§2.1Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ,
だから、私の子よ、キリスト・イエスにある恵みによって強くなりなさい。
§2.2καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
そして、多くの証人の前で私から聞いたことを、他の人々をも教える力のある信頼できる人々に託しなさい。
§2.3συνκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.
キリスト・イエスの優れた兵士として、共に苦難を受けてください。
§2.4οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματίαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ·
兵役に就いている者は誰も、自分を徴募した者を喜ばせるために、生活の雑事に巻き込まれることはありません。
§2.5ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ·
また、競技をする者も、規則に従って競技しなければ、栄冠を得ることはありません。
§2.6τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
労苦する農夫こそが、最初に収穫の分け前を預かるべきです。
§2.7νόει ὃ λέγω·
私の言うことをよく考えなさい。
δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.
主はすべてのことについて、あなたに理解力を与えてくださるからです。
§2.8μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυείδ, κατὰ τὸ εὐαγγέλιόν μου·
私の福音の通り、ダビデの子孫として生まれ、死者の中から復活したイエス・キリストを覚え続けなさい。
§2.9ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος.
この福音のために、私は犯罪人のように鎖につながれるまでに苦難を受けています。
ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται·
しかし、神の言葉はつながれてはいません。
§2.10διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
それゆえ、私は選ばれた人々のためにすべてのことを耐え忍んでいます。 それは、彼らもまたキリスト・イエスにある救いと永遠の栄光を得るためです。
§2.11πιστὸς ὁ λόγος·
この言葉は信頼できます。
εἰ γὰρ συναπεθάνομεν, καὶ συνζήσομεν·
「もし私たちが共に死んだなら、共に生きるであろう。
§2.12εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·
もし耐え忍ぶなら、共に支配するであろう。
εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
もし私たちが彼を否むなら、彼も私たちを否むであろう。
§2.13εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.
もし私たちが不真実であっても、彼は真実であり続ける。 ご自身を否むことはできないからである。
§2.14Ταῦτα ὑπο μίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ, μὴ λογομαχεῖν, ἐπʼ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
」これらのことを人々に思い起こさせ、言葉の争いをしないように、神の御前で厳かに命じなさい。 それは何の実益もなく、聞く人々を破滅させるだけです。
§2.15σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
あなた自身を、神に認められた者、恥じるところのない働き手、真理の言葉を正しく説く者として、神の御前に示すように努めなさい。
§2.16τὰς δὲ βεβήλους κενοφωνιας περιίστασο·
俗悪な無駄話を避けなさい。
ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,
それらは人々をさらに不信心へと進ませるからです。
§2.17καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει·
彼らの言葉は壊疽のように広がるでしょう。
ὧν ἐστὶν Ὑμέναιος καὶ Φίλητος,
その中にはヒメナオとフィレトがいます。
§2.18οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.
彼らは真理から外れ、復活はすでに起こったと言って、ある人々の信仰を覆しています。
§2.19ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην
"Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ,"
καί Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ
"ὀνομάζων τὸ ὄνομα Κυρίου. "
しかし、神の固い土台は揺るがずに立っており、次のような刻印が押されています。 "主はご自身に属する人々を知っておられる。 "また、 "主の名を呼ぶ者はすべて、不義から離れよ。
§2.20ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν·
"大きな家には、金や銀の器だけでなく、木や土の器もあります。 また、あるものは尊いことに、あるものは卑しいことに用いられます。
§2.21ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
ですから、だれでもこれらから身を清めるなら、その人は尊いことに用いられる器となり、聖別され、主人に役立つものとなり、あらゆる良い働きのために準備されたものとなります。
§2.22τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.
若い時の情欲を避け、清い心で主を呼び求める人々と共に、正義、信仰、愛、平和を追い求めなさい。
§2.23τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας·
愚かで無知な議論を退けなさい。 それらが争いを生み出すことを知っているからです。
§2.24δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
主の僕が争ってはありません。 むしろ、すべての人に対して穏やかで、教えることが得意で、耐え忍ぶ者であり、反対する人々を柔和な心で諭すべきです。
§2.25ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μή ποτε δῴη αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
神は彼らに悔い改めの心を与え、真理を認識させるに至らせてくださるかもしれません。
§2.26καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπʼ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
また、悪魔に捕らえられてその意のままになっていた彼らが、正気に戻ってその罠から逃れるようになるかもしれません。