§34καὶ πρῶτον μὲν Τείσιδος τοῦ Ἀγρυλῆθεν ἀπογράψαντος τὴν Εὐθυκράτους οὐσίαν ὡς δημοσίαν οὖσαν, ἣ πλεόνων ἢ ἑξήκοντα ταλάντων ἦν, καὶ μετʼ ἐκείνην πάλιν ὑπισχνουμένου τὴν Θιλίππου καὶ Ναυσικλέους ἀπογράψειν, καὶ λέγοντος ὡς ἐξ ἀναπογράφων μετάλλων πεπλουτήκασι, τοσοῦτον οὗτοι ἀπέλιπον τοῦ προσέσθαι τινὰ τοιοῦτον λόγον ἢ τῶν ἀλλοτρίων ἐπιθυμεῖν, ὥστε τὸν ἐγχειρήσαντα συκοφαντεῖν αὐτοὺς εὐθὺς ἠτίμωσαν, τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταδόντες.
そして第一に、アグリュレ区のテイシスが、六十タラントンを超える価値のあったエウテュクラテスの財産を公有財産として没収の登録をし、さらにその後、ピリッポスとナウシクレスの財産を登録すると約束して、彼らが未登録の鉱山から富を得たと言ったとき、彼らは、その種の議論を受け入れたり他人の財産を欲しがったりすることから極めて遠かったので、彼らを誣告しようと企てた者を、投票数の五分の一も与えずに、ただちに公民権剥奪とした。
§35τοῦτο δʼ, εἰ βούλει, τὸ πρώην ὑπὸ τῶν δικαστῶν πραχθὲν τοῦ ἐξελθόντος μηνὸς πῶς οὐ μεγάλου ἐπαίνου ἄξιόν ἐστι;
また、もしよければ、先月裁判員たちによってなされたこの最近の出来事は、どうして大いなる称賛に値しないことがあろうか。
φήναντος γὰρ Λυσάνδρου τὸ Ἐπικράτους μέταλλον τοῦ Παλληνέως ἐντὸς τῶν μέτρων τετμημένον, ὃ ἠργάζετο μὲν ἤδη τρία ἔτη, μετεῖχον δʼ αὐτοῦ οἱ πλουςιώτατοι σχεδόν τι τῶν ἐν τῇ πόλει, ὁ δὲ Λύσανδρος ὑπισχνεῖτο τριακόσια τάλαντα εἰςπράξειν τῇ πόλει (τοσαῦτα γὰρ εἰληφέναι αὐτοὺς ἐκ τοῦ μετάλλου)·
リサンドロスが、パレネ区のエピクラテスの鉱山は境界の内側で掘られていると告発したとき、それはすでに三年間稼働しており、市の中で最も裕福な人々のほぼ全員がそれに関わっていた。 そしてリサンドロスは市に三百タラントンを回収することを約束した(彼らが鉱山からそれだけの額を得ていたという理由で)。
§36ἀλλʼ ὅμως οἱ δικασταὶ οὐ πρὸς τὰς τοῦ κατηγόρου ὑποσχέσεις ἀποβλέποντες, ἀλλὰ πρὸς τὸ δίκαιον, ἔγνωσαν ἴδιον εἶναι τὸ μέταλλον, καὶ τῇ αὐτῇ ψήφῳ τάς τε οὐσίας αὐτῶν ἐν ἀσφαλείᾳ κατέστησαν, καὶ τὴν ὑπόλοιπον ἐργασίαν τοῦ μετάλλου ἐβεβαίωσαν.
しかし、それにもかかわらず裁判員たちは、告発者の約束に目を向けるのではなく、正義に目を向け、鉱山は私有財産であると裁定し、同じ投票によって彼らの財産を安全な状態に置き、鉱山の残りの稼働を保証した。
τοιγαροῦν αἱ καινοτομίαι πρότερον ἐκλελειμμέναι διὰ τὸν φόβον νῦν ἐνεργοί, καὶ τῆς πόλεως αἱ πρόσοδοι αἱ ἐκεῖθεν πάλιν αὔξονται, ἃς ἐλυμήναντό τινες τῶν ῥητόρων ἐξαπατήσαντες τὸν δῆμον καὶ δασμολογήσαντες τοὺς ἐκεῖθεν.
それゆえ、以前は恐怖のために絶えていた新規開拓が今や活発になり、そこからの市の収入が再び増加している。 それらの収入は、弁論家の一部が民衆を欺き、そこ(鉱山)で働く人々から取り立てる(略奪する)ことによって損なっていたものである。
§37ἔστι γάρ, ὦ ἄνδρες δικασταί, οὐχ οὗτος χρηστὸς πολίτης, ὅστις μικρὰ δοὺς πλείω βλάπτει τὰ κοινά, οὐδʼ ὅστις εἰς τὸ παραχρῆμα ἐξ ἀδίκου πορίσας κατέλυσε τῆς πόλεως τὴν ἐκ δικαίου πρόσοδον, ἀλλʼ ὅτῳ μέλει καὶ τῶν εἰς τὸν ἔπειτα χρόνον ὠφελίμων τῇ πόλει καὶ τῆς ὁμονοίας τῶν πολιτῶν καὶ τῆς δόξης τῆς ὑμετέρας·
なぜなら、裁判員の皆さん、わずかな利益を与えて公共財にそれ以上の害を与える者は優れた市民ではないし、一時的に不正な手段で調達して、市の正当な収入を台無しにする者も優れた市民ではない。 そうではなく、将来において市に有益なことや、市民の協調、そしてあなた方の名誉を気にかける者こそが優れた市民なのだ。
ὧν ἔνιοι οὐ φροντίζουσιν, ἀλλὰ τῶν ἐργαζομένων ἀφαιρούμενοι πόρους φασὶ τούτους πορίζειν, ἀπορίαν ἐν τῇ πόλει παρασκευάζοντες.
これらを顧みず、労働している人々から奪いながら、これらを調達していると称し、市に困窮をもたらしている者たちがいる。
ὅταν γὰρ ᾖ φοβερὸν τὸ κτᾶσθαι καὶ φείδεσθαι, τίς βουλήσεται κινδυνεύειν;
なぜなら、財産を築き蓄えることが恐ろしいものになれば、誰が危険を冒そうとするだろうか。
§38τούτους μὲν οὖν ἴσως οὐ ῥᾴδιόν ἐστι κωλῦσαι ταῦτα πράττειν· ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ καὶ ἄλλους πολλοὺς σεσώκατε τῶν πολιτῶν ἀδίκως εἰς ἀγῶνας καταστάντας, οὕτω καὶ Εὐξενίππῳ βοηθήσατε, καὶ μὴ περιίδητε αὐτὸν ἐπὶ πράγματι οὐδενὸς ἀξίῳ καὶ εἰσαγγελίᾳ τοιαύτῃ, ᾗ οὐ μόνον οὐκ ἔνοχός ἐστιν, ἀλλὰ καὶ αὐτὴ παρὰ τοὺς νόμους ἐστὶν εἰσηγγελμένη, καὶ πρὸς τούτοις ὑπʼ αὐτοῦ τοῦ κατηγόρου τρόπον τινὰ ἀπολελυμένη.
彼らをこのような行動をとるのを防ぐのはおそらく容易ではないが、裁判員の皆さん、あなた方が不当に裁判にかけられた他の多くの市民を救ってきたように、そのようにエウクセニッポスをも助けてください。 そして、取るに足らない事柄や、このような弾劾のせいで彼を見殺しにしないでください。 この弾劾に対して、彼は罪を問われるべきではないばかりか、弾劾自体が法律に違反して提起されたものであり、さらに、告発者自身によってある意味で無罪とされているのです。
§39εἰσήγγελκε γὰρ αὐτὸν Πολύευκτος λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ τῷ Ἀθηναίων.
なぜなら、ポリュウクトスは、アテナイの民衆にとって最善ではないことを発言し、アテナイの民衆に敵対する行動をとる者たちから金銭や贈り物を受け取ったとして、彼を弾劾したからです。
εἰ μὲν οὖν ἔξωθεν τῆς πόλεώς τινας ᾐτιᾶτο εἶναι, παρʼ ὧν τὰ δῶρα εἰληφότα. Εὐξένιππον συναγωνίζεσθαι αὐτοῖς, ἦν ἂν αὐτῷ εἰπεῖν ὅτι, ἐπειδὴ ἐκείνους οὐκ ἔστι τιμωρήσασθαι, δεῖ τοὺς ἐνθάδε αὐτοῖς ὑπηρετοῦντας δίκην δοῦναι.
もし彼が市外の誰かを、そこからエウクセニッポスが贈り物を受け取って彼らのために共闘した者として告発していたなら、彼らを処罰することができない以上、ここで彼らに仕える者を罰すべきだと言うことができたでしょう。
νῦν δὲ Ἀθηναίους φησὶν εἶναι παρʼ ὧν τὰς δωρεὰς εἰληφέναι αὐτόν.
しかし、現在、彼は彼が贈り物をそこから受け取った相手をアテナイ人であると主張しているのです。
εἶτα σύ, ἔχων ἐν τῇ πόλει τοὺς ὑπεναντία πράττοντας τῷ δήμῳ, οὐ τιμωρῇ, ἀλλʼ Εὐξενίππῳ πράγματα παρέχεις;
それなのに、あなたは、民衆に敵対する行動をとる者たちを市内に抱えていながら、彼らを罰せず、エウクセニッポスに厄介ごとをもたらしているのですか。
§40βραχὺ δʼ ἔτι εἰπὼν περὶ τῆς ψήφου ἧς ὑμεῖς μέλλετε φέρειν καταβήσομαι.
あなた方がこれから投じようとしている一票について、さらに短く述べて、私は降ります。
ὅταν γὰρ μέλλητε, ὦ ἄνδρες δικασταί, διαψηφίζεσθαι, κελεύετε ὑμῖν τὸν γραμματέα ὑπαναγνῶναι τήν τε εἰσαγγελίαν καὶ τὸν νόμον τὸν εἰσαγγελτικὸν καὶ τὸν ὅρκον τὸν ἡλιαστικόν·
裁判員の皆さん、あなた方が投票しようとするとき、書記官に弾劾状、弾劾法、そしてヘリアイアの誓いをあなた方の前で読み上げさせなさい。
καὶ τοὺς μὲν λόγους ἁπάντων ἡμῶν ἀφέλετε, ἐκ δὲ τῆς εἰσαγγελίας καὶ τῶν νόμων σκεψάμενοι ὅ τι ἂν ὑμῖν δοκῇ δίκαιον καὶ εὔορκον εἶναι, τοῦτο ψηφίσασθε.
そして、私たち全員の言葉を脇に置いて、弾劾状と法律から、あなた方に正当であり誓いにかなうと思われることを検討した上で、それを決議しなさい。
§41ἐγὼ μὲν οὖν σοί, Εὐξένιππε, βεβοήθηκα ὅσα εἶχον.
私としては、エウクセニッポスよ、できる限りの助けをあなたにした。
λοιπὸν δʼ ἐστὶ δεῖσθαι τῶν δικαστῶν καὶ τοὺς φίλους παρακαλεῖν καὶ τὰ παιδία ἀναβιβάζεσθαι.
残されているのは、裁判員たちに懇願し、友人たちを呼び集め、子供たちを登壇させることだ。