Humanitext Reader

色诺芬 · 苏格拉底的申辩 §1-9

与赫尔墨根尼论面临审判与赴死

第 1 段,共 4 段 · 希腊语

内容简介

通过苏格拉底与其同伴赫尔墨根尼的对话,本段叙述了苏格拉底在面临审判时如何毫无惧色地保持其傲然之态。苏格拉底坚称,一生行义便是最好的申辩准备,而神明阻止他撰写辩词,正是为了让他能在适宜的年纪以最轻松的方式结束生命,免受衰老之苦。

§1Σωκράτους δὲ ἄξιόν μοι δοκεῖ εἶναι μεμνῆσθαι καὶ ὡς ἐπειδὴ ἐκλήθη εἰς τὴν δίκην ἐβουλεύσατο περί τε τῆς ἀπολογίας καὶ τῆς τελευτῆς τοῦ βίου.
至于苏格拉底,我认为同样值得记住的是,当他被传唤出庭时,他是如何考虑自己的申辩和生命的终结的。
γεγράφασι μὲν οὖν περὶ τούτου καὶ ἄλλοι καὶ πάντες ἔτυχον τῆς μεγαληγορίας αὐτοῦ· ᾧ καὶ δῆλον ὅτι τῷ ὄντι οὕτως ἐρρήθη ὑπὸ Σωκράτους.
的确,其他人也写过这件事,并且所有人都谈到了他的傲然大言;由此也清楚地表明,苏格拉底确实是以这种方式说话的。
ἀλλʼ ὅτι ἤδη ἑαυτῷ ἡγεῖτο αἱρετώτερον εἶναι τοῦ βίου θάνατον, τοῦτο οὐ διεσαφήνισαν· ὥστε ἀφρονεστέρα αὐτοῦ φαίνεται εἶναι ἡ μεγαληγορία.
然而,他们并没有说明这一点:即他已经认为对自己而言,死亡比活着更为可取;因此,他的傲然大言显得有些愚蠢。
§2Ἑρμογένης μέντοι ὁ Ἱππονίκου ἑταῖρός τε ἦν αὐτῷ καὶ ἐξήγγειλε περὶ αὐτοῦ τοιαῦτα ὥστε πρέπουσαν φαίνεσθαι τὴν μεγαληγορίαν αὐτοῦ τῇ διανοίᾳ.
然而,希波尼库斯的儿子赫尔墨根尼是他的同伴,他报告了关于苏格拉底的这些事情,使得他的大言显得与其心境相符。
ἐκεῖνος γὰρ ἔφη ὁρῶν αὐτὸν περὶ πάντων μᾶλλον διαλεγόμενον ἢ περὶ τῆς δίκης εἰπεῖν· §3οὐκ ἐχρῆν μέντοι σκοπεῖν, ὦ Σώκρατες, καὶ ὅ τι ἀπολογήσῃ;
因为他说,看到苏格拉底谈论其他一切事情,唯独不谈论诉讼,他便说道: “苏格拉底,难道你不应该考虑一下你将如何进行申辩吗?
τὸν δὲ τὸ μὲν πρῶτον ἀποκρίνασθαι· οὐ γὰρ δοκῶ σοι ἀπολογεῖσθαι μελετῶν διαβεβιωκέναι;
”而他起初回答道:“难道你觉得我不是在一生中都在准备着我的申辩吗?
ἐπεὶ δʼ αὐτὸν ἐρέσθαι· πῶς;
”当他又问“怎么会呢?
ὅτι οὐδὲν ἄδικον διαγεγένημαι ποιῶν· ἥνπερ νομίζω μελέτην εἶναι καλλίστην ἀπολογίας.
”时,苏格拉底回答说:“因为我一生中从未做过任何不义的事;我认为这正是对申辩最美妙的准备。
§4ἐπεὶ δὲ αὐτὸν πάλιν λέγειν· οὐχ ὁρᾷς τὰ Ἀθηναίων δικαστήρια ὡς πολλάκις μὲν οὐδὲν ἀδικοῦντας λόγῳ παραχθέντες ἀπέκτειναν, πολλάκις δὲ ἀδικοῦντας ἢ ἐκ τοῦ λόγου οἰκτίσαντες ἢ ἐπιχαρίτως εἰπόντας ἀπέλυσαν;
” 当赫尔墨根尼再次说道:“难道你没有看到雅典的法庭,常常因为被言辞误导,而判处了那些毫无过错的人死刑,又常常因为同情或因为他们说得中听,而释放了那些犯罪的人吗?
ἀλλὰ ναὶ μὰ Δία, φάναι αὐτόν, καὶ δὶς ἤδη ἐπιχειρήσαντός μου σκοπεῖν περὶ τῆς ἀπολογίας ἐναντιοῦταί μοι τὸ δαιμόνιον.
”“但是,凭宙斯起誓,”苏格拉底回答说,“我已经两次尝试考虑我的申辩,但神灵都反对我。
§5ὡς δὲ αὐτὸν εἰπεῖν· θαυμαστὰ λέγεις, τὸν δʼ αὖ ἀποκρίνασθαι· ἦ θαυμαστὸν νομίζεις εἰ καὶ τῷ θεῷ δοκεῖ ἐμὲ βέλτιον εἶναι ἤδη τελευτᾶν;
” 当赫尔墨根尼说:“你说的真是令人惊异的事,”苏格拉底又回答说:“如果连神也认为我现在死更好,你真的觉得这很令人惊异吗?
οὐκ οἶσθα ὅτι μέχρι μὲν τοῦδε οὐδενὶ ἀνθρώπων ὑφείμην ἂν βέλτιον ἐμοῦ βεβιωκέναι;
难道你不知道,直到现在,我绝不会向任何人妥协,认为他比我活得更好吗?
ὅπερ γὰρ ἥδιστόν ἐστιν, ᾔδειν ὁσίως μοι καὶ δικαίως ἅπαντα τὸν βίον βεβιωμένον· ὥστε ἰσχυρῶς ἀγάμενος ἐμαυτὸν ταὐτὰ ηὕρισκον καὶ τοὺς ἐμοὶ συγγιγνομένους γιγνώσκοντας περὶ ἐμοῦ.
因为最令人愉快的是,我知道我一生都活得虔诚而公正;因此,在强烈赞赏自己的同时,我也发现那些与我交往的人对我也持有同样的看法。
§6νῦν δὲ εἰ ἔτι προβήσεται ἡ ἡλικία, οἶδʼ ὅτι ἀνάγκη ἔσται τὰ τοῦ γήρως ἐπιτελεῖσθαι καὶ ὁρᾶν τε χεῖρον καὶ ἀκούειν ἧττον καὶ δυσμαθέστερον εἶναι καὶ ὧν ἔμαθον ἐπιλησμονέστερον.
” “但现在,如果我的年龄继续增长,我知道就必然要承受老年的种种负担,看也看得更差,听也听得更少,学习变得迟钝,对所学的东西更容易遗忘。
ἂν δὲ αἰσθάνωμαι χείρων γιγνόμενος καὶ καταμέμφωμαι ἐμαυτόν, πῶς ἄν, εἰπεῖν, ἐγὼ ἔτι ἂν ἡδέως βιοτεύοιμι;
如果我意识到自己变得越来越差并自责,”他说,“我怎么还能快乐地生活下去呢?
§7ἴσως δέ τοι, φάναι αὐτόν, καὶ ὁ θεὸς διʼ εὐμένειαν προξενεῖ μοι οὐ μόνον τὸ ἐν καιρῷ τῆς ἡλικίας καταλῦσαι τὸν βίον, ἀλλὰ καὶ τὸ ᾗ ῥᾷστα.
” “也许,”他接着说,“神出于善意,不仅为我促成了在年龄适宜的时候结束生命,而且还以最轻松的方式。
ἂν γὰρ νῦν κατακριθῇ μου, δῆλον ὅτι ἐξέσται μοι τῇ τελευτῇ χρῆσθαι ἣ ῥᾴστη μὲν ὑπὸ τῶν τούτου ἐπιμεληθέντων κέκριται, ἀπραγμονεστάτη δὲ τοῖς φίλοις, πλεῖστον δὲ πόθον ἐμποιοῦσα τῶν τελευτώντων.
因为如果我现在被判有罪,显然我将能够迎来一种结局,这种结局被那些负责此事的人判定为最轻松,对朋友们最少牵累,且对死者最能引起怀念。
ὅταν γὰρ ἄσχημον μὲν μηδὲν μηδὲ δυσχερὲς ἐν ταῖς γνώμαις τῶν παρόντων καταλείπηταί τις, ὑγιὲς δὲ τὸ σῶμα ἔχων καὶ τὴν ψυχὴν δυναμένην φιλοφρονεῖσθαι ἀπομαραίνηται, πῶς οὐκ ἀνάγκη τοῦτον ποθεινὸν εἶναι;
因为当一个人在在场的人心中没有留下任何难堪或令人不快的事,而是身体健康、灵魂依然充满友爱地消逝时,大家怎能不怀念他呢?
§8ὀρθῶς δὲ οἱ θεοὶ τότε μου ἠναντιοῦντο, φάναι αὐτόν, τῇ τοῦ λόγου ἐπισκέψει ὅτε ἐδόκει ἡμῖν ζητητέα εἶναι ἐκ παντὸς τρόπου τὰ ἀποφευκτικά. εἰ γὰρ τοῦτο διεπραξάμην, δῆλον ὅτι ἡτοιμασάμην ἂν ἀντὶ τοῦ ἤδη λῆξαι τοῦ βίου ἢ νόσοις ἀλγυνόμενος τελευτῆσαι ἢ γήρᾳ, εἰς ὃ πάντα τὰ χαλεπὰ συρρεῖ καὶ μάλα ἔρημα τῶν εὐφροσυνῶν.
” “所以,当那时我们认为应该千方百计寻求无罪释放的办法时,神明反对我研究申辩的言辞,是完全正确的,”他说,“因为如果我真的做到了这一点,显然我所准备的,就不是现在结束生命,而是要么在疾病的折磨中死去,要么在老年中死去,而一切艰难困苦都会汇聚于老年,且毫无快乐可言。
§9μὰ Δίʼ, εἰπεῖν αὐτόν, ὦ Ἑρμόγενες, ἐγὼ ταῦτα οὐδὲ προθυμήσομαι, ἀλλʼ ὅσων νομίζω τετυχηκέναι καλῶν καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων, καὶ ἣν ἐγὼ δόξαν ἔχω περὶ ἐμαυτοῦ, ταύτην ἀναφαίνων εἰ βαρυνῶ τοὺς δικαστάς, αἱρήσομαι τελευτᾶν μᾶλλον ἢ ἀνελευθέρως τὸ ζῆν ἔτι προσαιτῶν κερδᾶναι τὸν πολὺ χείρω βίον ἀντὶ θανάτου.
” “凭宙斯起誓,赫尔墨根尼,”他说,“我甚至不会去渴望这些。 相反,我要彰显我认为自己从神明和人类那里所获得的一切美好,以及我对自己的评价,如果这让法官们感到厌烦,我宁愿选择死亡,也不愿低声下气地乞求苟活,用死亡换取那种糟糕得多的生活。 ”

词汇与语法注释

  1. §1ὥστε ἀφρονεστέρα αὐτοῦ φαίνεται εἶναι ἡ μεγαληγορία — 由连词 `ὥστε` 引导的结果从句。属格 `αὐτοῦ` 自然地被解释为修饰 `ἡ μεγαληγορία` 的所有格(“他的傲然大言”)。然而,它也可以被解释为比较级形容词 `ἀφρονεστέρα` 之后的比较属格(“比他本人/他的实际性格显得更愚蠢”)。在本翻译中,我们采用所有格的解读,因为上下文强调,如果不解释他内心里对死亡的偏好,他的傲然大言本身就会显得愚蠢。
  2. §3τὸν δὲ τὸ μὲν πρῶτον ἀποκρίνασθαι — 基于赫尔墨根尼报告的间接引语。这是受§2中主句动词 `ἔφη`(“他说”)支配的“对格+不定式”结构,其中 `τὸν δέ`(“而他[苏格拉底]”)作为不定式 `ἀποκρίνασθαι` 的逻辑主语(对格)。这一语法结构贯穿了随后的整段对话,如§3中的 `ἐρέσθαι`、§4中的 `λέγειν` 和 `φάναι`,以及§5中的 `εἰπεῖν`。
  3. §5οὐδενὶ ἀνθρώπων ὑφείμην ἂν βέλτιον ἐμοῦ βεβιωκέναι — 动词 `ὑφείμην ἂν` 是 `ὑφίημι`(让步、屈服)的中动希求法加 `ἄν`,表示潜在可能性(“我绝不让步”)。它支配与格 `οὐδενὶ ἀνθρώπων`(“向任何人”),后接不定式短语 `βέλτιον ἐμοῦ βεβιωκέναι`(“活得比我更好”)。其中 `ἐμοῦ` 是修饰比较级副词 `βέλτιον` 的比较属格,构成了“我绝不会向任何人让步,承认他活得比我更好”的双重比较与让步结构。
  4. §9ἣν ἐγὼ δόξαν ἔχω περὶ ἐμαυτοῦ, ταύτην ἀναφαίνων — 关系从句中先行词同化(antecedent incorporation)的例子。在原本应当是 `τὴν δόξαν ἣν ἔχω`(“我所持有的看法”)的结构中,先行词 `δόξαν` 被纳入了关系从句 `ἣν... ἔχω` 的内部,并在主句中由指示代名词 `ταύτην` 重新承接。

引用这一段

色诺芬, 苏格拉底的申辩 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg005.humanitext-grc2:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。