§13οὐκοῦν ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου προσήκειν συνοικεῖν ἐκδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἢ ἀνέκδοτον ἔνδον καταγηράσκειν, ἣ εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῇ Εὐφήμου, δηλονότι οὐ διὰ πονηρίαν, ἀλλὰ διʼ ἐπιείκειαν;
それゆえ、あなたは、私がこのようなことの責任があると言うべきポリスの女性を他に一人も挙げることができず、いまあなたが告発を行っているあの女性については、市民の一人であるチャリッポスに嫁がされて同居することがふさわしいと思ったのですか、それとも結婚せずに家の中で老い衰えていくのがふさわしいと思ったのですか。 彼女はエウペモスが銀1タラントンを添えてやったため、すぐに嫁いだのです。 それは明らかに悪徳によるものではなく、彼の寛大さによるものです。
§14τούτῳ μὲν οὖν ἔξεστιν, ὦ ἄνδρες δικασταί, καὶ λέγειν ὅ τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δʼ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλʼ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας.
裁判員の皆さん、この者には言いたいことを何でも言い、偽ることも許されていますが、皆さんにとっては、原告の中傷から私について判決を下すのではなく、私が送ってきた全生涯を吟味した上で判決を下すべきだと私は思います。
λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλʼ ὁ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστῳ τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη ἐστίν.
というのも、ポリスにおいて悪徳である者も、徳ある者も、あなた方大衆の目を逃れることはできないからです。 むしろ、過ぎ去った時間が一人ひとりの品性に対する最も正確な証人であり、他ならぬこのような種類の嫌疑についてはなおさらです。
§15ὅσα μὲν γὰρ τῶν ἀδικημάτων ἐν ἁπάσῃ τῇ ἡλικίᾳ τῇ τοῦ ἀνθρώπου ἐνδέχεται ἀδικῆσαι, ταῦτα μὲν δεῖ σκοπεῖν ἀπʼ αὐτοῦ τοῦ ἐγκλήματος οὗ ἂν ἔχῃ τις· μοιχεύειν δʼ οὐκ ἐνδέχεται ἀπὸ πεντήκοντα ἐτῶν ἄνθρωπον ἀλλʼ ἢ πάλαι τοιοῦτός ἐστιν, ὃ δειξάτωσαν οὗτοι, ἢ ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι.
というのも、人間があらゆる年齢において犯しうる種類の過ちについては、その者がかけられている嫌疑そのものから検討されねばなりませんが、五十歳を過ぎた男が姦通を行うことは、彼が昔からそのような者であった(それをこの者たちが証明してみせるべきですが)のでない限り、あり得ないことであり、さもなければその嫌疑は虚偽である可能性が高いからです。
§16ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, μεθʼ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον, οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτʼ ἔλαβον, οὔτʼ ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδʼ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ.
ところで私は、裁判員の皆さん、生涯を通じてこのポリスで皆さんと共に暮らしてきましたが、これまでただの一度も悪名を受けたこともなく、市民の誰とも訴訟沙汰になったこともありません。 公訴されたこともなければ、他者を追訴したこともありません。 ただ、生涯を通じて自分の能力を超え、また自分の財産を超えるほど熱心に馬を飼育し続けてきました。
ἐστεφάνωμαι δʼ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα, καὶ ὑπὸ τῶν συναρχόντων.
そして騎兵全員からその勇敢さのゆえに、また同僚の公職者たちからも戴冠されました。
§17ὑμεῖς γάρ με, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον·
というのも、裁判員の皆さん、あなた方は私をまずピュラルコスに選出し、次にレムノス島へヒッパルコスとして派遣したからです。
καὶ ἦρξα μὲν αὐτόθι δύʼ ἔτη τῶν πώποθʼ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους.
私はそこで、これまでにヒッパルコスを務めた者たちの中で唯一、二年間統治し、さらに三年間目も現地に留まりました。 それは、困窮している市民たちから騎兵の給料を強制的に取り立てることを望まなかったからです。
§18καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δήμου τοῦ ἐν Ἡφαιςτίᾳ καὶ ἑτέροις ὑπὸ τοῦ ἐν Μυρίνῃ·
そしてこの期間中、現地の者の誰一人として、私に対して私的にも公的にも嫌疑をかけることはありませんでした。 むしろ、ヘパイスティアの民衆から三つの冠を、ミュリナの民衆からさらに別の冠を授けられました。
ἃ χρὴ τεκμήρια ὑμῖν εἶναι εἰς τοῦτον τὸν ἀγῶνα, ὡς ψευδεῖς κατʼ ἐμοῦ αἱ αἰτίαι εἰσίν.
これらは、私に対する嫌疑が虚偽であるということの、この裁判における証拠となるべきものです。
οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδʼ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν.
なぜなら、アテナイで悪人である者がレムノスで善人であることはあり得ず、またあなた方も、私をそのような者と見なして、自らの二つのポリスを委ねてそこへ送り出したわけではないからです。
§19ὅσα μὲν οὖν ἐγὼ εἶχον, ὦ ἄνδρες δικασταί, ὑπὲρ ἐμαυτοῦ εἰπεῖν, σχεδὸν ἀκηκόατε.
さて、裁判員の皆さん、私が自分自身のために語るべきことは、ほぼすべてお聞きいただきました。
ἐπειδὴ δὲ ὁ κατήγορος οὐκ ἀπείρως ἔχων τοῦ λέγειν, εἰωθὼς δὲ πολλάκις ἀγωνίζεσθαι, ἐκάλει συνηγόρους τοὺς συναπολοῦντάς τινα τῶν πολιτῶν ἀδίκως, δέομαι ὑμῶν καὶ ἐγὼ καὶ ἀντιβολῶ κελεῦσαι κἀμὲ καλέσαι τοὺς συνεροῦντας ἐμοὶ ὑπὲρ τηλικούτου ἀγῶνος, καὶ ἀκοῦσαι εὐνοικῶς, εἴ τίς μοι ἔχει τῶν οἰκείων ἢ τῶν φίλων βοηθῆσαι,
しかし、原告は語ることに不慣れではなく、しばしば裁判で争うことに慣れており、市民の誰かを不当に破滅させようとする共同の弁護人たちを呼び出しましたので、私もあなた方に懇願し、また熱望します。
§20πολίτῃ μὲν ὄντι ὑμετέρῳ, ἰδιώτῃ δὲ καὶ οὐκ εἰωθότι λέγειν, ἀγωνιζομένῳ δὲ καὶ κινδυνεύοντι οὐ μόνον περὶ θανάτου, ἐλάχιστον γὰρ τοῦτό ἐστιν τοῖς ὀρθῶς λογιζομένοις, ἀλλʼ ὑπὲρ τοῦ ἐξορισθῆναι καὶ ἀποθανόντα μηδὲ ἐν τῇ πατρίδι ταφῆναι.
この重大な裁判において私に共同で味方してくれる者たちを呼び出すことを私にも許し、また私の親族や友人の誰かが助けになってくれるなら、それを好意的に聴いてくださるよう、あなた方の市民でありながらも、一私人であって語ることに不慣れであり、しかも死刑(正しく考える者にとってはこれは最も些細なことですが)だけでなく、国外追放となり、死んでも祖国に葬られないという危険に直面して争っている者を。
ἐὰν οὖν κελεύητε, ὦ ἄνδρες δικασταί, καλῶ τινα βοηθήσοντα.
ですから、裁判員の皆さん、もしあなた方がお許しくださるなら、私は助けてくれる者を呼びます。
ἀνάβηθί μοι, Θεόφιλε, καὶ σύνειπε ὅ τι ἔχεις·
テオピロスよ、私のために登壇し、あなたの言えることを語ってください。
κελεύουσιν οἱ δικασταί.
裁判員たちがお許しくださっています。