§35ἀλλὰ μὴν ὅτι παρʼ ἡμῖν καὶ τοῖς λοιποῖς πᾶσιν εὐδοκιμεῖν αὐτοὺς ἀναγκαῖον, ἐκ τούτων φανερόν ἐστιν·
しかし、彼らが我々の間でも他のすべての人々の間でも名声を得ることが必然であるということは、これらのことから明らかである。
ἐν Ἅιδου δὲ λογίσασθαι ἄξιον, τίνες οἱ τὸν ἡγεμόνα δεξιωσόμενοι τὸν τούτων.
しかしハデスにおいて、彼らの指導者を歓迎しようとする者たちが誰であるかを、考察することは価値がある。
ἆρʼ οὐκ ἂν οἰόμεθα ὁρᾶν Λεωσθένη δεξιουμένους καὶ θαυμάζοντας τῶν ἡμιθέων καλουμένων τοὺς ἐπὶ Τροίαν στρατεύσαντας, ὧν οὗτος ἀδελφὰς πράξεις ἐνστησάμενος τοσοῦτον διήνεγκε, ὥστε οἱ μὲν μετὰ πάσης τῆς Ἑλλάδος μίαν πόλιν εἷλον, ὁ δὲ μετὰ τῆς ἑαυτοῦ πατρίδος μόνης πᾶσαν τὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἄρχουσαν δύναμιν ἐταπείνωσεν.
いわゆる半神と呼ばれる人々のうち、トロイアに遠征した人々が、レオステネスを歓迎し、称賛しているのを目にするのではないかと思わないだろうか。 彼らに対して、この者は彼らに匹敵する偉業を企てながらも、これほどまでに凌駕した。 その結果、彼らは全ギリシアとともに一つの都市を攻略したが、彼は自身の祖国のみとともに、ヨーロッパとアジアを支配する全勢力を屈服させたのである。
§36κἀκεῖνοι μὲν ἕνεκα μιᾶς γυναικὸς ὑβρισθείσης ἤμυναν, ὁ δὲ πασῶν τῶν Ἑλληνίδων τὰς ἐπιφερομένας ὕβρεις ἐκώλυσεν, μετὰ τῶν συνθαπτομένων νῦν αὐτῷ ἀνδρῶν.
そして、彼らは辱められた一人の女性のために戦ったが、彼は、今彼とともに葬られる男たちとともに、すべてのギリシアの女性たちに対して加えられようとしていた辱めを防いだのである。
§37τῶν δὲ μετʼ ἐκείνους μὲν γεγενημένων, ἄξια δὲ τῆς ἐκείνων ἀρετῆς διαπεπραγμένων, λέγω δὴ τοὺς περὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς ἄλλους, οἳ τὴν Ἑλλάδα ἐλευθερώσαντες ἔντιμον μὲν τὴν πατρίδα κατέστησαν, §38ἔνδοξον δὲ τὸν αὑτῶν βίον ἐποίησαν, ὧν οὗτος τοσοῦτον ὑπερέσχεν ἀνδρείᾳ καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπελθοῦσαν τὴν τῶν βαρβάρων δύναμιν ἠμύναντο, ὁ δὲ μηδʼ ἐπελθεῖν ἐποίησεν.
彼らの後に生まれ、彼らの徳にふさわしいことを成し遂げた人々、すなわちミルティアデスやテミストクレスらの一行、彼らはギリシアを解放して、祖国を名誉あるものとし、自分たちの生涯を栄光あるものとしたが、この者は彼らを勇気と知慮においてこれほどまでに凌駕した。 彼らは襲来した野蛮人の勢力を退けたが、彼は彼らが襲来することさえさせなかった。
κἀκεῖνοι μὲν ἐν τῇ οἰκείᾳ τοὺς ἐχθροὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῇ τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων.
また、彼らは自分たちの領土において敵が戦うのを目にしたが、彼は敵の領土において敵対者たちに勝利したのである。
§39οἶμαι δὲ καὶ τοὺς τὴν πρὸς ἀλλήλους φιλίαν τῷ δήμῳ βεβαιότατα ἐνδειξαμένους, λέγω δὲ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὐθένας οὕτως αὑτοῖς οἰκειοτέρους ὑμῖν εἶναι νομίζειν ὡς Λεωσθένη καὶ τοὺς ἐκείνῳ συναγωνισαμένους, οὐδʼ ἔστιν οἷς ἂν μᾶλλον ἢ τούτοις πλησιάσειαν ἐν Ἅιδου.
そして私は、民衆に対してお互いの間の友情を最も確実に示した人々、すなわちハルモディオスとアリストゲイトンも、自分たちにとってレオステネスと彼とともに戦った者たちほど親密な者は誰もいないと考えていると思う。 また彼らがハデスにおいて、これら以上に親しく近づくような人々はいないだろう。
εἰκότως·
もっともなことである。
οὐκ ἐλάττω γὰρ ἐκείνων ἔργα διεπράξαντο, ἀλλʼ εἰ δέον εἰπεῖν, καὶ μείζω.
なぜなら彼らは、あの者たちに劣らない、いや、もし言うべきであるなら、より大きな偉業を成し遂げたからである。
οἱ μὲν γὰρ τοὺς τῆς πατρίδος τυράννους κατέλυσαν, οὗτοι δὲ τοὺς τῆς Ἑλλάδος ἁπάσης.
なぜなら、前者は自分たちの祖国の僭主たちを打倒したが、後者は全ギリシアの僭主たちを打倒したからである。
§40ὢ καλῆς μὲν καὶ παραδόξου τόλμης τῆς πραχθείσης ὑπὸ τῶνδε τῶν ἀνδρῶν, ἐνδόξου δὲ καὶ μεγαλοπρεποῦς προαιρέσεως ἧς προείλοντο, ὑπερβαλλούσης δὲ ἀρετῆς καὶ ἀνδραγαθίας τῆς ἐν τοῖς κινδύνοις, ἣν οὗτοι παρασχόμενοι εἰς τὴν κοινὴν ἐλευθερίαν τῶν Ἑλλήνων
おお、これらの男たちによって成し遂げられた、美しくも予想を超えた不敵な試みよ。 彼らが選び取った、栄光に満ちた壮大な志よ。 そして、危険の中で彼らが発揮し、ギリシア人の共通の自由のために捧げた、卓越した徳と勇気よ。
§41χαλεπὸν μὲν ἴσως ἐστὶ τοὺς ἐν τοῖς τοιούτοις ὄντας πάθεσι παραμυθεῖσθαι.
このような悲痛の中にある人々を慰めることは、おそらく困難なことである。
τὰ γὰρ πένθη οὔτε λόγῳ οὔτε νόμῳ κοιμίζεται, ἀλλʼ ἡ φύσις ἑκάστου καὶ φιλία πρὸς τὸν τελευτήσαντα τὸν ὁρισμὸν ἔχει τοῦ λυπεῖσθαι.
なぜなら、哀悼は言葉によっても法によっても静まるものではなく、各人の性質と死者への愛が、悲しみの限度を定めるからである。
ὅμως δὲ χρὴ θαρρεῖν καὶ τῆς λύπης παραιρεῖν εἰς τὸ ἐνδεχόμενον, καὶ μεμνῆσθαι μὴ μόνον τοῦ θανάτου τῶν τετελευτηκότων, ἀλλὰ καὶ τῆς ἀρετῆς ἧς καταλελοίπασιν.
しかし、それでも勇気を持ち、できる限り悲しみを和らげ、亡くなった者たちの死だけでなく、彼らが残した徳をも記憶にとどめるべきである。
§42εἰ γὰρ θρήνων ἄξια πεπόνθασιν, ἀλλʼ ἐπαίνων μεγάλων πεποιήκασιν.
なぜなら、彼らは嘆きに値する苦難を被ったとしても、偉大なる称賛に値することを行ったからである。
εἰ δὲ γήρως θνητοῦ μὴ μετέσχον, ἀλλʼ εὐδοξίαν ἀγήρατον εἰλήφασιν, εὐδαίμονές τε γεγόνασι κατὰ πάντα.
また、もし彼らが朽ち果てる老いる生を分かち合わなかったとしても、老いることのない栄光を手に入れたのであり、あらゆる点において幸福となったのである。
ὅσοι μὲν γὰρ αὐτῶν ἄπαιδες τετελευτήκασιν, οἱ παρὰ τῶν Ἑλλήνων ἔπαινοι παῖδες αὐτῶν ἀθάνατοι ἔσονται.
彼らのうち子供を残さずに亡くなった者たちについては、ギリシア人からの称賛が彼らの不滅の子供となるであろう。
ὅσοι δὲ παῖδας καταλελοίπασιν, ἡ τῆς πατρίδος εὔνοια ἐπίτροπος αὐτοῖς τῶν παίδων καταστήσεται.
また子供を残した者たちについては、祖国の好意が彼らに代わって子供たちの後見人となるであろう。
§43πρὸς δὲ τούτοις, εἰ μέν ἐστι τὸ ἀποθανεῖν ὅμοιον τῷ μὴ γενέσθαι, ἀπηλλαγμένοι εἰσὶ νόσων καὶ λύπης καὶ τῶν ἄλλων τῶν προσπιπτόντων εἰς τὸν ἀνθρώπινον βίον·
これらに加えて、もし死ぬことが生まれてこなかったことと同じであるならば、彼らは病や悲しみ、また人間の生に降りかかるその他のすべての苦難から解放されている。
εἰ δʼ ἔστιν αἴσθησις ἐν Ἅιδου καὶ ἐπιμέλεια παρὰ τοῦ δαιμονίου, ὥσπερ ὑπολαμβάνομεν, εἰκὸς τοὺς ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις βοηθήσαντας πλείστης κηδεμονίας ὑπὸ τοῦ δαιμονίου τυγχάνειν
しかし、もしハデスにおいて感覚が存在し、我々が想定しているように、神的なものによる配慮があるのだとすれば、神々の名誉が破壊されようとするのを防いだ人々が、その神性から最も厚い配慮を受けるのは当然のことである。