§3.1Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα·
私の兄弟たち、多くの者が教師になってはなりません。 私たちがより厳しい裁きを受けることになるのを知っているからです。
§3.2πολλὰ γὰρ πταίομεν ἅπαντες.
私たちは皆、多くの点でつまずくからです。
εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
もし言葉においてつまずかない人がいるなら、その人は自分の全身をも制御できる完全な人です。
§3.3εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν·
もし私たちが、馬を従わせるためにその口にハツワをはめるなら、その全身を方向転換させることになります。
§3.4ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται·
見なさい、船もまた、あれほど大きく、強い風に吹き煽られていても、舵取りの意図が望むところへと、極めて小さな舵によって方向転換させられるのです。
§3.5οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ.
同じように、舌も小さな部材にすぎませんが、大言壮語します。
ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
見なさい、いかに小さな火がいかに広大な森を燃え立たせることか。
§3.6καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
そして舌は火です。 不義の世界として、舌は私たちの部材の中に位置づけられており、全身を汚し、生存の車輪を燃え立たせ、自らも地獄によって燃え立たされるのです。
§3.7πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·
あらゆる種類の獣や鳥、這うものや海の生き物は、人間の性質によって手懐けられ、また手懐けられてきました。
§3.8τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων·
しかし、人間のうちだれ一人として舌を手なずけることはできません。
ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
それは制御のつかない悪であり、死をもたらす毒に満ちています。
§3.9ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς
"καθʼ ὁμοίωσιν θεοῦ"
γεγονότας·
私たちはこの舌で、主であり父である方を賛美し、またこの舌で、神の似姿に造られた人間を呪います。
§3.10ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα.
同じ口から賛美と呪いが出てくるのです。
οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι.
私の兄弟たち、このようなことがあってはなりません。
§3.11μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
泉が同じ湧き口から、甘い水と苦い水を湧き出させるでしょうか。
§3.12μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα;
私の兄弟たち、いちじくの木がオリーブを結んだり、ぶどうの木がいちじくを結んだりできるでしょうか。
οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
塩辛い水が甘い水を造ることもできません。
§3.13Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν;
あなたがたのうちで、知恵があり物分かりの良い人はだれですか。
δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
その人は、その知恵にかなう柔和さをもって、立派な生き方から自分の行いを示しなさい。
§3.14εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθίαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
しかし、もしあなたがたの心の中に、苦い妬みと利己的な野心があるなら、自慢したり、真理に逆らって嘘をついたりしてはなりません。
§3.15οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης·
このような知恵は、上から下ってくるものではなく、地上のもの、肉的なもの、悪霊的なものです。
§3.16ὅπου γὰρ ζῆλος καὶ ἐριθία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
なぜなら、妬みと利己的な野心のあるところには、混乱とあらゆる卑劣な行いがあるからです。
§3.17ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος·
しかし、上からの知恵は、第一に純真であり、次に平和を好み、穏やかで、従順であり、憐れみと良い実にあふれ、偏見がなく、偽りがありません。
§3.18καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
そして、義の実を結ぶ種は、平和をつくる人々によって、平和のうちに蒔かれるのです。