Humanitext Reader

新約聖書 · ヘブライ人への手紙 §9.1-9.28

地上の幕屋の限界とキリストによる完全な贖罪

9 / 13 箇所 · ギリシア語

要旨

地上の幕屋の構造と旧契約における礼拝の限界、および、キリストが自身の血によって一度きりで天の至聖所に入り、新しい契約の仲介者として完全な贖いを成し遂げられた事実を対比して論じている。

§9.1Εἶχε μὲν οὖν [καὶ] ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν.
それゆえ、最初の契約にもまた礼拝の規定と地上の聖所がありました。
§9.2σκηνὴ γὰρ κατεσκευάσθη·
実際、幕屋が建てられました。
ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια·
その手前の(第一の)幕屋には、燭台、机、そして供え物のパンがあり、そこは「聖所」と呼ばれます。
§9.3μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων,
また第二の垂れ幕の後ろには、「至聖所」と呼ばれる幕屋がありました。
§9.4χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης,
そこには金の香炉と、全面を金で覆われた契約の箱があり、その中にはマナの入った金の壺、芽を出したアロンの杖、および契約の石板がありました。
§9.5ὑπεράνω δὲ αὐτῆς Χερουβεὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον·
またその箱の上には、贖いの座を覆う栄光のケルビムがいました。
περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.
これらについては、今個別に語る時ではありません。
§9.6Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, §9.7εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
これらがこのように整えられて、第一の幕屋には祭司たちが常に礼拝の務めを果たすために入っていきますが、第二の幕屋には、年に一度、大祭司だけが、しかも自分自身と民の過ちのために捧げる血を持たずには入ることはありません。
§9.8τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν,
このことによって聖霊が示されているのは、第一の幕屋が依然として存続している間は、聖所への道がまだ開かれていないということです。
§9.9ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθʼ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
この幕屋は、現在の時のための象徴であり、それに従って、礼拝する者の良心を完成させることができない贈り物やいけにえが捧げられています。
§9.10μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
これらはただ、食べ物や飲み物、様々な洗い清めに関わるものであり、改革の時まで課された肉体の規定にすぎません。
§9.11Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτʼ ἔστιν οὐ ταύτης τῆς κτίσεως, §9.12οὐδὲ διʼ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
しかしキリストは、すでに実現した素晴らしいことの大祭司として現れ、手で造られたのではない、すなわち、この造られた世界に属さない、より大きく、より完全な幕屋を通り、ヤギや子牛の血によってではなく、ご自身の血によって、ただ一度だけ聖所に入り、永遠の贖いを成し遂げられました。
§9.13εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, §9.14πόσῳ μᾶλλον τὸ αἷμα τοῦ χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
もし、ヤギや雄牛の血、また若い雌牛の灰を汚れた人々に振りかけることが、肉体を清めるために彼らを聖なるものとするならば、永遠の精霊によって、ご自身を傷のないものとして神に捧げられたキリストの血は、なおさら、私たちの良心を死んだ業から清めて、生ける神に仕えさせるようにしないでしょうか。
§9.15Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
このために、キリストは新しい契約の仲介者となられました。 それは、最初の契約の下で犯された違反を贖うために死が引き起こされた結果、召された人々が約束された永遠の財産を受け取るためです。
§9.16ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·
なぜなら、遺言があるところには、遺言者の死が証明される必要があるからです。
§9.17διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μὴ τότε ἰσχύει ὅτε ζῇ ὁ §9.18διαθέμενος.
遺言は、人が死んで初めて有効になるのであって、遺言者が生きている間は決して効力を持たないからです。
Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐνκεκαίνισται·
それゆえ、最初の契約もまた、血なしに制定されたわけではありません。
§9.19λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωυσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τῶν τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον. καὶ πάντα τὸν λαὸν ἐράντισεν, §9.20λέγων "Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο" §9.21"πρὸς ὑμᾶς ὁ θεός·
なぜなら、モーセが律法に従ってすべての戒めを民全体に告げたとき、彼は子牛とヤギの血を水、緋色の羊毛、ヒソプと共に取り、契約の書そのものと民全体に振りかけ、「これは、神があなたがたに対してお命じになった契約の血である」と言いました。
" καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν.
また同じように、幕屋と礼拝に用いるすべての器具にも血を振りかけました。
§9.22καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
律法によれば、ほとんどすべてのものが血によって清められ、血を流すことなしには、罪の赦しはあり得ません。
§9.23Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.
したがって、天にあるものの写しは、これらの方法で清められる必要がありましたが、天にあるもの自体は、これらよりも優れたいけにえによって清められなければなりません。
§9.24οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλʼ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
キリストは、本物の写しにすぎない、手で造られた聖所に入られたのではなく、今や私たちのために神の御前に現れるために、天そのものに入られたからです。
§9.25οὐδʼ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατʼ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ,
また、大祭司が毎年他人の血を携えて聖所に入るように、ご自身を何度も捧げるためでもありません。
§9.26ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου·
もしそうなら、世の初めから何度も苦難を受けなければならなかったでしょう。
νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
しかし今や、世の終わりに、ご自身をいけにえとして捧げて罪を取り除くために、ただ一度だけ現れました。
§9.27καὶ καθʼ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, §9.28οὕτως καὶ ὁ χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ "πολλῶν ἀνενεγκεῖν ἁμαρτίας," ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
人間には一度だけ死ぬこと、そしてその後に裁きを受けることが定められているように、キリストもまた、多くの人の罪を負うためにただ一度だけ捧げられた後、ご自分を待ち望んでいる人々に救いをもたらすために、罪とは関わりなく、二度目に現れてくださいます。

語釈・文法注

  1. §9.1ἡ πρώτη — 「第一の」の後ろに、前章(8.13など)から「契約(διαθήκη)」が省略されている。
  2. §9.8ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν — 属格独立分詞構文であり、時間的または条件的な譲歩を表す。「第一の幕屋が依然として存続している(直訳:立っている状態を保持している)間は」の意。
  3. §9.16διαθήκη — ギリシア語の διαθήκη は「契約」と「遺言」の両方の意味を持つ。9.15までは「契約」の意味で使われていたが、9.16-17では遺言者が死ななければ効力を持たないという「遺言」の法的文脈にスライドしている。

この箇所を引用する

新約聖書, ヘブライ人への手紙 §9.1-9.28. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0031.tlg019.humanitext-grc2:9.1-9.28

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。