§frag_6## Frag. VI (VII)
οὐ γάρ ἐστιν ὁμοίως δεινόν, εἴ τις ἔλαβεν, ἀλλʼ εἰ ὅθεν μὴ δεῖ, οὐδέ γʼ ὁμοίως ἀδικοῦσιν οἱ ἰδιῶται οἱ λαβόντες τὸ χρυσίον καὶ οἱ ῥήτορες καὶ οἱ στρατηγοί.
というのも、誰かが金銭を受け取ったとしても、受け取ってはならないところから受け取った場合と同じほど重大なわけではなく、また、金銭を受け取った一般市民と、弁論家や将軍たちとでは、同様に罪を犯しているわけではないからだ。
διὰ τί;
なぜか。
ὅτι τοῖς μὲν ἰδιώταις Ἅρπαλος ἔδωκεν φυλάττειν τὸ χρυσίον, οἱ δὲ στρατηγοὶ καὶ οἱ ῥήτορες πράξεων ἕνεκα εἰλήφασιν.
一般市民に対してはハルパロスが保管するために金銭を与えたのに対し、将軍や弁論家たちは特定の行動の引き換えとして受け取ったからである。
οἱ δὲ νόμοι τοῖς μὲν ἀδικοῦσιν ἁπλᾶ, τοῖς δὲ δωροδοκοῦσιν δεκαπλᾶ τὰ ὀφλήματα προστάττουσιν ἀποδιδόναι·
そして、法律は単に罪を犯した者には一倍の、賄賂を受け取った者には十倍の罰金を支払うよう命じている。
ὥσπερ οὖν τὸ τίμημα τιμῆσαι ἔστιν ἐκ τῶν νόμων τούτοις ς, οὕτω καὶ αι παρʼ ὑμῶν σι κατʼ αὐτῶν αι.
それゆえ、これらの者に対して法律に基づいて罰金を査定することができるように、そのようにあなた方から彼らに対する[刑罰も……]。
ὅπερ γὰρ καὶ ἐν τῷ δήμῳ εἶπον, πολλὰ ὑμεῖς, ὦ ἄνδρες δικασταί, δίδοτε ἑκόντες τοῖς στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας·
裁判員諸君、私が民衆の前でも言ったように、あなた方は将軍や弁論家たちに対して、利益を得ることを自発的に多く認めている。 それは法律が彼らにそうすることを許したからではなく、あなた方の穏厚さと人間愛によるものである。
ἓν μόνον παραφυλάττοντες, ὅπως διʼ ὑμᾶς καὶ μὴ καθʼ ὑμῶν ἔσται τὸ λαμβανόμενον.
ただ一つのことだけを注意深く監視しつつ。 すなわち、受け取られるものが、あなた方のおかげとなるようにであって、あなた方に敵対するものとならないようにすることである。
καὶ Δημοσθένη καὶ Δημάδην ἀπʼ αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἢ ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρʼ Ἀλεξάνδρον.
そして、デモステネスとデマデスは、市における決議案やプロクセニアそのものから、それぞれ六十タラントン以上を受け取ったと私は思っている。 王たちからの贈り物や、アレクサンドロスからのものを除いて。
οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτʼ ἐκεῖνα, ἀλλʼ ἤδη ἐπʼ αὐτῷ τῷ σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολάζειν ἐστίν;
しかし、これらのものもあちらのものも十分ではなく、今や国家の身体そのものを代償にして賄賂を受け取った者たちを、処罰するのが当然ではないだろうか。
ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐάν τις ἀρχήν τινα ἄρχων διʼ ἄγνοιαν ἢ διʼ ἀπειρίαν ἁμάρτῃ τι, οὗτος ὑπὸ τούτων καταρρητορευθεὶς ἐν τῷ δικαστηρίῳ ἢ ἀποθανεῖται ἢ ἐκ τῆς πατρίδος ἐκπεσεῖται·
だが、あなた方一般市民のうちの誰かが、何らかの官職を務めている最中に、無知や経験不足のために何らかの過ちを犯した場合、その者はこれら(の弁論家たち)によって法廷で演説で圧倒され、死刑に処されるか、あるいは祖国から追放されることになる。
αὐτοὶ δὲ τηλικαῦτα ἀδικήσαντες τὴν πόλιν οὐδεμιᾶς τιμωρίας τεύξονται;
それなのに、彼ら自身はこれほど大きく国家を害しておきながら、いかなる処罰も受けないというのか。
καὶ Κόνων μὲν ὁ Παιανιεύς, ὅτι ὑπὲρ τοῦ ὑοῦ ἔλαβεν τὸ θεωρικὸν ἀποδημοῦντος, πέντε δραχμῶν ἕνεκεν ἱκετεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῷ δικαστηρίῳ, τούτων κατηγορούντων·
そして、パイアニア区のコノンは、不在の息つのために観劇手当を受け取ったという理由で、わずか五ドラクマのために、あなた方に哀願したにもかかわらず、これら(の弁論家たち)が告発したことによって、法廷で一タラントンの罰金を科された。
καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη §frag_7## Frag.
また、アカデメイアの管理人であったアリストマコスは、パライストラからシャベルを隣接する自分の庭に持ち込んで使用し、また…… しかしながら、民衆はその後の期間、私たちが自分に近づくことも、語りかけることも禁じたわけではなく、むしろ顧問や共同弁護人として用いた。
VII (VIII)
οὐ μέντοι ἡμᾶς ὁ δῆμος ἐν τῷ μετὰ ταῦτα χρόνῳ οὐκ εἴα προςιέναι αὑτῷ οὐδὲ διαλέγεσθαι, ἀλλὰ καὶ συμβούλοις ἐχρῆτο καὶ ςυνηγόροις τοῦ δὲ ἐπιόντος ἐπὶ τὴν διοίκησιν τῶν αὑτοῦ ἅπασαν ταμίαν ἐχειροτόνηςεν, ὑπολαμβάνων χάριν αὐτῷ παρʼ ἡμῶν ὀφείλεσθαι, ὅπερ δίκαιον ἦν.
そして、その(私の一人)を、自らの財政全体の管理を司る財務官に、来たるべき年のために選出した。 私たちから彼(民衆)に対して感謝が払われるべきであると考えたからであり、それは正当なことであった。
καὶ πρὸς τούτοις ἀγώνων ἡμῖν ὕστερον πολλῶν γεγενημένων ἐξ ἐκείνων τῶν πραγμάτων καὶ αὐτοῦ τοῦ πολέμου, οὐδεπώποτε ἡμῶν οὗτοι κατεψηφίσαντο, ἀλλʼ ἐκ πάντων ἔσωσαν, ὅπερ μέγιστον καὶ ἀξιοπιστότατον τῆς τοῦ δήμου εὐνοίας σημεῖον.
その上、それらの出来事や戦争そのものから生じた多くの裁判がその後に私たちに降りかかった時にも、彼ら(民衆)は決して私たちに有罪を宣告することはなく、すべての危機から救い出してくれた。 これこそが、民衆の好意の最大かつ最も信頼に足る証拠である。
καὶ γράψαι, ὦ Δημόσθενες ὑπὸ τοῦ ψηφίσματος ἡλωκέναι σε αὐτόματον, οὐκ ἐποίησαν γενομεν ὁ δῆμος ἐποίησεν, ὥστʼ αὐτὸς ὑπὸ τῆς τύχης ἀφαιρεθεὶς τὸν στέφανον, ἡμῶν ὃν ἔδωκεν οὐκ ἀφείλετο.
デモステネスよ、[……]。 あなたが(自らの提案した)決議によって自ずと捕らえられた(有罪となった)と書くことを、彼らはしなかったが、民衆はそうした。 その結果、彼(デモステネス)自身は運命によって王冠を奪われたが、民衆は私たちに与えた王冠を奪うことはなかった。
οὕτως οὖν ἡμῖν τοῦ δήμου προσενηνεγμένου, οὐ πάντα τὰ δίκαιʼ ἂν αὐτῷ ἡμεῖς ὑπηρετοῖμεν καὶ εἰ δέοι ἀποθνῄσκοιμεν ὑπὲρ αὐτοῦ;
このように民衆が私たちに接してくれたのであるから、私たちは民衆のためにあらゆる正義を尽くして仕え、必要とあらば彼のために死ぬべきではないだろうか。
ἐγὼ μὲν οἶμαι·
私はそう思う。
ἀλλὰ ςὺ κατὰ τοῦ δήμου ςθαι εὐεργετήματα·
しかし、あなたは民衆に対して[……]恩恵を[……]。
οὐ γὰρ τὴν ἑτέρων πατρίδα εὖ ποιεῖν αὐτοὺς ἀλλὰ τὴν ἑαυτῶν, οὐδὲ αν καὶ λόγου δύναμιν ἀποδεικνύμενος διατετέλεκας·
なぜなら、彼らが良くすべきなのは他人の祖国ではなく自分たちの祖国だからであり、[……]また、あなたは言葉の力を誇示し続けてきた。
καὶ ὅτε μὲν ἡγοῦ τὴν βουλὴν ἀποφανεῖν τοὺς ἔχοντας τὸ χρυσίον, πολεμικὸς ὢν καὶ ταράττων τὴν πόλιν, ἵνα τὴν ζήτησιν ἐκκρούοις·
そして、アレオパゴス評議会が金銭を保持している者たちを公表するだろうと考えていた時には、あなたは好戦的になり、都市を混乱に陥れた。 それは捜査をはぐらかすためであった。
ἐπειδὴ δὲ ἀναβάλοιτο τὸ ἀποφῆναι ἡ βουλή, οὔπω φάσκουσα εὑρηκέναι, τότʼ ἐν τῷ δήμῳ συγχωρῶν Ἀλεξάνδρῳ καὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος εἶναι εἰ βούλοιτο, καὶ ἀφικομένου οστους ἐβούλετο στῆσαι εἰκόνα Ἀλεξάνδρου βασιλέως τοῦ ἀνικήτου θεοῦ και ἀγγελίαν Ὀλυμπίας. ἀπήγγειλε τῷ δήμῳ
しかし、評議会が公表を延期し、まだ証拠を見つけていないと主張した時には、そのときあなたは民衆の中で、アレクサンドロスが望むならゼウスの子であれポセイドンの子であれ(あるいはゼウスやポセイドンの神殿に属するものであれ)認めると譲歩し、[……]が到着したときには、無敵の神である王アレクサンドロスの像を立てることを望み、またオリンピアスの知らせを民衆に告げた。