることになるのだろうか。
καὶ γὰρ οἱ φθόγγοις οἰωνῶν καὶ οἱ φήμαις ἀνθρώπων χρώμενοι φωναῖς δήπου τεκμαίρονται.
なぜなら、鳥の鳴き声や人々の噂を用いる者たちも、まさに声によって判断しているからである。
βροντὰς δὲ ἀμφιλέξει τις ἢ μὴ φωνεῖν ἢ μὴ μέγιστον οἰωνιστήριον εἶναι;
また、雷鳴が声を発していない、あるいはそれが最大の兆候ではない、と誰が否定できようか。
ἡ δὲ Πυθοῖ ἐν τῷ τρίποδι ἱέρεια οὐ καὶ αὐτὴ φωνῇ τὰ παρὰ τοῦ θεοῦ διαγγέλλει;
さらに、デルポイの三脚台にいる巫女自身も、声によって神からのメッセージを告げ知らせているではないか。
§13ἀλλὰ μέντοι καὶ τὸ προειδέναι γε τὸν θεὸν τὸ μέλλον καὶ τὸ προσημαίνειν ᾧ βούλεται, καὶ τοῦτο, ὥσπερ ἐγώ φημι, οὕτω πάντες καὶ λέγουσι καὶ νομίζουσιν.
しかしながら、神が未来をあらかじめ知っており、神が望む者にそれを示すということ、これもまた、私が主張するように、誰もがそのように語り、信じている。
ἀλλʼ οἱ μὲν οἰωνούς τε καὶ φήμας καὶ συμβόλους τε καὶ μάντεις ὀνομάζουσι τοὺς προσημαίνοντας εἶναι, ἐγὼ δὲ τοῦτο δαιμόνιον καλῶ καὶ οἶμαι οὕτως ὀνομάζων καὶ ἀληθέστερα καὶ ὁσιώτερα λέγειν τῶν τοῖς ὄρνισιν ἀνατιθέντων τὴν τῶν θεῶν δύναμιν.
ただ、彼らはそれを示すものを鳥や噂、前兆や予言者と呼んでいるが、私はこれを神霊の声と呼んでおり、そのように呼ぶことで、神々の力を鳥に帰する人々よりも、より真実で、より敬虔に語っていると考えている。
ὥς γε μὴν οὐ ψεύδομαι κατὰ τοῦ θεοῦ καὶ τοῦτʼ ἔχω τεκμήριον·
そして、私が神について偽りを述べていないことの証拠として、次のことがある。
καὶ γὰρ τῶν φίλων πολλοῖς δὴ ἐξαγγείλας τὰ τοῦ θεοῦ συμβουλεύματα οὐδεπώποτε ψευσάμενος ἐφάνην.
実際、多くの友人に神の勧告を告げ知らせたが、私が嘘をついていたと判明したことは一度もない。
§14ἐπεὶ δὲ ταῦτα ἀκούοντες οἱ δικασταὶ ἐθορύβουν, οἱ μὲν ἀπιστοῦντες τοῖς λεγομένοις, οἱ δὲ καὶ φθονοῦντες, εἰ καὶ παρὰ θεῶν μειζόνων ἢ αὐτοὶ τυγχάνοι, πάλιν εἰπεῖν τὸν Σωκράτην·
これを聞いて、裁判官たちが騒ぎ立てたとき、ある者は語られたことを信じず、またある者は、彼が自分たちよりも偉大な恩恵を神々から受けているとして嫉妬したのだが、ソクラテスは再びこう言ったという。
ἄγε δὴ ἀκούσατε καὶ ἄλλα, ἵνα ἔτι μᾶλλον οἱ βουλόμενοι ὑμῶν ἀπιστῶσι τῷ ἐμὲ τετιμῆσθαι ὑπὸ δαιμόνων.
「さあ、他のことも聞きなさい。あなたがたのうち望む者が、私が神霊たちから重んじられていることを、さらにいっそう信じられなくなるように。
Χαιρεφῶντος γάρ ποτε ἐπερωτῶντος ἐν Δελφοῖς περὶ ἐμοῦ πολλῶν παρόντων ἀνεῖλεν ὁ Ἀπόλλων μηδένα εἶναι ἀνθρώπων ἐμοῦ μήτε ἐλευθεριώτερον μήτε δικαιότερον μήτε σωφρονέστερον.
かつてカイレポンが、多くの人々が居合わせる中で、デルポイにおいて私について尋ねたとき、アポロンは、人間の中に私よりも自由で、正しく、節度ある者は誰もいないと神託を下したのだ。
§15ὡς δʼ αὖ ταῦτʼ ἀκούσαντες οἱ δικασταὶ ἔτι μᾶλλον εἰκότως ἐθορύβουν, αὖθις εἰπεῖν τὸν Σωκράτην·
これを聞いて裁判官たちがさらに騒ぎ立てるのも無理はなかったが、ソクラテスは再びこう言ったという。
ἀλλὰ μείζω μέν, ὦ ἄνδρες, εἶπεν ὁ θεὸς ἐν χρησμοῖς περὶ Λυκούργου τοῦ Λακεδαιμονίοις νομοθετήσαντος ἢ περὶ ἐμοῦ.
しかし諸君、神は神託において、スパルタ人に法律を制定したリュクルゴスについては、私についてよりもさらに大きなことを述べられた。
λέγεται γὰρ εἰς τὸν ναὸν εἰσιόντα προσειπεῖν αὐτόν· φροντίζω πότερα θεόν σε εἴπω ἢ ἄνθρωπον.
神殿に入っていく彼に対して、神は『私は、汝を神と呼ぶべきか、あるいは人間と呼ぶべきかと思案している』と呼びかけたと言われているからだ。
ἐμὲ δὲ θεῷ μὲν οὐκ εἴκασεν, ἀνθρώπων δὲ πολλῷ προέκρινεν ὑπερφέρειν.
私に対しては、神に例えはしなかったが、人間たちをはるかに凌駕していると判定された。
ὅμως δὲ ὑμεῖς μηδὲ ταῦτʼ εἰκῇ πιστεύσητε τῷ θεῷ, ἀλλὰ καθʼ ἓν ἕκαστον ἐπισκοπεῖτε ὧν εἶπεν ὁ θεός.
それでも、あなたがたは神のこの言葉を無批判に信じるのではなく、神が言われたことを一つ一つ吟味しなさい。
§16τίνα μὲν γὰρ ἐπίστασθε ἧττον ἐμοῦ δουλεύοντα ταῖς τοῦ σώματος ἐπιθυμίαις;
実際、身体の欲望に私よりも隷属していない者を、あなたがたは誰か知っているだろうか。
τίνα δὲ ἀνθρώπων ἐλευθεριώτερον, ὃς παρʼ οὐδενὸς οὔτε δῶρα οὔτε μισθὸν δέχομαι;
また、誰からも贈り物も報酬も受け取らない私よりも自由な人間が、誰かいるだろうか。
δικαιότερον δὲ τίνα ἂν εἰκότως νομίσαιτε τοῦ πρὸς τὰ παρόντα συνηρμοσμένου, ὡς τῶν ἀλλοτρίων μηδενὸς προσδεῖσθαι;
また、手元にあるものに適応しており、他人のものを全く必要としない人よりも正しいと、当然みなされるべき人が誰かいるだろうか。
σοφὸν δὲ πῶς οὐκ ἄν τις εἰκότως ἄνδρα φήσειεν εἶναι ὃς ἐξ ὅτουπερ ξυνιέναι τὰ λεγόμενα ἠρξάμην οὐπώποτε διέλειπον καὶ ζητῶν καὶ μανθάνων ὅ τι ἐδυνάμην ἀγαθόν;
さらに、言葉を理解し始めて以来、自分がなしうる限りの善きものを探求し、学び続けることを決してやめなかった男を、知恵ある者と呼ぶのが当然ではないだろうか。
§17ὡς δὲ οὐ μάτην ἐπόνουν οὐ δοκεῖ ὑμῖν καὶ τάδε τεκμήρια εἶναι, τὸ πολλοὺς μὲν πολίτας τῶν ἀρετῆς ἐφιεμένων, πολλοὺς δὲ ξένων, ἐκ πάντων προαιρεῖσθαι ἐμοὶ ξυνεῖναι;
そして、私が無駄に骨折っていたわけではないということの証拠として、次のようなこともあなたがたには思われないだろうか。 すなわち、徳を追い求める多くの市民や、多くの異邦人が、あらゆる人々の中から私と交わることを選択していること。
ἐκείνου δὲ τί φήσομεν αἴτιον εἶναι, τοῦ πάντας εἰδέναι ὅτι ἐγὼ ἥκιστʼ ἂν ἔχοιμι χρήματα ἀντιδιδόναι, ὅμως πολλοὺς ἐπιθυμεῖν ἐμοί τι δωρεῖσθαι;
また、私が返礼として金銭を与えることなどおよそできないと誰もが知っているにもかかわらず、多くの人々が私に何かを贈ることを望んでいる、その原因を私たちは何と言おうか。
τὸ δʼ ἐμὲ μὲν μηδʼ ὑφʼ ἑνὸς ἀπαιτεῖσθαι εὐεργεσίας, ἐμοὶ δὲ πολλοὺς ὁμολογεῖν χάριτας ὀφείλειν;
さらに、私が誰からも恩恵の返済を要求されることはないのに、多くの人々が私に対して恩義を負っていると認めていること。 」