§frag_4## Frag. IV (V)
τερατεύῃ, καὶ οὐχ ἅπασιν οἴει φανερὸν εἶναι ὅτι φάσκων ὑπὲρ τοῦ δήμου λέγειν ὑπὲρ Ἀλεξάνδρου φανερῶς ἐδημηγόρεις;
あなたはデタラメを並べ立てている。 民衆のために語っていると主張しながら、実際には明らかにアレクサンドロスのために民衆に演説していたことが、すべての人に明白であるとは思わないのか。
ἐγὼ γὰρ οἶμαι καὶ ἔμπροσθεν γνῶναι ἅπαντας ὅτι τοῦτʼ ἐποίησας καὶ περὶ Θηβαίων καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ ὅτι χρήματα εἰς ταῦτα δοθέντα ἐκ τῆς Ἀσίας αὐτὸς σαυτῷ ἰδίᾳ περιποιησάμενος κατανήλωσας τὰ πολλά, καὶ νῦν δὲ ναυτικοῖς ἐργάζῃ χρήμασιν καὶ ἐκδόσεις δίδως, καὶ πριάμενος οἰκίαν μο υπα ν τω ρωι, οὐκ οἰκεῖς ἐν Πειραιεῖ, ἀλλʼ ἐξορμεῖς ἐκ τῆς πόλεως.
私は、あなたがテーバイ人に関しても、他のすべての件に関してもそうしたのだと、誰もが以前から気づいていたと思う。 また、これらの目的のためにアジアから送られた資金を、あなた自身が私的に手に入れ、その大部分を使い果たしてしまったこと、そして現在でも海上融資で金儲けをして貸し付けを行い、[ピレウス]に家を買いながらも、ピレウスには住まず、都市の外に碇を下ろして待機している(いつでも逃げ出せるようにしている)こと。
δεῖ δὲ τὸν δίκαιον δημαγωγὸν σωτῆρα τῆς ἑαυτοῦ πατρίδος εἶναι, μὴ δραπέτην.
しかし、正しい民衆指導者は、自らの祖国の救済者であるべきであって、逃亡者であるべきではない。
ἐπειδὴ δὲ νῦν Ἅρπαλος οὕτως ἐξαίφνης πρὸς τὴν Ἑλλάδα προσέπεσεν ὥστε μηδένα προαισθέσθαι, τὰ δʼ ἐν Πελοποννήσῳ καὶ τῇ ἄλλῃ Ἑλλάδι οὕτως ἔχοντα κατέλαβεν ὑπὸ τῆς ἀφίξεως τῆς Νικάνορος καὶ τῶν ἐπιταγμάτων ὧν ἧκεν φέρων παρʼ Ἀλεξάνδρου περί τε τῶν φυγάδων καὶ περὶ τοῦ τοὺς κοινοὺς συλλόγους Ἀχαιῶν τε καὶ Ἀρκάδων καὶ Βοιωτῶν ταῦτα σὺ παρεσκεύακας τῷ ψηφίσματι, συλλαβὼν τὸν Ἅρπαλον, καὶ τοὺς μὲν Ἕλληνας ἅπαντας πρεςβεύεσθαι πεποίηκας ὡς Ἀλέξανδρον, οὐκ ἔχοντας ἄλλην οὐδεμίαν ἀποςτροφήν, τοὺς δὲ ςατράπας, οἳ αὐτοὶ ἂν ἧκον ἑκόντες πρὸς ταύτην τὴν δύναμιν, ἔχοντες τὰ χρήματα καὶ τοὺς στρατιώτας ὅσους ἕκαστος αὐτῶν εἶχεν, τούτους σύμπαντας οὐ μόνον κεκώλυκας ἀποστῆναι ἐκείνου τῇ συλλήψει τῇ Ἁρπάλου, ἀλλὰ καὶ ἕκαστον αὐτῶν.
いまやハルパロスがこのように突如としてギリシアに現れたので、誰も事前にそれを察知できなかった。 そして、ペロポネソスや他のギリシアの情勢は、ニカノルの到来と、彼がアレクサンドロスから携えてきた亡命者の帰還に関する命令、およびアカイア人、アルカディア人、ボイオティア人の共同会議に関する命令によって、このような状況になっていた。 あなたはハルパロスを逮捕するという決議によって、これらの状況をお膳立てし、ギリシア人全員にアレクサンドロスへ使節を送らざるを得ないようにさせ、彼らには他に頼るべき避難所を持たせないようにした。 また、自ら進んでこの勢力に加わるはずであったサトラップ(総督)たち、彼らはそれぞれ資金と、各自が擁していた兵士たちを伴って馳せ参じたはずであったが、ハルパロスの逮捕によって、これらすべての人々がアレクサンドロスから離反することを妨げただけでなく、彼らの一人ひとりをも[妨げてしまったのだ]。
§frag_5## Frag. V (VI)
ὑπὸ δημοσθένους ἀποσταλείς, παρὰ δʼ Ὀλυμπιάδι Καλλίας ὁ Χαλκιδεύς, ὁ Ταυροσθένους ἀδελφός·
[……]デモステネスによって派遣され、他方、オリンピアスの傍にはカルキスのカリアス(タウロステネスの兄弟)が[派遣された]。
τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα.
デモステネスは彼らをアテナイ市民とする提案をし、彼らを誰よりも重用している。
καὶ οὐδὲν θαυμαστόν·
しかしそれは驚くべきことではない。
οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶν αὐτῶν μένων εἰκότως φίλους τοὺς ἀπʼ Εὐρίπου κέκτηται.
なぜなら、彼がエウリポス(エウボイア島)出身の者たちを友人とすることにおいて、同一の立場に留まり続けることは決してないと思われるからだ。
εἶτα σὺ περὶ φιλίας πρὸς ἐμὲ τολμήσεις αὐτίκα μάλα λέγειν ταύτην τὴν φιλίαν διέλυσας αὐτός, ὅτε χρυσίον κατὰ τῆς πατρίδος ἔλαβες καὶ μετεβάλου.
それなのに、あなたは私に対して友情についてまもなく語ろうとするのだろうか。 あなたが祖国に仇なす金を受け取り、態度を変えたときに、あなた自身がこの友情を破り捨てたのだ。
καὶ καταγέλαστον μὲν σαυτὸν ἐποίησας, κατῄσχυνας δὲ τοὺς ἐκ τῶν ἔμπροσθεν χρόνων τῶν αὐτῶν τί σοι προελομένους·
そしてあなたは自分自身を滑稽な存在にし、以前の時期に同じ志を選択した人々を恥じ入らせた。
καὶ ἐξὸν ἡμῖν λαμπροτάτοις εἶναι παρὰ τῷ δήμῳ καὶ τὸν ὑπόλοιπον βίον ὑπὸ δόξης χρηστῆς παραπεμφθῆναι, ἅπαντα ταῦτα ἀνέτρεψας, καὶ οὐκ αἰσχύνει νυνὶ τηλικοῦτος ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας.
私たちは民衆の間でこの上なく輝かしい存在となり、残りの人生を良き名声に送られて過ごすことができたはずなのに、あなたはこれらすべてを覆した。 そしていまやこれほどの年齢になりながら、若造どもに賄賂の罪で裁判にかけられていることを恥ずかしいとは思わないのか。
καίτοι ἔδει τοὐναντίον ὑφʼ ὑμῶν παιδεύεσθαι τοὺς νεωτέρους τῶν ῥητόρων, καὶ εἴ τι προπετέστερον ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι.
本来なら、あなた方(年長の弁論家)によって若手の弁論家が教育されるべきであり、彼らが何か軽率なことをしたときには非難され、懲らしめられるべきであった。
νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρονίζουσιν.
しかし、今はその逆で、若者が六十歳を超える人々を訓戒している。
διόπερ, ὦ ἄνδρες δικασταί, δικαίως ἂν ὀργίζοισθε Δημοσθένει, εἰ καὶ δόξης ἱκανῆς καὶ πλούτου πολλοῦ διʼ ὑμᾶς μετεσχηκὼς μηδʼ ἐπὶ γήρως ὀδῷ κήδεται τῆς πατρίδος.
それゆえ、裁判員諸君、あなた方のおかげで十分な名声と多くの富を分かち合っていながら、老年の門口に至っても祖国のことを気遣わないデモステネスに対して、あなた方が怒るのも当然のことである。
ἀλλʼ ὑμεῖς μὲν ᾐσχύνεσθε ἐπὶ ης υ τοὺς περιεστηκότας τῶν Ἑλλήνων, ὅτε τινῶν κατεχειροτονεῖτε, εἰ τοιούτους καὶ δημαγωγοὺς καὶ στρατηγοὺς καὶ φύλακας τῶν πραγμάτων
しかし、あなた方は、かつて誰かを有罪にするとき、周囲に立つギリシア人たちに対して恥ずかしい思いをしていた。 これほど不適格な者たちを、民衆指導者や将軍、国家の守護者として[選んでいたのかと……]