Humanitext Reader

希佩里德斯 · 控告德摩斯梯尼 §frag_4-frag_5

勾结马其顿与逮捕哈尔帕罗斯之罪

第 4 段,共 6 段 · 希腊语

内容简介

控诉人指出,德摩斯梯尼口头上声称为民代言,实则效忠于亚历山大,并通过逮捕哈尔帕罗斯瓦解了反马其顿阵营;控诉人进一步谴责他因贪图金钱而背叛祖国与旧友,以至于在晚年面临年轻人的受贿指控,令人蒙羞。

§frag_4## Frag. IV (V) τερατεύῃ, καὶ οὐχ ἅπασιν οἴει φανερὸν εἶναι ὅτι φάσκων ὑπὲρ τοῦ δήμου λέγειν ὑπὲρ Ἀλεξάνδρου φανερῶς ἐδημηγόρεις;
你是在胡说八道。 难道你以为大家都不清楚,你口头上声称是在为人民说话,实际上却公然在为亚历山大作政客演说吗?
ἐγὼ γὰρ οἶμαι καὶ ἔμπροσθεν γνῶναι ἅπαντας ὅτι τοῦτʼ ἐποίησας καὶ περὶ Θηβαίων καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ ὅτι χρήματα εἰς ταῦτα δοθέντα ἐκ τῆς Ἀσίας αὐτὸς σαυτῷ ἰδίᾳ περιποιησάμενος κατανήλωσας τὰ πολλά, καὶ νῦν δὲ ναυτικοῖς ἐργάζῃ χρήμασιν καὶ ἐκδόσεις δίδως, καὶ πριάμενος οἰκίαν μο υπα ν τω ρωι, οὐκ οἰκεῖς ἐν Πειραιεῖ, ἀλλʼ ἐξορμεῖς ἐκ τῆς πόλεως.
因为我认为,大家在此之前就已经知道你对底比斯人以及其他所有事情上都是这么做的,而且你私吞了从亚洲送来用于这些目的的资金,挥霍了其中的大部分,甚至现在你还利用航运贷款来牟利并进行投资,在[比雷埃夫斯]买了房子,却不住在比雷埃夫斯,而是把船停泊在城外(随时准备逃跑)。
δεῖ δὲ τὸν δίκαιον δημαγωγὸν σωτῆρα τῆς ἑαυτοῦ πατρίδος εἶναι, μὴ δραπέτην.
然而,正直的人民领袖应当是自己祖国的救星,而不是逃跑者。
ἐπειδὴ δὲ νῦν Ἅρπαλος οὕτως ἐξαίφνης πρὸς τὴν Ἑλλάδα προσέπεσεν ὥστε μηδένα προαισθέσθαι, τὰ δʼ ἐν Πελοποννήσῳ καὶ τῇ ἄλλῃ Ἑλλάδι οὕτως ἔχοντα κατέλαβεν ὑπὸ τῆς ἀφίξεως τῆς Νικάνορος καὶ τῶν ἐπιταγμάτων ὧν ἧκεν φέρων παρʼ Ἀλεξάνδρου περί τε τῶν φυγάδων καὶ περὶ τοῦ τοὺς κοινοὺς συλλόγους Ἀχαιῶν τε καὶ Ἀρκάδων καὶ Βοιωτῶν ταῦτα σὺ παρεσκεύακας τῷ ψηφίσματι, συλλαβὼν τὸν Ἅρπαλον, καὶ τοὺς μὲν Ἕλληνας ἅπαντας πρεςβεύεσθαι πεποίηκας ὡς Ἀλέξανδρον, οὐκ ἔχοντας ἄλλην οὐδεμίαν ἀποςτροφήν, τοὺς δὲ ςατράπας, οἳ αὐτοὶ ἂν ἧκον ἑκόντες πρὸς ταύτην τὴν δύναμιν, ἔχοντες τὰ χρήματα καὶ τοὺς στρατιώτας ὅσους ἕκαστος αὐτῶν εἶχεν, τούτους σύμπαντας οὐ μόνον κεκώλυκας ἀποστῆναι ἐκείνου τῇ συλλήψει τῇ Ἁρπάλου, ἀλλὰ καὶ ἕκαστον αὐτῶν.
如今,既然哈尔帕罗斯如此突然地来到希腊,以至于没有人预先察觉到,而由于尼卡诺尔的到来以及他从亚历山大那里带来的关于流亡者和关于阿卡亚人、阿卡迪亚人及波奥蒂亚人联合会议的命令,使得伯罗奔尼撒和希腊其他地方的局势处于这种状态——你通过提议逮捕哈尔帕罗斯的法令,促成了这些局面,你使得所有希腊人因没有其他退路而被迫向亚历山大派遣使节,并且那些本可以自愿加入这一势力的总督们,他们各自带着资金和所拥有的士兵,你不仅通过逮捕哈尔帕罗斯阻止了他们所有人背叛亚历山大,而且也阻止了他们中的每一个人。
§frag_5## Frag. V (VI) ὑπὸ δημοσθένους ἀποσταλείς, παρὰ δʼ Ὀλυμπιάδι Καλλίας ὁ Χαλκιδεύς, ὁ Ταυροσθένους ἀδελφός· τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα.
[……]被德摩斯梯尼派遣,而另一方面,在奥林匹亚斯身边的则是卡尔基斯的卡利亚斯,即陶罗斯特尼斯的兄弟;因为德摩斯梯尼曾提议授予这些人雅典公民权,并最信任和任用他们。
καὶ οὐδὲν θαυμαστόν· οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶν αὐτῶν μένων εἰκότως φίλους τοὺς ἀπʼ Εὐρίπου κέκτηται.
这并不奇怪;因为我认为,他绝不会在保持相同立场的状况下,合乎情理地拥有来自埃夫里普斯的朋友。
εἶτα σὺ περὶ φιλίας πρὸς ἐμὲ τολμήσεις αὐτίκα μάλα λέγειν ταύτην τὴν φιλίαν διέλυσας αὐτός, ὅτε χρυσίον κατὰ τῆς πατρίδος ἔλαβες καὶ μετεβάλου.
那么,你竟敢在等一下跟我谈论友谊吗? 当你为了危害祖国而收受金子并改变立场时,是你自己亲手斩断了这段友谊。
καὶ καταγέλαστον μὲν σαυτὸν ἐποίησας, κατῄσχυνας δὲ τοὺς ἐκ τῶν ἔμπροσθεν χρόνων τῶν αὐτῶν τί σοι προελομένους· καὶ ἐξὸν ἡμῖν λαμπροτάτοις εἶναι παρὰ τῷ δήμῳ καὶ τὸν ὑπόλοιπον βίον ὑπὸ δόξης χρηστῆς παραπεμφθῆναι, ἅπαντα ταῦτα ἀνέτρεψας, καὶ οὐκ αἰσχύνει νυνὶ τηλικοῦτος ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας.
你让自己沦为笑柄,也让过去那些与你选择相同道路的人蒙羞;我们本可以在人民面前享有极高的声望,在良好的名声中度过余生,而你却推翻了这一切,如今你到了这般年纪,因受贿而被年轻后生们推上法庭审判,难道不觉得羞耻吗?
καίτοι ἔδει τοὐναντίον ὑφʼ ὑμῶν παιδεύεσθαι τοὺς νεωτέρους τῶν ῥητόρων, καὶ εἴ τι προπετέστερον ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι.
然而,情况恰恰相反,年轻的演说家本应由你们来教育,如果他们做了什么鲁莽的事,本应受到谴责和惩罚。
νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρονίζουσιν.
但现在却相反,年轻人正在教训那些年过六旬的人。
διόπερ, ὦ ἄνδρες δικασταί, δικαίως ἂν ὀργίζοισθε Δημοσθένει, εἰ καὶ δόξης ἱκανῆς καὶ πλούτου πολλοῦ διʼ ὑμᾶς μετεσχηκὼς μηδʼ ἐπὶ γήρως ὀδῷ κήδεται τῆς πατρίδος.
因此,诸位裁判官,如果德摩斯梯尼通过你们分享了足够的荣誉和巨大的财富,却在步入晚年之际仍不关心自己的祖国,你们理所当然应该对他感到愤怒。
ἀλλʼ ὑμεῖς μὲν ᾐσχύνεσθε ἐπὶ ης υ τοὺς περιεστηκότας τῶν Ἑλλήνων, ὅτε τινῶν κατεχειροτονεῖτε, εἰ τοιούτους καὶ δημαγωγοὺς καὶ στρατηγοὺς καὶ φύλακας τῶν πραγμάτων
但是,当你们判定某些人有罪时,在围观的希腊人面前,你们曾感到羞愧,因为你们[选择]了这样的人作为人民领袖、将军和国家事务的守护者[……]

词汇与语法注释

  1. frag_4τερατεύῃ — 动词 τερατεύομαι(说胡话、吹牛、故弄玄虚)的中动态第二人称单数现在直说发。用以指责德摩斯梯尼的辩解完全是脱离现实的诡辩。
  2. frag_4ὅτι φάσκων ὑπὲρ τοῦ δήμου λέγειν ὑπὲρ Ἀλεξάνδρου φανερῶς ἐδημηγόρεις — 分词 φάσκων 带不定式 λέγειν 意为“自称在说话”,在此处作让步或对比状语。ὅτι 从句的主动词为未完成过去时 ἐδημηγόρεις,揭露了德摩斯梯尼过去言行的矛盾。
  3. frag_4δεῖ δὲ τὸν δίκαιον δημαγωγὸν σωτῆρα τῆς ἑαυτοῦ πατρίδος εἶναι, μὴ δραπέτην — 由非人称动词 δεῖ 引导的带宾格的不定式结构,其中 τὸν δίκαιον δημαγωγὸν 作宾格主语,εἶναι 为不定式,σωτῆρα 与 δραπέτην 为宾格表语。该句通过“救星”与“逃跑者”的规范性对比,对德摩斯梯尼进行了严厉指责。
  4. frag_5ἐξὸν ἡμῖν λαμπροτάτοις εἶναι — 使用非人称动词 ἔξεστι(可能)的中性单数宾格分词 ἐξόν 构成的“非人称分词绝对格”,在此表示“我们本可以……”的让步或逆接语义。与格代词 ἡμῖν 决定了不定式 εἶναι 的表语 λαμπροτάτοις 同样使用与格复数形式。

引用这一段

希佩里德斯, 控告德摩斯梯尼 §frag_4-frag_5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0030.tlg005.humanitext-grc2:frag_4-frag_5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。