- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg005.humanitext-grc2:1-9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
裁判に臨むソクラテスが、いかにして死を恐れず毅然とした態度(大言)を貫いたかを、同伴者ヘルモゲネスとの対話を通じて描く。ソクラテスは、これまで正義を貫いて生きてきたこと自体が最善の弁護準備であり、老いの苦しみを避けて適した時期に最も容易な方法で死ぬことは神の恩寵であると主張する。
Σωκράτους δὲ ἄξιόν μοι δοκεῖ εἶναι μεμνῆσθαι καὶ ὡς ἐπειδὴ ἐκλήθη εἰς τὴν δίκην ἐβουλεύσατο περί τε τῆς ἀπολογίας καὶ τῆς τελευτῆς τοῦ βίου. γεγράφασι μὲν οὖν περὶ τούτου καὶ ἄλλοι καὶ πάντες ἔτυχον τῆς μεγαληγορίας αὐτοῦ· ᾧ καὶ δῆλον ὅτι τῷ ὄντι οὕτως ἐρρήθη ὑπὸ Σωκράτους. ἀλλʼ ὅτι ἤδη ἑαυτῷ ἡγεῖτο αἱρετώτερον εἶναι τοῦ βίου θάνατον, τοῦτο οὐ διεσαφήνισαν· ὥστε ἀφρονεστέρα αὐτοῦ φαίνεται εἶναι ἡ μεγαληγορία.1
ソクラテスについては、裁判に召喚された際に、自身の弁護と生の終焉についてどのように思案したかも、記憶に留めるに値すると私には思われる。なるほど、このことについては他の人々も書いており、誰もが彼の毅然たる態度に言及している。それゆえに、実際にソクラテスによってそのように語られたことは明らかである。しかし、彼らが明確にしなかったのは、彼がすでに自分自身にとって生よりも死のほうが望ましいと考えていたということである。そのため、彼の毅然たる態度は、いささか愚かなものであるかのように見えてしまっている。
Ἑρμογένης μέντοι ὁ Ἱππονίκου ἑταῖρός τε ἦν αὐτῷ καὶ ἐξήγγειλε περὶ αὐτοῦ τοιαῦτα ὥστε πρέπουσαν φαίνεσθαι τὴν μεγαληγορίαν αὐτοῦ τῇ διανοίᾳ. ἐκεῖνος γὰρ ἔφη ὁρῶν αὐτὸν περὶ πάντων μᾶλλον διαλεγόμενον ἢ περὶ τῆς δίκης εἰπεῖν·
しかしながら、ヒッポニコスの息子ヘルモゲネスは彼の仲間であり、彼について次のようなことを報告して、彼のあの毅然たる態度がその意図にふさわしいものであることを明らかにした。すなわち、ヘルモゲネスによれば、ソクラテスが裁判のことよりも他のあらゆることについて語っているのを見て、次のように言ったという。
οὐκ ἐχρῆν μέντοι σκοπεῖν, ὦ Σώκρατες, καὶ ὅ τι ἀπολογήσῃ; τὸν δὲ τὸ μὲν πρῶτον ἀποκρίνασθαι·2 οὐ γὰρ δοκῶ σοι ἀπολογεῖσθαι μελετῶν διαβεβιωκέναι; ἐπεὶ δʼ αὐτὸν ἐρέσθαι· πῶς; ὅτι οὐδὲν ἄδικον διαγεγένημαι ποιῶν· ἥνπερ νομίζω μελέτην εἶναι καλλίστην ἀπολογίας.
「ソクラテスよ、自分がどのような弁護をするかも考えるべきではないのですか」。すると彼は最初、こう答えたという。「私は生涯を通じて、弁護の準備を重ねて生きてきたとは思われないかね」。そこでヘルモゲネスが「どのようにですか」と尋ねると、彼は答えた。「私が不正なことを何一つ行わずに生き抜いてきたことによってだ。それこそが弁護の最も優れた準備であると私は考えている」。
ἐπεὶ δὲ αὐτὸν πάλιν λέγειν· οὐχ ὁρᾷς τὰ Ἀθηναίων δικαστήρια ὡς πολλάκις μὲν οὐδὲν ἀδικοῦντας λόγῳ παραχθέντες ἀπέκτειναν, πολλάκις δὲ ἀδικοῦντας ἢ ἐκ τοῦ λόγου οἰκτίσαντες ἢ ἐπιχαρίτως εἰπόντας ἀπέλυσαν; ἀλλὰ ναὶ μὰ Δία, φάναι αὐτόν, καὶ δὶς ἤδη ἐπιχειρήσαντός μου σκοπεῖν περὶ τῆς ἀπολογίας ἐναντιοῦταί μοι τὸ δαιμόνιον.
さらにヘルモゲネスが重ねてこう言ったという。「アテナイの法廷をご覧になりませんか。法廷はしばしば、弁論に惑わされて何ら不義を働いていない人々を死刑に処する一方で、不義を働いた人々であっても、弁論によって哀れみを誘ったり、気に入るように語ったりした者を無罪放免にしているではありませんか」。するとソクラテスは答えたという。「いや、ゼウスにかけて誓うが、すでに二度も弁護の件を考えようと試みたのだが、神霊が私に反対するのだ」。
ὡς δὲ αὐτὸν εἰπεῖν· θαυμαστὰ λέγεις, τὸν δʼ αὖ ἀποκρίνασθαι· ἦ θαυμαστὸν νομίζεις εἰ καὶ τῷ θεῷ δοκεῖ ἐμὲ βέλτιον εἶναι ἤδη τελευτᾶν; οὐκ οἶσθα ὅτι μέχρι μὲν τοῦδε οὐδενὶ ἀνθρώπων ὑφείμην ἂν βέλτιον ἐμοῦ βεβιωκέναι;3 ὅπερ γὰρ ἥδιστόν ἐστιν, ᾔδειν ὁσίως μοι καὶ δικαίως ἅπαντα τὸν βίον βεβιωμένον· ὥστε ἰσχυρῶς ἀγάμενος ἐμαυτὸν ταὐτὰ ηὕρισκον καὶ τοὺς ἐμοὶ συγγιγνομένους γιγνώσκοντας περὶ ἐμοῦ.
そこでヘルモゲネスが「驚くべきことをおっしゃる」と言うと、彼は再び答えた。「神にとっても、私が今死ぬ方が良いと思われることが、君にはそれほど驚くべきことだと思えるのかね。君は、これまで私が誰に対しても、自分より良く生きたと屈したことはなかったということを知らないのか。最も喜ばしいことに、私は自分の生涯すべてを敬虔かつ義にかなって生きてきたことを自覚していた。だからこそ、私は自分自身に強く満足し、私と交わる人々も私について同様の認識を持っていることを見出していたのだ」。
νῦν δὲ εἰ ἔτι προβήσεται ἡ ἡλικία, οἶδʼ ὅτι ἀνάγκη ἔσται τὰ τοῦ γήρως ἐπιτελεῖσθαι καὶ ὁρᾶν τε χεῖρον καὶ ἀκούειν ἧττον καὶ δυσμαθέστερον εἶναι καὶ ὧν ἔμαθον ἐπιλησμονέστερον. ἂν δὲ αἰσθάνωμαι χείρων γιγνόμενος καὶ καταμέμφωμαι ἐμαυτόν, πῶς ἄν, εἰπεῖν, ἐγὼ ἔτι ἂν ἡδέως βιοτεύοιμι;
「しかし今、もしさらに齢を重ねるならば、老いの辛さを果たさねばならず、視力も衰え、聴力も落ち、物覚えも悪くなり、学んだことも忘れやすくなることは避けられないと分かっている。もし自分が衰えていくのを自覚し、自分を責めることになれば」と彼は言った。「どうして私はこれ以上、快く生きることができようか」。
ἴσως δέ τοι, φάναι αὐτόν, καὶ ὁ θεὸς διʼ εὐμένειαν προξενεῖ μοι οὐ μόνον τὸ ἐν καιρῷ τῆς ἡλικίας καταλῦσαι τὸν βίον, ἀλλὰ καὶ τὸ ᾗ ῥᾷστα. ἂν γὰρ νῦν κατακριθῇ μου, δῆλον ὅτι ἐξέσται μοι τῇ τελευτῇ χρῆσθαι ἣ ῥᾴστη μὲν ὑπὸ τῶν τούτου ἐπιμεληθέντων κέκριται, ἀπραγμονεστάτη δὲ τοῖς φίλοις, πλεῖστον δὲ πόθον ἐμποιοῦσα τῶν τελευτώντων. ὅταν γὰρ ἄσχημον μὲν μηδὲν μηδὲ δυσχερὲς ἐν ταῖς γνώμαις τῶν παρόντων καταλείπηταί τις, ὑγιὲς δὲ τὸ σῶμα ἔχων καὶ τὴν ψυχὴν δυναμένην φιλοφρονεῖσθαι ἀπομαραίνηται, πῶς οὐκ ἀνάγκη τοῦτον ποθεινὸν εἶναι;
「そしておそらく、実に」と彼は言った。「神も好意から、私に年齢の適当な時期に生を終えることだけでなく、最も容易な方法で終えることをもたらしてくれているのだろう。もし今、私に有罪判決が下るなら、この件を担当する人々によって最も容易であると判断され、友人たちにとっても最も煩わしさがなく、死にゆく者のうちで最も思慕の情を呼び起こすような最期を迎えることができるのは明らかだからだ。見守る人々の心に、醜い姿も不快なことも残さず、健やかな体と、友愛を示しうる魂を保ったまま消え去っていく者を、惜しまずにいられるはずがあろうか」。
ὀρθῶς δὲ οἱ θεοὶ τότε μου ἠναντιοῦντο, φάναι αὐτόν, τῇ τοῦ λόγου ἐπισκέψει ὅτε ἐδόκει ἡμῖν ζητητέα εἶναι ἐκ παντὸς τρόπου τὰ ἀποφευκτικά. εἰ γὰρ τοῦτο διεπραξάμην, δῆλον ὅτι ἡτοιμασάμην ἂν ἀντὶ τοῦ ἤδη λῆξαι τοῦ βίου ἢ νόσοις ἀλγυνόμενος τελευτῆσαι ἢ γήρᾳ, εἰς ὃ πάντα τὰ χαλεπὰ συρρεῖ καὶ μάλα ἔρημα τῶν εὐφροσυνῶν.
「だからこそ、神々はあの時、私たちが何としても無罪を勝ち取る方法を模索すべきだと考えていた時に、私が弁論の準備をすることに反対されたのだ」と彼は言った。「もし私がそれを成し遂げていたなら、今生を終える代わりに、病苦に苦しみながら死ぬか、あるいは、あらゆる困難が押し寄せ、喜びが全く失われた老いの中で死ぬ準備をしていたことになるのは明らかだからだ」。
μὰ Δίʼ, εἰπεῖν αὐτόν, ὦ Ἑρμόγενες, ἐγὼ ταῦτα οὐδὲ προθυμήσομαι, ἀλλʼ ὅσων νομίζω τετυχηκέναι καλῶν καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων, καὶ ἣν ἐγὼ δόξαν ἔχω περὶ ἐμαυτοῦ, ταύτην ἀναφαίνων4 εἰ βαρυνῶ τοὺς δικαστάς, αἱρήσομαι τελευτᾶν μᾶλλον ἢ ἀνελευθέρως τὸ ζῆν ἔτι προσαιτῶν κερδᾶναι τὸν πολὺ χείρω βίον ἀντὶ θανάτου.
「ゼウスにかけて、ヘルモゲネスよ」と彼は言った。「私はそのようなことを望みさえしない。むしろ、自分が神々からも人間からもどれほど多くの善きものを得てきたか、そして自分が自分自身について抱いている確信を明らかにすることで、もし裁判官たちを不快にさせるなら、死を選ぶ。死の代わりに、卑しくも長生きを請うて、はるかに劣った生を手に入れるよりはましだからだ」。
- 1ὥστε ἀφρονεστέρα αὐτοῦ φαίνεται εἶναι ἡ μεγαληγορία
接続詞 ὥστε に導かれる結果節。「それゆえに彼の毅然たる態度(大言)は…に見える」の意。属格 αὐτοῦ は ἡ μεγαληγορία(彼の態度)にかかる所有の属格とするのが自然だが、比較級 ἀφρονεστέρα(より愚かな)に対する比較の属格として「彼(の人物・実態)に比してより愚かに見える」と取る解釈も可能。ここでは他者がソクラテスの意図を説明し損ねた結果として「彼の態度そのものが愚か(空威張り)に見える」という文脈を踏まえ、前者の所有の属格として解釈した。
- 3τὸν δὲ τὸ μὲν πρῶτον ἀποκρίνασθαι
ヘルモゲネスの報告に基づく間接話法。主節の動詞 ἔφη(§2「彼は言った」)に支配された「対格+不定詞」の構文であり、τὸν δέ(「彼[ソクラテス]は」)が不定詞 ἀποκρίνασθαι の意味上の主語(対格)となっている。この構文は §3 の ἐρέσθαι、§4 の λέγειν・φάναι、§5 の εἰπεῖν など、会話のやり取り全体にわたって一貫して維持されている。
- 5οὐδενὶ ἀνθρώπων ὑφείμην ἂν βέλτιον ἐμοῦ βεβιωκέναι
動詞 ὑφείμην ἂν は ὑφίημι(譲る、屈する)の希求法中動態+ἄν で、潜在(〜しないだろう、〜するつもりはない)を表す。与格 οὐδενὶ ἀνθρώπων(いかなる人間にも)を支配し、その後に不定詞句 βέλτιον ἐμοῦ βεβιωκέναι が続く。ἐμοῦ は比較級副詞 βέλτιον にかかる比較の属格であり、「私よりもよく生きたと(誰か他の人に)譲るつもりはない」という二重の比較・屈服の構造をとっている。
- 9ἣν ἐγὼ δόξαν ἔχω περὶ ἐμαυτοῦ, ταύτην ἀναφαίνων
関係代名詞節における先行詞の同化(antecedent incorporation)の例。本来 τὴν δόξαν ἣν ἔχω(私が抱いている確信)となるべき構造において、先行詞 δόξαν が関係節 ἣν... ἔχω の内部に取り込まれ、主節では指示代名詞 ταύτην によって受け直されている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 2 件
