Humanitext Reader

希佩里德斯 · 控告德摩斯梯尼 §frag_8-citations

裁判官的职责与拒绝哀求宽恕

第 6 段,共 6 段 · 希腊语

内容简介

演讲者敦促裁判官将城邦的安全置于被告的贪婪之上,阐明了控方、阿莱奥帕格斯议会和陪审团之间的分工,并警告不要被被告的眼泪所动摇,最后引用了德摩斯梯尼过去侮辱青年的言论。

§frag_8## Frag. VIII (IX) τῶν ἐγκλημάτων, καὶ κήρυγμα περὶ τούτων ἐποιήσατο·
## Frag. VIII (IX) [……]控诉,并就这些事发布了公告。
οἱ δʼ ἀντὶ τοῦ ἀποδόντες ἃ ἔλαβον ἀπηλλάχθαι τιμωρίας καθʼ αὑτῶν καὶ ζητήσεις ἔγραφον.
然而,他们非但没有归还所收受的财务以求免除惩罚,反而起草了针对他们自己的调查决议。
τοὺς δὴ τὸ μὲν ἐξ ἀρχῆς ἀδικήσαντας καὶ δωροδοκήσαντας, ἀδείας δʼ αὐτοῖς δοθείσης μὴ ἀποδόντας τὸ χρυσίον τί χρὴ ποιεῖν;
对于那些从一开始就犯下不轨并收受贿赂,且在获得免责机会后仍不归还金钱的人,究竟该如何处置?
ἐᾶν ἀτιμωρήτους;
放任他们不受惩罚吗?
ἀλλʼ αἰσχρόν, ὦ ἄνδρες δικασταί, ἰδίων ἕνεκα ἐγκλημάτων πόλεως σωτηρίαν κινδυνεύειν· οὐ γὰρ ἔστιν ὑμᾶς τούτων ἀποψηφίσασθαι, μὴ ἐθέλοντας ἀναδέξασθαι καὶ τὰ ἀδικήματα μὴ τοίνυν, ὦ ἄνδρες δικαςταί, προτιμᾶτε τὴν τούτων πλεονεξίαν τῆς ὑμετέρας αὐτῶν σωτηρίας·
但是,诸位裁判官,为了私人的罪名而置城邦的安全于危险之中,这是可耻的;因为除非你们愿意自己承担他们的罪行,否则你们是不可能宣判他们无罪的。
μηδὲ λημμάτων αἰσχρῶν ἕνεκα τὸν πόλεμον, ἀλλὰ πραγμάτων ἀξιωτέρων καὶ μεταλλαγῆς ἀμείνονος ποιήσησθε
因此,诸位裁判官,切勿将这些人的贪婪置于你们自身的安全之上;也不要为了可耻的利益而去进行战争,而要为了更值得的事业和更好的转变。
§frag_9## Frag. IX (X) εσαλε ὑπὲρ αὐτῶν ε οις τὴν εἰρήνην ἐποιησάμεθα βουλευω ων χρη εν χε αὐτῷ παρʼ ἑκάστου ἡμῶν γίγνεσθαι, καὶ τὸ μὲν κατηγορεῖν ἐν τῷ δικαστηρίῳ καὶ ἐξελέγχειν τοὺς εἰληφότας τὰ χρήματα καὶ δεδωροδοκηκότας κατὰ τῆς πατρίδος ἡμῖν προςέταξεν τοῖς ᾑρημένοις κατηγόροις· τὸ δʼ ἀποφῆναι τοὺς εἰληφότας ἀπέδωκεν τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, ἣ τούτους εἰς τὸν δῆμον ἀπέδειξεν· τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας ὑμῖν ἐξ Ἀρείου πάγου.
## Frag. IX (X) [……]为了他们[……]我们缔结了和平[……]应当由我们每一个人给予他,而在法庭上进行指控、并驳斥那些收受金钱并针对祖国受贿的人,人民将这一任务指派给了我们这些被选出的控方;但公布收受者名单的任务,人民交给了阿莱奥帕格斯议会,议会已将这些人向人民指控;至于惩罚违法者,则[交给了]你们。
ἐὰν δὲ ἡ ψῆφος μὴ ἀκόλουθος γένηται τοῖς νόμοις καὶ τοῖς δικαίοις, τοῦτο δή, ὦ ἄνδρες δικασταί, παρʼ ὑμῖν ἔσται καταλελειμμένον.
如果你们的投票不符合法律和正义,诸位裁判官,这确实将成为留在你们身上的责任。
διόπερ δεῖ πάντας ὑμᾶς τὴν σωτηρίαν τῆς πόλεως καὶ τὴν ἄλλην [τὴν] εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν ἐν τῇ χώρᾳ καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑνὶ ἑκάστῳ, καὶ εἰς τοὺς τάφους τοὺς τῶν προγόνων, τιμωρήσασθαι τοὺς ἀδικοῦντας ὑπὲρ ἁπάσης τῆς πόλεως, καὶ μήτε λόγου παράκλησιν τοὺς εἰληφότας δῶρα κατὰ τῆς πατρίδος καὶ τῶν νόμων·
因此,你们所有人必须为了整个城邦的利益,着眼于城邦的安全、以及在这片土地上共同属于所有人且私下属于每个个体的其他福祉,乃至祖先的坟墓,去惩罚那些违法者,而不要[听信]那些针对祖国和法律收受贿赂之人的言辞哀求。
μηδὲ τοῖς δακρύοις τοῖς Ἁγνωνίδου προσέχετε τὸν νοῦν, ἐκεῖνο λογιζόμενοι, ὅτι ἀτυχήσαντι μὲν οὗτος δʼ ἂν κλαίων οὐ δίκαια ποιήςειεν, ὥσπερ καὶ οἱ λῃσταὶ οἱ ἐπὶ τοῦ τροχοῦ κλαίοντες, ἐξὸν αὐτοῖς μὴ ἐμβαίνειν εἰς τὸ πλοῖον.
也别去理会哈格诺尼德斯的眼泪,心里要明白这一点:即使他遭遇了不幸,他哭泣也是不公道的,就像在车轮拷问台上的海盗们哭泣一样,而他们本来是可以不登船的。
οὕτω καὶ Δημοσθένης τί προςῆκον κλαιήσει, ἐξὸν αὐτῷ μὴ λαμβάνειν
同样,德摩斯梯尼又凭什么哭泣呢,既然他本来是可以不收受金钱的?
§citations[a] ἀλλὰ τοὺς νεωτέρους ἐπὶ βοήθειαν καλεῖς, οὓς ὕβριζες καὶ ἐλοιδοροῦ ἀκρατοκώθωνας ἀποκαλῶν;
[a] 难道你是在向年轻人求助吗? 你以前侮辱并辱骂他们,称他们为“十足的大酒鬼”?
[b] εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σε.
[b] 如果有人喝得稍微有些烈,这就会让你不快。
[c] οὐδὲ μέχρι παραγραφῆς.
[c] 甚至还没达到诉讼抗辩的阶段。
[—] ἄνανδρος.
[—] 懦夫。

词汇与语法注释

  1. frag_8ἀντὶ τοῦ ἀποδόντες ἃ ἔλαβον ἀπηλλάχθαι — 前置词 ἀντί 支配冠词性不定式 τοῦ ἀπηλλάχθαι(意为“免除惩罚,而不是……”)。分词 ἀποδόντες 为主格复数,与主语 οἱ δέ 一致,表示不定式动作的前提条件(“通过归还他们所收受的”)。
  2. frag_9ἐξὸν αὐτοῖς μὴ ἐμβαίνειν εἰς τὸ πλοῖον — ἐξόν 是无人称动词 ἔξεστι(可能)的中性宾格分词,用作宾格绝对结构(accusative absolute),表示让步或假设:“尽管他们本来可以不登船”。
  3. citationsἀκρατοκώθωνας — 由 ἄκρατος(未稀释的纯酒)和 κώθων(酒杯,或指大酒鬼)构成的复合词,用来指责那些违反古希腊用水稀释酒的惯例、狂饮烈性纯酒的“十足大酒鬼”。
  4. citationsἀκρατέστερον — 既可以理解为 ἄκρατος(未稀释的)的比较级中性单数副词用法(“更纯地、不加水地”),也可以理解为 ἀκρατής(无自制力的)的比较级副词用法(“更无节制地”)。鉴于其与前文 ἀκρατοκώθωνας 的双关(摹拟音),暗示了饮用比平时更烈(更少稀释)的酒。

引用这一段

希佩里德斯, 控告德摩斯梯尼 §frag_8-citations. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0030.tlg005.humanitext-grc2:frag_8-citations

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。