§frag_6## Frag. VI (VII)
οὐ γάρ ἐστιν ὁμοίως δεινόν, εἴ τις ἔλαβεν, ἀλλʼ εἰ ὅθεν μὴ δεῖ, οὐδέ γʼ ὁμοίως ἀδικοῦσιν οἱ ἰδιῶται οἱ λαβόντες τὸ χρυσίον καὶ οἱ ῥήτορες καὶ οἱ στρατηγοί.
因为,即使有人收受了金钱,也并不像从不该收受的地方收受那样严重;而收受金钱的普通公民,其违法情节也绝不像演说家和将军们那样严重。
διὰ τί;
这是为什么?
ὅτι τοῖς μὲν ἰδιώταις Ἅρπαλος ἔδωκεν φυλάττειν τὸ χρυσίον, οἱ δὲ στρατηγοὶ καὶ οἱ ῥήτορες πράξεων ἕνεκα εἰλήφασιν.
因为哈尔帕罗斯把金钱交给普通公民是为了保管,而将军和演说家们收受金钱则是为了某些行动。
οἱ δὲ νόμοι τοῖς μὲν ἀδικοῦσιν ἁπλᾶ, τοῖς δὲ δωροδοκοῦσιν δεκαπλᾶ τὰ ὀφλήματα προστάττουσιν ἀποδιδόναι· ὥσπερ οὖν τὸ τίμημα τιμῆσαι ἔστιν ἐκ τῶν νόμων τούτοις ς, οὕτω καὶ αι παρʼ ὑμῶν σι κατʼ αὐτῶν αι.
而法律规定,对普通违法者处以单倍罚款,对收受贿赂者则处以十倍罚款;因此,正如可以根据法律对他们进行罚款评估一样,你们也可以对他们进行[……]惩罚。
ὅπερ γὰρ καὶ ἐν τῷ δήμῳ εἶπον, πολλὰ ὑμεῖς, ὦ ἄνδρες δικασταί, δίδοτε ἑκόντες τοῖς στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας· ἓν μόνον παραφυλάττοντες, ὅπως διʼ ὑμᾶς καὶ μὴ καθʼ ὑμῶν ἔσται τὸ λαμβανόμενον.
正如我在公民大会上也曾说过的那样,诸位裁判官,你们自愿给将军和演说家们提供了很多获取利益的机会,这并不是因为法律允许他们这样做,而是因为你们的温和与仁慈;你们只防范一件事,即确保他们所收受的利益是因你们而得,而不是针对你们。
καὶ Δημοσθένη καὶ Δημάδην ἀπʼ αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἢ ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρʼ Ἀλεξάνδρον.
我相信,单是从城邦内的各项法案和领事推荐中,德摩斯梯尼和德马德斯每人就已各自获得了六十多塔兰同,这还不包括来自各国国王及亚历山大的馈赠。
οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτʼ ἐκεῖνα, ἀλλʼ ἤδη ἐπʼ αὐτῷ τῷ σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολάζειν ἐστίν;
但对于那些既不满足于前者、也不满足于后者,如今竟然牺牲城邦身体本身来收受贿赂的人,难道不应该惩罚他们吗?
ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐάν τις ἀρχήν τινα ἄρχων διʼ ἄγνοιαν ἢ διʼ ἀπειρίαν ἁμάρτῃ τι, οὗτος ὑπὸ τούτων καταρρητορευθεὶς ἐν τῷ δικαστηρίῳ ἢ ἀποθανεῖται ἢ ἐκ τῆς πατρίδος ἐκπεσεῖται· αὐτοὶ δὲ τηλικαῦτα ἀδικήσαντες τὴν πόλιν οὐδεμιᾶς τιμωρίας τεύξονται;
然而,如果你们普通公民中的任何人,在担任某种官职时因无知或缺乏经验而犯了错,他就会在法庭上被这些人的雄辩击败,要么被处死,要么被逐出祖国;难道他们自己对城邦犯下了如此大罪,却不用接受任何惩罚吗?
καὶ Κόνων μὲν ὁ Παιανιεύς, ὅτι ὑπὲρ τοῦ ὑοῦ ἔλαβεν τὸ θεωρικὸν ἀποδημοῦντος, πέντε δραχμῶν ἕνεκεν ἱκετεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῷ δικαστηρίῳ, τούτων κατηγορούντων· καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη §frag_7## Frag. VII (VIII)
οὐ μέντοι ἡμᾶς ὁ δῆμος ἐν τῷ μετὰ ταῦτα χρόνῳ οὐκ εἴα προςιέναι αὑτῷ οὐδὲ διαλέγεσθαι, ἀλλὰ καὶ συμβούλοις ἐχρῆτο καὶ ςυνηγόροις τοῦ δὲ ἐπιόντος ἐπὶ τὴν διοίκησιν τῶν αὑτοῦ ἅπασαν ταμίαν ἐχειροτόνηςεν, ὑπολαμβάνων χάριν αὐτῷ παρʼ ἡμῶν ὀφείλεσθαι, ὅπερ δίκαιον ἦν.
而派亚尼亚区的科农,因为替不在国内的儿子领取了观剧津贴,仅仅为了五德拉克马,尽管他向你们哀求,却因这些人的指控而在法庭上被判罚一塔兰同;还有担任阿卡德米管理人的阿里斯托马科斯,因为把一把铁锹从角力学校移到自己相邻的花园里使用,并且说…… 然而,在随后的时间里,人民并没有不允许我们接近他们或与他们交谈,反而还把我们用作顾问和共同辩护人;并选举他为来年管理全部财政的财务官,认为我们应该向他表示感谢,而这本是合乎公道的。
καὶ πρὸς τούτοις ἀγώνων ἡμῖν ὕστερον πολλῶν γεγενημένων ἐξ ἐκείνων τῶν πραγμάτων καὶ αὐτοῦ τοῦ πολέμου, οὐδεπώποτε ἡμῶν οὗτοι κατεψηφίσαντο, ἀλλʼ ἐκ πάντων ἔσωσαν, ὅπερ μέγιστον καὶ ἀξιοπιστότατον τῆς τοῦ δήμου εὐνοίας σημεῖον.
此外,后来由于那些事件和战争本身,我们面临了多次诉讼,但他们从未判决我们有罪,而是将我们从所有危机中拯救出来,这正是人民善意的最大且最可靠的证明。
καὶ γράψαι, ὦ Δημόσθενες ὑπὸ τοῦ ψηφίσματος ἡλωκέναι σε αὐτόματον, οὐκ ἐποίησαν γενομεν ὁ δῆμος ἐποίησεν, ὥστʼ αὐτὸς ὑπὸ τῆς τύχης ἀφαιρεθεὶς τὸν στέφανον, ἡμῶν ὃν ἔδωκεν οὐκ ἀφείλετο.
德摩斯梯尼啊,至于写下[……],他们并没有这样做,但人民却做了,因此,虽然他自己因命运而被剥夺了冠冕,但人民并没有收回赐予我们的冠冕。
οὕτως οὖν ἡμῖν τοῦ δήμου προσενηνεγμένου, οὐ πάντα τὰ δίκαιʼ ἂν αὐτῷ ἡμεῖς ὑπηρετοῖμεν καὶ εἰ δέοι ἀποθνῄσκοιμεν ὑπὲρ αὐτοῦ;
既然人民这样对待我们,难道我们不应该用一切正义的方式为他们服务,并在必要时为他们献出生命吗?
ἐγὼ μὲν οἶμαι·
我确实是这样认为的。
ἀλλὰ ςὺ κατὰ τοῦ δήμου ςθαι εὐεργετήματα· οὐ γὰρ τὴν ἑτέρων πατρίδα εὖ ποιεῖν αὐτοὺς ἀλλὰ τὴν ἑαυτῶν, οὐδὲ αν καὶ λόγου δύναμιν ἀποδεικνύμενος διατετέλεκας·
但是你却针对人民[……]恩惠[……];因为他们应该造福的不是别人的祖国,而是他们自己的祖国,并且[……]而你一直在展示你言辞的力量。
καὶ ὅτε μὲν ἡγοῦ τὴν βουλὴν ἀποφανεῖν τοὺς ἔχοντας τὸ χρυσίον, πολεμικὸς ὢν καὶ ταράττων τὴν πόλιν, ἵνα τὴν ζήτησιν ἐκκρούοις· ἐπειδὴ δὲ ἀναβάλοιτο τὸ ἀποφῆναι ἡ βουλή, οὔπω φάσκουσα εὑρηκέναι, τότʼ ἐν τῷ δήμῳ συγχωρῶν Ἀλεξάνδρῳ καὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος εἶναι εἰ βούλοιτο, καὶ ἀφικομένου οστους ἐβούλετο στῆσαι εἰκόνα Ἀλεξάνδρου βασιλέως τοῦ ἀνικήτου θεοῦ και ἀγγελίαν Ὀλυμπίας. ἀπήγγειλε τῷ δήμῳ
当你以为议会将公布持有金钱者名单时,你摆出好战的姿态,使城邦陷于混乱,目的是为了阻挠调查;但当议会推迟公布,声称尚未查明时,你便在公民大会上向亚历山大妥协,声称如果他愿意,他也可以是宙斯和波塞冬之子,且当[……]到达时,你希望为作为无敌之神的国王亚历山大树立神像,并向人民通报了奥林匹亚斯的消息。