§frag_8## Frag. VIII (IX)
τῶν ἐγκλημάτων, καὶ κήρυγμα περὶ τούτων ἐποιήσατο·
## Frag. VIII (IX) [……]告発について、そしてこれらに関して布告を出した。
οἱ δʼ ἀντὶ τοῦ ἀποδόντες ἃ ἔλαβον ἀπηλλάχθαι τιμωρίας καθʼ αὑτῶν καὶ ζητήσεις ἔγραφον.
しかし彼らは、受け取ったものを返却して処罰を免れる代わりに、自分たちに対する捜査の決議案を起草した。
τοὺς δὴ τὸ μὲν ἐξ ἀρχῆς ἀδικήσαντας καὶ δωροδοκήσαντας, ἀδείας δʼ αὐτοῖς δοθείσης μὴ ἀποδόντας τὸ χρυσίον τί χρὴ ποιεῖν;
最初から不正を働き賄賂を受け取り、不処罰の機会を与えられたにもかかわらず、その金銭を返還しなかった者たちを、一体どうすべきであろうか。
ἐᾶν ἀτιμωρήτους;
処罰せずにおくべきか。
ἀλλʼ αἰσχρόν, ὦ ἄνδρες δικασταί, ἰδίων ἕνεκα ἐγκλημάτων πόλεως σωτηρίαν κινδυνεύειν·
だが、裁判員諸君、私的な罪状のために国家の安全を危険にさらすのは恥ずべきことである。
οὐ γὰρ ἔστιν ὑμᾶς τούτων ἀποψηφίσασθαι, μὴ ἐθέλοντας ἀναδέξασθαι καὶ τὰ ἀδικήματα μὴ τοίνυν, ὦ ἄνδρες δικαςταί, προτιμᾶτε τὴν τούτων πλεονεξίαν τῆς ὑμετέρας αὐτῶν σωτηρίας·
というのも、あなた方がこれら[の不法行為]を自ら引き受けるつもりがない限り、彼らを無罪放免することはできないからである。 したがって、裁判員諸君、彼らの強欲を、あなた方自身の安全よりも優先してはならない。
μηδὲ λημμάτων αἰσχρῶν ἕνεκα τὸν πόλεμον, ἀλλὰ πραγμάτων ἀξιωτέρων καὶ μεταλλαγῆς ἀμείνονος ποιήσησθε
また、卑しい利益のために戦争を行うのではなく、より価値ある事柄や、より良い転換のためにそれを行うようにしなさい。
§frag_9## Frag. IX (X)
εσαλε ὑπὲρ αὐτῶν ε οις τὴν εἰρήνην ἐποιησάμεθα βουλευω ων χρη εν χε αὐτῷ παρʼ ἑκάστου ἡμῶν γίγνεσθαι, καὶ τὸ μὲν κατηγορεῖν ἐν τῷ δικαστηρίῳ καὶ ἐξελέγχειν τοὺς εἰληφότας τὰ χρήματα καὶ δεδωροδοκηκότας κατὰ τῆς πατρίδος ἡμῖν προςέταξεν τοῖς ᾑρημένοις κατηγόροις·
## Frag. IX (X) [……]それらについて[……]私たちは平和条約を結んだ[……]私たち一人一人から彼に対してなされるべきであり、法廷において告発し、金銭を受け取って祖国に対して賄賂を受け取った者たちを論駁することを、民衆は選出された告発人である私たちに命じた。
τὸ δʼ ἀποφῆναι τοὺς εἰληφότας ἀπέδωκεν τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, ἣ τούτους εἰς τὸν δῆμον ἀπέδειξεν·
他方、金銭を受け取った者たちを公表することをアレオパゴス評議会に委ね、評議会はこれらの者を民衆に対して告発した。
τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας ὑμῖν ἐξ Ἀρείου πάγου.
そして、不正を行う者たちを処罰することを、あなた方に[委ねた]。
ἐὰν δὲ ἡ ψῆφος μὴ ἀκόλουθος γένηται τοῖς νόμοις καὶ τοῖς δικαίοις, τοῦτο δή, ὦ ἄνδρες δικασταί, παρʼ ὑμῖν ἔσται καταλελειμμένον.
もし投票が法律や正義に従わないものとなるならば、このことこそが、裁判員諸君、あなた方に残された責任となるであろう。
διόπερ δεῖ πάντας ὑμᾶς τὴν σωτηρίαν τῆς πόλεως καὶ τὴν ἄλλην [τὴν] εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν ἐν τῇ χώρᾳ καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑνὶ ἑκάστῳ, καὶ εἰς τοὺς τάφους τοὺς τῶν προγόνων, τιμωρήσασθαι τοὺς ἀδικοῦντας ὑπὲρ ἁπάσης τῆς πόλεως, καὶ μήτε λόγου παράκλησιν τοὺς εἰληφότας δῶρα κατὰ τῆς πατρίδος καὶ τῶν νόμων·
それゆえ、あなた方全員が、国家の安全と、この地において皆に共通して、また個々人に私的に存在しているその他の幸福、さらには祖先の墓に目を向け、国家全体のために不正を行う者たちを処罰しなければならず、祖国と法律に反して賄賂を受け取った者たちの言葉による哀願に[耳を傾けてはならない]。
μηδὲ τοῖς δακρύοις τοῖς Ἁγνωνίδου προσέχετε τὸν νοῦν, ἐκεῖνο λογιζόμενοι, ὅτι ἀτυχήσαντι μὲν οὗτος δʼ ἂν κλαίων οὐ δίκαια ποιήςειεν, ὥσπερ καὶ οἱ λῃσταὶ οἱ ἐπὶ τοῦ τροχοῦ κλαίοντες, ἐξὸν αὐτοῖς μὴ ἐμβαίνειν εἰς τὸ πλοῖον.
また、ハグノニデスの涙に心を留めてはならない。 次のことを考慮せよ。 もし彼が不運に遭ったとしても、泣きわめくことは正当ではない。 それは、車輪の上で泣く海賊たちが、そもそも船に乗らないこともできたのと同様である。
οὕτω καὶ Δημοσθένης τί προςῆκον κλαιήσει, ἐξὸν αὐτῷ μὴ λαμβάνειν
そのようにデモステネスもまた、そもそも受け取らないこともできたのに、何の権利があって泣くのだろうか。
§citations[a] ἀλλὰ τοὺς νεωτέρους ἐπὶ βοήθειαν καλεῖς, οὓς ὕβριζες καὶ ἐλοιδοροῦ ἀκρατοκώθωνας ἀποκαλῶν;
[a] だが、君は若者たちに助けを求めるのか。 かつて君が彼らを侮辱し、「生粋の大酒飲み」と呼んで罵倒していたその相手に?
[b] εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σε.
[b] もし誰かが通常より強く(薄めずに)飲んだなら、それが君を不快にさせたのだ。
[c] οὐδὲ μέχρι παραγραφῆς.
[c] 弁訴却下の申し立ての段階にさえ至らずに。
[—] ἄνανδρος.
[—] 臆病者。