§35ἀλλὰ μὴν ὅτι παρʼ ἡμῖν καὶ τοῖς λοιποῖς πᾶσιν εὐδοκιμεῖν αὐτοὺς ἀναγκαῖον, ἐκ τούτων φανερόν ἐστιν· ἐν Ἅιδου δὲ λογίσασθαι ἄξιον, τίνες οἱ τὸν ἡγεμόνα δεξιωσόμενοι τὸν τούτων.
确实,他们在我们以及其他所有人中必然享有盛誉,这从这些事实中显而易见;但是在冥府之中,值得考虑的是,谁会去迎接他们的领袖。
ἆρʼ οὐκ ἂν οἰόμεθα ὁρᾶν Λεωσθένη δεξιουμένους καὶ θαυμάζοντας τῶν ἡμιθέων καλουμένων τοὺς ἐπὶ Τροίαν στρατεύσαντας, ὧν οὗτος ἀδελφὰς πράξεις ἐνστησάμενος τοσοῦτον διήνεγκε, ὥστε οἱ μὲν μετὰ πάσης τῆς Ἑλλάδος μίαν πόλιν εἷλον, ὁ δὲ μετὰ τῆς ἑαυτοῦ πατρίδος μόνης πᾶσαν τὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἄρχουσαν δύναμιν ἐταπείνωσεν.
难道我们不认为,我们会看到莱奥斯提尼受到那些被称为半神、曾远征特洛伊的人们的迎接和赞赏吗? 此人开创了与他们并肩的伟业,并在程度上大大超越了他们,以至于那些人是在全希腊的协助下才攻克了一座城邦,而他仅凭一己之祖国,就降伏了统治整个欧洲和亚洲的势力。
§36κἀκεῖνοι μὲν ἕνεκα μιᾶς γυναικὸς ὑβρισθείσης ἤμυναν, ὁ δὲ πασῶν τῶν Ἑλληνίδων τὰς ἐπιφερομένας ὕβρεις ἐκώλυσεν, μετὰ τῶν συνθαπτομένων νῦν αὐτῷ ἀνδρῶν.
那些人是为了一个受到侮辱的女人而进行报复,而他,则与现在同他一起安葬的男子们一起,阻止了强加给所有希腊妇女的侮辱。
§37τῶν δὲ μετʼ ἐκείνους μὲν γεγενημένων, ἄξια δὲ τῆς ἐκείνων ἀρετῆς διαπεπραγμένων, λέγω δὴ τοὺς περὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς ἄλλους, οἳ τὴν Ἑλλάδα ἐλευθερώσαντες ἔντιμον μὲν τὴν πατρίδα κατέστησαν, §38ἔνδοξον δὲ τὸν αὑτῶν βίον ἐποίησαν, ὧν οὗτος τοσοῦτον ὑπερέσχεν ἀνδρείᾳ καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπελθοῦσαν τὴν τῶν βαρβάρων δύναμιν ἠμύναντο, ὁ δὲ μηδʼ ἐπελθεῖν ἐποίησεν.
至于在他们之后出生、并完成了配得上他们美德之伟业的人——我指的是米尔提亚德和地米斯托克利等人,他们解放了希腊,使祖国赢得了尊严,并使自己的生命变得荣耀——此人在勇气和智慧上超越他们如此之多,以至于那些人在野蛮人的势力入侵时予以击退,而他甚至使敌人无法入侵。
κἀκεῖνοι μὲν ἐν τῇ οἰκείᾳ τοὺς ἐχθροὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῇ τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων.
那些人目睹了敌人在自己的土地上战斗,而他则在敌人的土地上战胜了对手。
§39οἶμαι δὲ καὶ τοὺς τὴν πρὸς ἀλλήλους φιλίαν τῷ δήμῳ βεβαιότατα ἐνδειξαμένους, λέγω δὲ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὐθένας οὕτως αὑτοῖς οἰκειοτέρους ὑμῖν εἶναι νομίζειν ὡς Λεωσθένη καὶ τοὺς ἐκείνῳ συναγωνισαμένους, οὐδʼ ἔστιν οἷς ἂν μᾶλλον ἢ τούτοις πλησιάσειαν ἐν Ἅιδου.
我想,那些向人民最坚定地展示了彼此间友谊的人——我指的是哈尔摩狄奥斯和阿里斯托革顿——会认为,在他们看来,没有任何人比莱奥斯提尼和与他并肩作战的人更亲近,而且在冥府里,他们不会比向这些人更亲近地去接近任何人。
εἰκότως· οὐκ ἐλάττω γὰρ ἐκείνων ἔργα διεπράξαντο, ἀλλʼ εἰ δέον εἰπεῖν, καὶ μείζω.
这是理所当然的;因为他们完成了不亚于前者的伟业,而且如果可以说的话,甚至更为伟大。
οἱ μὲν γὰρ τοὺς τῆς πατρίδος τυράννους κατέλυσαν, οὗτοι δὲ τοὺς τῆς Ἑλλάδος ἁπάσης.
因为前者推翻了自己祖国的篡位者,而后者则推翻了全希腊的篡位者。
§40ὢ καλῆς μὲν καὶ παραδόξου τόλμης τῆς πραχθείσης ὑπὸ τῶνδε τῶν ἀνδρῶν, ἐνδόξου δὲ καὶ μεγαλοπρεποῦς προαιρέσεως ἧς προείλοντο, ὑπερβαλλούσης δὲ ἀρετῆς καὶ ἀνδραγαθίας τῆς ἐν τοῖς κινδύνοις, ἣν οὗτοι παρασχόμενοι εἰς τὴν κοινὴν ἐλευθερίαν τῶν Ἑλλήνων
噢,这些男子所付诸实施的,是多么美丽而超乎想象的胆识! 他们所选择的,是多么荣耀而宏伟的志向! 而在危险之中,他们展现并献给希腊人共同自由的,又是多么卓越的美德与英勇!
§41χαλεπὸν μὲν ἴσως ἐστὶ τοὺς ἐν τοῖς τοιούτοις ὄντας πάθεσι παραμυθεῖσθαι.
处于如此悲痛中的人们,或许很难被安慰。
τὰ γὰρ πένθη οὔτε λόγῳ οὔτε νόμῳ κοιμίζεται, ἀλλʼ ἡ φύσις ἑκάστου καὶ φιλία πρὸς τὸν τελευτήσαντα τὸν ὁρισμὸν ἔχει τοῦ λυπεῖσθαι.
因为哀恸既不能被言语也不能被法律所平息,而是每个人的天性以及对逝者的爱,决定了悲伤的限度。
ὅμως δὲ χρὴ θαρρεῖν καὶ τῆς λύπης παραιρεῖν εἰς τὸ ἐνδεχόμενον, καὶ μεμνῆσθαι μὴ μόνον τοῦ θανάτου τῶν τετελευτηκότων, ἀλλὰ καὶ τῆς ἀρετῆς ἧς καταλελοίπασιν.
然而,我们仍然应当振作,尽最大可能减轻悲伤,不仅要记住逝者的死亡,还要记住他们所留下的美德。
§42εἰ γὰρ θρήνων ἄξια πεπόνθασιν, ἀλλʼ ἐπαίνων μεγάλων πεποιήκασιν.
因为,如果他们遭受了值得哀悼的苦难,但他们也完成了值得极大赞美的伟业。
εἰ δὲ γήρως θνητοῦ μὴ μετέσχον, ἀλλʼ εὐδοξίαν ἀγήρατον εἰλήφασιν, εὐδαίμονές τε γεγόνασι κατὰ πάντα.
如果他们没有分享凡人的衰老,但他们获得了永不衰老的荣耀,并且在各个方面都变得幸福。
ὅσοι μὲν γὰρ αὐτῶν ἄπαιδες τετελευτήκασιν, οἱ παρὰ τῶν Ἑλλήνων ἔπαινοι παῖδες αὐτῶν ἀθάνατοι ἔσονται.
他们之中无子而逝的人,来自希腊人的赞美将成为他们不朽的子嗣。
ὅσοι δὲ παῖδας καταλελοίπασιν, ἡ τῆς πατρίδος εὔνοια ἐπίτροπος αὐτοῖς τῶν παίδων καταστήσεται.
而那些留下孩子的人,祖国的善意将被确立为他们孩子的监护人。
§43πρὸς δὲ τούτοις, εἰ μέν ἐστι τὸ ἀποθανεῖν ὅμοιον τῷ μὴ γενέσθαι, ἀπηλλαγμένοι εἰσὶ νόσων καὶ λύπης καὶ τῶν ἄλλων τῶν προσπιπτόντων εἰς τὸν ἀνθρώπινον βίον· εἰ δʼ ἔστιν αἴσθησις ἐν Ἅιδου καὶ ἐπιμέλεια παρὰ τοῦ δαιμονίου, ὥσπερ ὑπολαμβάνομεν, εἰκὸς τοὺς ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις βοηθήσαντας πλείστης κηδεμονίας ὑπὸ τοῦ δαιμονίου τυγχάνειν
此外,如果死亡就像未曾出生一样,他们便摆脱了疾病、悲伤以及落入人类生活中的所有其他苦难;但如果冥府之中确有感知,且有来自神明的眷顾,正如我们所设想的那样,那么,那些在神明的荣耀被废除之际挺身相助的人,理所当然会获得神明最深厚的庇护。