§frag_3#1## Frag. III
τὰς ἀποφάσεις.
報告について。
οὐκ ἔστι ταῦτα, ἀλλὰ πάντων φανήσονται μάλιστα δημοτικώτατα τῷ πράγματι κεχρημένοι·
そうではないのです。 むしろ、彼らがこの件に関して何よりも民主的な仕方で行動したことが明らかになるでしょう。
τοὺς μὲν γὰρ ἀδικοῦντας ἀπέφηναν, καὶ ταῦτʼ οὐχ ἑκόντες, ἀλλʼ ὑπὸ τοῦ δήμου πολλάκις ἀναγκαζόμενοι· τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας οὐκ ἐφʼ αὑτοῖς ἐποίησαν, ἀλλʼ ὑμῖν ἀπέδοσαν τοῖς κυρίοις.
なぜなら、彼らは不正を行った者たちを報告したのですが、それも自ら進んでではなく、民衆から何度も促されてのことであり、また不正を行った者たちを処罰することを自分たちの権限の中に置くことはせず、決定権を持つあなた方に委ねたからです。
δημοσθένης δʼ οὐ μόνον ἐπὶ τοῦ αὑτοῦ ἀγῶνος οἴεται δεῖν ὑμᾶς παρακρούσασθαι διαβαλὼν τὴν ἀπόφασιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀγῶνας ἅπαντας ἀφελέσθαι ζητεῖ τοὺς τῆς πόλεως·
しかしデモステネスは、自身の裁判において報告を誹謗することであなた方を欺くべきだと考えているだけでなく、国家の他のすべての裁判をも台無しにしようと目論んでいます。
ὑπὲρ οὗ δεῖ ὑμᾶς νυνὶ βουλεύσασθαι προσέχοντας τὸν νοῦν, καὶ μὴ τῷ λόγῳ ὑπὸ τούτου ἐξαπατηθῆναι.
このことについて、あなた方は今、注意を集中して熟考し、彼の弁明によって騙されないようにしなければなりません。
τὰς γὰρ ἀποφάσεις ταύτας τὰς ὑπὲρ τῶν χρημάτων Ἁρπάλου πάσας ὁμοίως ἡ βουλὴ πεποίηται καὶ τὰς αὐτὰς κατὰ πάντων, καὶ οὐδεμιᾷ προσγέγραφεν διὰ τί ἕκαστον ἀποφαίνει, ἀλλὰ ἐπὶ κεφαλαίου γράψασα ὁπόσον ἕκαστος εἴληφεν χρυσίον, τοῦτʼ οὖν ὀφειλέτω.
というのも、ハルパロスの金に関するこれらの報告を、評議会はすべて同様に、かつ全員に対して同じように行っており、その報告のいずれにも、なぜ各自を報告するのかという理由を書き添えておらず、ただ要約して、各自がどれほどの金を受け取ったかを書き、「したがって、これを支払うべし」としているだけだからです。
ἢ ἰσχύσει Δημοσθένης παρʼ ὑμῖν τῆς κατʼ αὐτοῦ ἀποφάσεως μεῖζον;
それとも、デモステネスはあなた方の前で、彼に対する報告以上の影響力を持つというのでしょうか。
οὐκ ἐσ ἀπογι ἀπόφα ἔλαβεν σι καὶ οἱ ἄλλοι πάντες·
もし彼が免責されるなら、[…報告は無効になり…]金を[…受け取った…]他のすべての者たちも同様になるでしょう。
οὐ γὰρ δήπου Δημοσθένει μόνῳ τοῦτο ἰσχυρὸν ἔσται, τοῖς δʼ ἄλλοις οὔ.
なぜなら、これがデモステネス一人に対してのみ有効で、他の者たちにはそうでないなどということは、まさかあり得ないからです。
καὶ γὰρ οὐχ ὑπὲρ εἴκοσι ταλάντων δικάζετε, ἀλλὰ ὑπὲρ τετρακοσίων, οὐδʼ ὑπὲρ ἑνὸς ἀδικήματος, ἀλλʼ ὑπὲρ ἁπάντων.
実に、あなた方が裁いているのは二十タラントンのためではなく、四百タラントンのためであり、一つの不法行為のためではなく、すべての不法行為のためなのです。
ἡ γὰρ σὴ ἀπόνοια, ὦ Δημόσθενες, ὑπὲρ ἁπάντων τῶν ἀδικούντων νῦν προκινδυνεύει καὶ προαναισχυντεῖ.
デモステネスよ、あなたのその向こう見ずな厚かましさは、いまや不正を行うすべての者たちのために先頭に立って危険を冒し、先んじて恥知らずな振る舞いをしているのです。
ἐγὼ δʼ ὅτι μὲν ἔλαβες τὸ χρυσίον ἱκανὸν οἶμαι εἶναι σημεῖον τοῖς δικασταῖς τὸ τὴν βουλήν σου καταγνῶναι, ᾗ σαυτὸν ἐπέτρεψας·
私としては、あなたがみずからを委ねた評議会があなたを有罪と断じたこと自体が、あなたが金を受け取ったことの、裁判員にとって十分な証拠であると考えます。
τίνων δὲ ἕνεκα ἔλαβες, καὶ ἐπὶ τίσιν αἰτίαις πᾶσαν τὴν πόλιν κα ενος χρυσί τος τοὺς ὥςπερ εἰ φανερὸν ποιήσω.
しかし、あなたが何のために金を受け取り、いかなる理由で全都市を[…金…あたかも…]にしたのかを、私は明らかにしましょう。
ἐπειδὴ γὰρ ἦλθεν, ὦ ἄνδρες δικασταί, Ἅρπαλος εἰς τὴν Ἀττικήν, καὶ οἱ παρὰ Φιλοξένου ἐξαιτοῦντες αὐτὸν ἅμα προσήχθηςαν πρὸς τὸν δῆμον, τότε παρελθὼν Δημοσθένης διεξῆλθεν μακρὸν λόγον, φάσκων οὔτε τοῖς παρὰ Φιλοξένου ἐλθοῦσι καλῶς ἔχειν τὸν Ἅρπαλον ἐκδοῦναι τὴν πόλιν, οὔτε δεῖν αἰτίαν οὐδεμίαν τῷ δήμῳ διʼ ἐκεῖνον παρʼ Ἀλεξάνδρου καταλείπεσθαι, ἀσφαλέστατον δʼ εἶναι τῇ πόλει τά τε χρήματα καὶ τὸν ἄνδρα φυλάττειν, καὶ ἀναφέρειν τὰ χρήματα ἅπαντα εἰς τὴν ἀκρόπολιν, ἃ ἦλθεν ἔχων Ἅρπαλος εἰς τὴν Ἀττικήν, ἐν τῇ αὔριον ἡμέρᾳ·
裁判員諸君、ハルパロスがアッティカに到着し、フィロクセノスの下から彼を引き渡すよう要求する使節たちが同時に民衆の前に召喚されたとき、そのとき進み出たデモステネスは長々と演説を行い、フィロクセノスの下から来た者たちにハルパロスを引き渡すことは都市にとって良くないことであり、また、彼のせいで民衆がアレクサンドロスからいかなる非難も買わないようにすべきであり、都市にとって最も安全なのは、その金と男をともに保護し、ハルパロスがアッティカに携えてやって来たすべての金を、翌日アクロポリスへ移送することである、と主張しました。
Ἅρπαλον δʼ ἤδη ἀποδεῖξαι τὰ χρήματα, ὁπόσα ἐστίν·
そしてハルパロスはすでにその金がいくらあるかを明らかにするべきだと(主張しました)。
οὐχ ὅπως πύθοιτο τὸν ἀριθμὸν αὐτῶν, ὡς ἔοικεν, ὁπόσα ἦν, ἀλλʼ ἵνα εἰδῇ ἀφʼ ὅσων αὐτὸν δεῖ τὸν μισθὸν πράττεσθαι.
それはどうやら、金がどれほどの額であるかというその数字を知るためではなく、自分がどれほどの額から分け前を取り立てるべきかを知るためであったようです。
καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ, οὗπερ εἴωθε καθῆςθαι, ἐκέλευε Μνηςίθεον τὸν χορευτὴν ἐρωτῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἴη τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν.
そして、自分がいつも座っているカタトメの下に腰を下ろし、舞踊手のムネシテオスに命じて、アクロポリスに運ばれるべき金はいくらになるのかをハルパロスに問い質させたのです。