← ヒュペレイデス

葬送演説

§35-43

ハデスにおける英雄の歓迎と遺族への慰め

語り手は、レオステネスや戦死者たちがハデスにおいて神話的英雄や歴史的名将、僭主打倒者たちから大いなる歓迎を受けるに違いないと述べ、遺族に向けて生老病死を超越した彼らの不滅の栄光と神々の加護を強調して慰める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§35

ἀλλὰ μὴν ὅτι παρʼ ἡμῖν καὶ τοῖς λοιποῖς πᾶσιν εὐδοκιμεῖν αὐτοὺς ἀναγκαῖον, ἐκ τούτων φανερόν ἐστιν· ἐν Ἅιδου δὲ λογίσασθαι ἄξιον, τίνες οἱ τὸν ἡγεμόνα δεξιωσόμενοι τὸν τούτων. ἆρʼ οὐκ ἂν οἰόμεθα ὁρᾶν Λεωσθένη δεξιουμένους καὶ θαυμάζοντας τῶν ἡμιθέων καλουμένων τοὺς ἐπὶ Τροίαν στρατεύσαντας,1 ὧν οὗτος ἀδελφὰς πράξεις ἐνστησάμενος τοσοῦτον διήνεγκε, ὥστε οἱ μὲν μετὰ πάσης τῆς Ἑλλάδος μίαν πόλιν εἷλον, ὁ δὲ μετὰ τῆς ἑαυτοῦ πατρίδος μόνης πᾶσαν τὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἄρχουσαν δύναμιν ἐταπείνωσεν.

しかし、彼らが我々の間でも他のすべての人々の間でも名声を得ることが必然であるということは、これらのことから明らかである。しかしハデスにおいて、彼らの指導者を歓迎しようとする者たちが誰であるかを、考察することは価値がある。いわゆる半神と呼ばれる人々のうち、トロイアに遠征した人々が、レオステネスを歓迎し、称賛しているのを目にするのではないかと思わないだろうか。彼らに対して、この者は彼らに匹敵する偉業を企てながらも、これほどまでに凌駕した。その結果、彼らは全ギリシアとともに一つの都市を攻略したが、彼は自身の祖国のみとともに、ヨーロッパとアジアを支配する全勢力を屈服させたのである。

§36

κἀκεῖνοι μὲν ἕνεκα μιᾶς γυναικὸς ὑβρισθείσης ἤμυναν, ὁ δὲ πασῶν τῶν Ἑλληνίδων τὰς ἐπιφερομένας ὕβρεις ἐκώλυσεν, μετὰ τῶν συνθαπτομένων νῦν αὐτῷ ἀνδρῶν.

そして、彼らは辱められた一人の女性のために戦ったが、彼は、今彼とともに葬られる男たちとともに、すべてのギリシアの女性たちに対して加えられようとしていた辱めを防いだのである。

§37

τῶν δὲ μετʼ ἐκείνους μὲν γεγενημένων,2 ἄξια δὲ τῆς ἐκείνων ἀρετῆς διαπεπραγμένων, λέγω δὴ τοὺς περὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς ἄλλους, οἳ τὴν Ἑλλάδα ἐλευθερώσαντες ἔντιμον μὲν τὴν πατρίδα κατέστησαν, ἔνδοξον δὲ τὸν αὑτῶν βίον ἐποίησαν, ὧν οὗτος τοσοῦτον ὑπερέσχεν ἀνδρείᾳ καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπελθοῦσαν τὴν τῶν βαρβάρων δύναμιν ἠμύναντο, ὁ δὲ μηδʼ ἐπελθεῖν ἐποίησεν. κἀκεῖνοι μὲν ἐν τῇ οἰκείᾳ τοὺς ἐχθροὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῇ τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων.

彼らの後に生まれ、彼らの徳にふさわしいことを成し遂げた人々、すなわちミルティアデスやテミストクレスらの一行、彼らはギリシアを解放して、祖国を名誉あるものとし、自分たちの生涯を栄光あるものとしたが、この者は彼らを勇気と知慮においてこれほどまでに凌駕した。彼らは襲来した野蛮人の勢力を退けたが、彼は彼らが襲来することさえさせなかった。また、彼らは自分たちの領土において敵が戦うのを目にしたが、彼は敵の領土において敵対者たちに勝利したのである。

§39

οἶμαι δὲ καὶ τοὺς τὴν πρὸς ἀλλήλους φιλίαν τῷ δήμῳ βεβαιότατα ἐνδειξαμένους, λέγω δὲ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὐθένας οὕτως αὑτοῖς οἰκειοτέρους ὑμῖν εἶναι νομίζειν ὡς Λεωσθένη καὶ τοὺς ἐκείνῳ συναγωνισαμένους, οὐδʼ ἔστιν οἷς ἂν μᾶλλον ἢ τούτοις πλησιάσειαν ἐν Ἅιδου. εἰκότως· οὐκ ἐλάττω γὰρ ἐκείνων ἔργα διεπράξαντο, ἀλλʼ εἰ δέον εἰπεῖν, καὶ μείζω. οἱ μὲν γὰρ τοὺς τῆς πατρίδος τυράννους κατέλυσαν, οὗτοι δὲ τοὺς τῆς Ἑλλάδος ἁπάσης.

そして私は、民衆に対してお互いの間の友情を最も確実に示した人々、すなわちハルモディオスとアリストゲイトンも、あなたがたにとって自分たちにレオステネスと彼とともに戦った者たちほど親密な者は誰もいないと考えていると思う。また彼らがハデスにおいて、これら以上に親しく近づくような人々はいないだろう。もっともなことである。なぜなら彼らは、あの者たちに劣らない、いや、もし言うべきであるなら、より大きな偉業を成し遂げたからである。なぜなら、前者は自分たちの祖国の僭主たちを打倒したが、後者は全ギリシアの僭主たちを打倒したからである。

§40

ὢ καλῆς μὲν καὶ παραδόξου τόλμης3 τῆς πραχθείσης ὑπὸ τῶνδε τῶν ἀνδρῶν, ἐνδόξου δὲ καὶ μεγαλοπρεποῦς προαιρέσεως ἧς προείλοντο, ὑπερβαλλούσης δὲ ἀρετῆς καὶ ἀνδραγαθίας τῆς ἐν τοῖς κινδύνοις, ἣν οὗτοι παρασχόμενοι εἰς τὴν κοινὴν ἐλευθερίαν τῶν Ἑλλήνων χαλεπὸν μὲν ἴσως ἐστὶ τοὺς ἐν τοῖς τοιούτοις ὄντας πάθεσι παραμυθεῖσθαι. τὰ γὰρ πένθη οὔτε λόγῳ οὔτε νόμῳ κοιμίζεται, ἀλλʼ ἡ φύσις ἑκάστου καὶ φιλία πρὸς τὸν τελευτήσαντα τὸν ὁρισμὸν ἔχει τοῦ λυπεῖσθαι. ὅμως δὲ χρὴ θαρρεῖν καὶ τῆς λύπης παραιρεῖν εἰς τὸ ἐνδεχόμενον, καὶ μεμνῆσθαι μὴ μόνον τοῦ θανάτου τῶν τετελευτηκότων, ἀλλὰ καὶ τῆς ἀρετῆς ἧς καταλελοίπασιν.

おお、これらの男たちによって成し遂げられた、美しくも予想を超えた不敵な試みよ。彼らが選び取った、栄光に満ちた壮大な志よ。そして、危険の中で彼らが発揮し、ギリシア人の共通の自由のために捧げた、卓越した徳と勇気よ。このような悲痛の中にある人々を慰めることは、おそらく困難なことである。なぜなら、哀悼は言葉によっても法によっても静まるものではなく、各人の性質と死者への愛が、悲しみの限度を定めるからである。しかし、それでも勇気を持ち、できる限り悲しみを和らげ、亡くなった者たちの死だけでなく、彼らが残した徳をも記憶にとどめるべきである。

§42

εἰ γὰρ θρήνων ἄξια πεπόνθασιν, ἀλλʼ ἐπαίνων μεγάλων πεποιήκασιν. εἰ δὲ γήρως θνητοῦ μὴ μετέσχον, ἀλλʼ εὐδοξίαν ἀγήρατον εἰλήφασιν, εὐδαίμονές τε γεγόνασι κατὰ πάντα. ὅσοι μὲν γὰρ αὐτῶν ἄπαιδες τετελευτήκασιν, οἱ παρὰ τῶν Ἑλλήνων ἔπαινοι παῖδες αὐτῶν ἀθάνατοι ἔσονται. ὅσοι δὲ παῖδας καταλελοίπασιν, ἡ τῆς πατρίδος εὔνοια ἐπίτροπος αὐτοῖς τῶν παίδων καταστήσεται.

なぜなら、彼らは嘆きに値する苦難を被ったとしても、偉大なる称賛に値することを行ったからである。また、もし彼らが朽ち果てる老いる生を分かち合わなかったとしても、老いることのない栄光を手に入れたのであり、あらゆる点において幸福となったのである。彼らのうち子供を残さずに亡くなった者たちについては、ギリシア人からの称賛が彼らの不滅の子供となるであろう。また子供を残した者たちについては、祖国の好意が彼らに代わって子供たちの後見人となるであろう。

§43

πρὸς δὲ τούτοις, εἰ μέν ἐστι τὸ ἀποθανεῖν ὅμοιον τῷ μὴ γενέσθαι, ἀπηλλαγμένοι εἰσὶ νόσων καὶ λύπης καὶ τῶν ἄλλων τῶν προσπιπτόντων εἰς τὸν ἀνθρώπινον βίον· εἰ δʼ ἔστιν αἴσθησις ἐν Ἅιδου καὶ ἐπιμέλεια παρὰ τοῦ δαιμονίου, ὥσπερ ὑπολαμβάνομεν, εἰκὸς τοὺς ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις βοηθήσαντας4 πλείστης κηδεμονίας ὑπὸ τοῦ δαιμονίου τυγχάνειν

これらに加えて、もし死ぬことが生まれてこなかったことと同じであるならば、彼らは病や悲しみ、また人間の生に降りかかるその他のすべての苦難から解放されている。しかし、もしハデスにおいて感覚が存在し、我々が想定しているように、神的なものによる配慮があるのだとすれば、神々の名誉が破壊されようとするのを防いだ人々が、その神性から最も厚い配慮を受けるのは当然のことである。

構文注4 件
  1. 35ἆρʼ οὐκ ἂν οἰόμεθα ὁρᾶν Λεωσθένη δεξιουμένους καὶ θαυμάζοντας τῶν ἡμιθέων καλουμένων τοὺς ἐπὶ Τροίαν στρατεύσαντας

    知覚動詞 ὁρᾶν(ὁράω の不定詞)の補語となる分詞 δεξιουμένους καὶ θαυμάζοντας の意味上の主語は、後続する対格句 τοὺς ἐπὶ Τροίαν στρατεύσαντας(トロイアに遠征した人々)である。一方、Λεωσθένη(レオステネス)は分詞の目的語であり、語順の倒置によって前に置かれている。属格句 τῶν ἡμιθέων καλουμένων は τοὺς ... στρατεύσαντας にかかる部分属格である。したがって、「トロイアに遠征した人々がレオステネスを歓迎し、称賛しているのを目にする」という関係になる。

  2. 37τῶν δὲ μετʼ ἐκείνους μὲν γεγενημένων

    この属格分詞句は、直前の §35-36 の議論(ハデスでレオステネスらを歓迎する人々)を受けて、さらに歓迎する人々を付け加えるための属格であるが、後続の λέγω δὴ τοὺς περὶ Μιλτιάδην... という対格への移行によって構文的な破格(アナコルトン)を形成している。あるいは、ハデスで出会う人々を指す部分属格(「彼らの後に生まれた人々の中から…」)として導入され、続く対格で具体化される構造として理解することも可能である。

  3. 40ὢ καλῆς μὲν καὶ παραδόξου τόλμης

    感嘆詞 ὢ に導かれた感嘆の属格(genitive of exclamation)であり、τόλμης, προαιρέσεως, ἀρετῆς καὶ ἀνδραγαθίας が一連の感嘆の対象として並列されている。末尾の関係節 ἣν οὗτοι παρασχόμενοι ... (彼らが発揮した[徳と勇気])は、主動詞を欠いたまま未完結の構造で終わり、§41 の新たな文へと接続するアナコルトン(破格)となっている。

  4. 43τοὺς ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις βοηθήσαντας

    τοὺς ... βοηθήσαντας は、形容詞 εἰκός の補足語となっている不定詞 τυγχάνεινの意味上の主語となる対格である。分詞句中の ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις は、動詞 βοηθέω(助ける、救う)が与格を支配するため、与格となっている。現在分詞 καταλυομέναις は「破壊されつつある、廃絶されようとしている」という未完了・近接未来的なニュアンスを表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0030.tlg006.humanitext-grc2:35-43