Humanitext Reader

新约圣经 · 提摩太后书 §2.1-2.26

基督的精兵与传讲真理的工人

第 2 段,共 4 段 · 希腊语

内容简介

保罗劝勉提摩太要像精兵一样忍受苦难,并将真道交托给忠心的人。他被嘱咐要逃避无益的言语争辩和异端空谈,用温柔的心劝导抵挡真理的人。

§2.1Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ,
我儿啊,你要在基督耶稣里的恩典上刚强起来。
§2.2καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
你在许多见证人面前听见我所教导的,也要交托那忠心、能教导别人的人。
§2.3συνκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.
你要和我同受苦难,好像基督耶稣的精兵。
§2.4οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματίαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ·
凡在军中当兵的,不将世务缠身,好叫那招他当兵的人喜悦。
§2.5ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ·
人若在竞技场上比武,非按规矩,就不能得冠冕。
§2.6τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
劳力的农夫理当先得粮食。
§2.7νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.
我所说的话,你要思想,因为主必在凡事上给你聪明。
§2.8μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυείδ, κατὰ τὸ εὐαγγέλιόν μου·
你要纪念耶稣基督,他是大卫的后裔,从死里复活,正合乎我所传的福音。
§2.9ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται·
我为这福音受苦难,甚至被捆绑,像犯人一样;然而,神的道却不被捆绑。
§2.10διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
所以,我为选民凡事忍耐,叫他们也可以得着那在基督耶稣里的救恩和永远的荣耀。
§2.11πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συνζήσομεν· §2.12εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· §2.13εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.
有可信的话说:我们若与基督同死,也必与他同活;我们若能忍耐,也必和他一同作王;我们若不认他,他也必不认我们;我们纵然失信,他仍是可信的,因为他不能否定自己。
§2.14Ταῦτα ὑπο μίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ, μὴ λογομαχεῖν, ἐπʼ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
你要使众人回想这些事,在神面前嘱咐他们:不可为言语争辩;这是没有益处的,只能败坏听的人。
§2.15σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
你当竭力在神面前得蒙喜悦,作无愧的工人,按着正意分解真理的道。
§2.16τὰς δὲ βεβήλους κενοφωνιας περιίστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,
但要规避世俗的虚谈,因为这些话必进到更不敬虔的地步。
§2.17καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστὶν Ὑμέναιος καὶ Φίλητος, §2.18οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.
他们的话如同毒疮,越烂越大;其中有许米乃和腓理徒,他们偏离了真理,说复活的事已过,就败坏好些人的信心。
§2.19ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην "Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ," καί Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ "ὀνομάζων τὸ ὄνομα Κυρίου. "
然而,神坚固的根基立住了;上面有这印记说: “主认识谁是他的人”;又说: “凡称呼主名的人总要离开不义。
§2.20ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν·
” 在大户人家,不但有金器银器,也有木器瓦器;有作为贵重的,有作为卑贱的。
§2.21ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
人若自洁,脱离卑贱的事,就必作贵重的器皿,成为圣洁,合乎主用,预备行各样的善事。
§2.22τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.
你要逃避少年的私欲,同那清心祷告主的人追求公义、信德、仁爱、和平。
§2.23τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας·
唯有那愚拙无学问的辩论,总要弃绝,因为知道这等事是起争竞的。
§2.24δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, §2.25ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μή ποτε δῴη αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, §2.26καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπʼ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
然而主的仆人不可争竞,只要温温和和地待众人,善于教导,存心忍耐,用温柔劝导那抵挡的人,或者神给他们悔改的心,可以明白真理,也是他们这被魔鬼任意掳去的可以醒悟过来,脱离他的网罗。

词汇与语法注释

  1. 2.2διὰ πολλῶν μαρτύρων — 介词 διὰ 接属格通常表示媒介或手段,在此处意为“在许多见证人面前”或“经过许多见证人(的证实)”。
  2. 2.14ἐπʼ οὐδὲν χρήσιμον — 介词 ἐπί 接宾格在此表示结果或目的,意为“毫无益处”或“不达任何实效”。
  3. 2.15ὀρθοτομοῦντα — 动词 ὀρθοτομέω(原意为“直直地切开”)的现在分词。在此语境中引申为“按着正意分解(或正确传授)”真理的话语。
  4. 2.26ἐζωγρημένοι ὑπʼ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα — 关于接在完成时被动分词 ἐζωγρημένοι(被活捉)后面的代词 αὐτοῦ 与 ἐκείνου 的指代对象。一种观点认为两者均指“魔鬼”(即“被魔鬼掳去以顺从魔鬼的旨意”);另一种观点认为 ἐκείνου 指“神”(即“虽被魔鬼掳去,如今醒悟以实行神的旨意”)。本译文采用了将两者均指代魔鬼的常见释义。

引用这一段

新约圣经, 提摩太后书 §2.1-2.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg016.humanitext-grc2:2.1-2.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。