§28ἐπίσταμαι δὲ καὶ τάδε, ὦ ἄνδρες, ὅτι εἰ μὲν τούτοις ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες οἱ παραγενόμενοι, αὐτοῖς ἂν τούτοις ἰσχυροτάτοις ἐχρῶντο καὶ πίστιν ταύτην σαφεστάτην ἀπέφαινον, τοὺς μάρτυρας τοὺς καταμαρτυροῦντας·
また私は次のことも知っています、裁判人の皆さん。 もし、そこに居合わせた証人たちが、彼らのために私に対して不利な証言をしていたとしたら、彼らはまさにこの人たちを最も強力な拠り所として用いたでしょうし、不利な証言をする証人たちを最も明白な確証として提示したことでしょう。
τῶν αὐτῶν δὲ τούτων μαρτυρούντων, ἃ μὲν ἐγὼ λέγω, ἀληθῆ εἶναι, ἃ δὲ οὗτοι λέγουσιν, οὐκ ἀληθῆ, τοῖς μὲν μάρτυσι τοῖς ἐμοὶ μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς διδάσκουσι, τοῖς δὲ λόγοις οἷς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασι χρῆναι, οὓς ἐγὼ εἰ ἔλεγον ἄνευ μαρτύρων, ψευδεῖς ἂν κατηγόρουν εἶναι.
しかし、同じこれらの人々が、私の言うことは真実であり、彼らの言うことは真実ではないと証言しているというのに、彼らは私のために証言する証人たちを信用しないようあなたがたに教え、彼ら自身が語る言葉を信じるべきだとあなたがたに言っているのです。 もし私が証人なしでそのような言葉を語っていたなら、彼らはそれを虚偽であると非難したことでしょう。
§29καίτοι δεινὸν εἰ οἱ αὐτοὶ μάρτυρες τούτοις μὲν ἂν μαρτυροῦντες πιστοὶ ἦσαν, ἐμοὶ δὲ μαρτυροῦντες ἄπιστοι ἔσονται.
それにしても、同じ証人たちが、彼らのために証言するなら信頼でき、私のために証言するなら信頼できないものとなるというのは、ひどい話です。
καὶ εἰ μὲν πάνυ μὴ παρεγένοντο μάρτυρες, ἐγὼ δὲ παρειχόμην, ἢ τοὺς παραγενομένους μὴ παρειχόμην, ἑτέρους δέ τινας, εἰκότως ἂν οἱ τούτων λόγοι πιστότεροι ἦσαν τῶν ἐμῶν μαρτύρων·
そして、もしそもそも証人たちが居合わせていなかったのに私が提示していたり、あるいは、その場に居合わせた人々を提示せず、他の誰かを提示していたのだとしたら、彼らの言葉が私の証人たちよりも信頼されるのは当然だったでしょう。
ὅπου δὲ μάρτυράς τε ὁμολογοῦσι παραγενέσθαι, καὶ ἐγὼ τοὺς παραγενομένους παρέχομαι, καὶ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας καὶ αὐτὸς ἐγὼ καὶ οἱ μάρτυρες ἅπαντες φανεροί ἐσμεν λέγοντες ἅπερ νυνὶ πρὸς ὑμᾶς, πόθεν χρή, ὦ ἄνδρες, ἢ τἀληθῆ πιστὰ ἢ τὰ μὴ ἀληθῆ ἄπιστα ποιεῖν ἄλλοθεν ἢ ἐκ τῶν τοιούτων;
しかし、彼ら自身が証人の居合わせたことを認めており、私もその場に居合わせた人々を提示しており、そして最初の日からすぐに、私自身もすべての証人たちも、今あなたがたに対して述べているのとまさに同じことを言っているのが明らかであるというのに、裁判人の皆さん、真実を信頼できるものとし、真実でないものを信頼できないものとする判断を、このような事実以外の一体どこから下すべきでしょうか。
§30ὅπου μὲν γὰρ λόγῳ τις διδάσκοι περὶ τῶν πραχθέντων, μάρτυρας δὲ μὴ παρέχοιτο, μαρτύρων ἄν τις τοὺς λόγους τούτους ἐνδεεῖς φαίη εἶναι·
というのも、ある人が言葉だけで行われたことについて説明し、証人を提示しない場合、人はそのような言葉を、証人が欠けていると言うでしょう。
ὅπου δὲ μάρτυρας μὲν παρέχοιτο, τεκμήρια δὲ αὖ τοῖς μαρτυροῦσιν ὅμοια μὴ ἀποφαίνοι, ταὐτὰ ἄν τις ἔχοι εἰπεῖν, εἰ βούλοιτο.
また、証人を提示はするものの、その証言内容と一致する客観的な証拠を示さない場合も、望むなら同じことを言うことができるでしょう。
§31ἐγὼ τοίνυν τοὺς τε λόγους ὑμῖν εἰκότας ἀποφαίνω, καὶ τοῖς λόγοις τοὺς μάρτυρας ὁμολογοῦντας καὶ τοῖς μάρτυσι τὰ ἔργα, καὶ τεκμήρια ἐξ αὐτῶν τῶν ἔργων, καὶ ἔτι πρὸς τούτοις δύο τὼ μεγίστω καὶ ἰσχυροτάτω, τούτους μὲν αὐτούς τε ὑπὸ σφῶν αὐτῶν ἐξελεγχομένους καὶ ὑπʼ ἐμοῦ, ἐμὲ δὲ ὑπό τε τούτων καὶ ὑπὸ ἐμαυτοῦ ἀπολυόμενον·
そこで私は、あなたがたにもっともらしい言葉を提示し、その言葉と一致する証言をする証人たちを提示し、またその証言と一致する事実を提示し、さらにその事実そのものから得られる証拠を提示しています。 そしてさらにこれらに加えて、最も大きくて強力な二つの事柄、すなわち、彼ら自身が自分たちによって、また私によって論破されていることと、私自身が彼らによって、また私自身によって無罪とされていることを提示しています。
§32ὅπου γὰρ ἐθέλοντος ἐλέγχεσθαι ἐμοῦ περὶ ὧν ᾐτιῶντο οὗτοι μὴ ἤθελον ἐλέγχειν εἴ τι ἠδικοῦντο, ἐμὲ μὲν δήπου ἀπέλυον, αὐτοὶ δὲ κατὰ σφῶν αὐτῶν μάρτυρες ἐγένοντο, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο.
なぜなら、私が、彼らの非難している事柄について検証されることを望んでいたのに対し、彼らは、もし何らかの不正を被っていたとしてもそれを検証することを望まなかった以上、彼らは当然、私を無罪としたのであり、自分たち自身に対して、自分たちが何ら正当でも真実でもない非難をしていたという証人になったからです。
καίτοι εἰ πρὸς τοῖς ἐμαυτοῦ μάρτυσι τοὺς ἀντιδίκους αὐτοὺς μάρτυρας παρέχομαι, ποῖ ἔτι ἐλθόντα δεῖ ἢ πόθεν ἀποδείξαντα τῆς αἰτίας ἀπολελύσθαι;
それにしても、私自身の証人たちに加えて、相手方自身を証人として提示しているというのに、これ以上いったいどこへ行って、あるいは何から証明すれば、容疑から無罪となるべきでしょうか。
§33ἡγοῦμαι μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων καὶ ἀποδεδειγμένων, ὦ ἄνδρες, δικαίως ἄν μου ἀποψηφίσασθαι ὑμᾶς, καὶ ἐπίστασθαι ἅπαντας ὅτι οὐδέν μοι προσήκει τῆς αἰτίας ταύτης.
それゆえ、裁判人の皆さん、私は、語られ証明されたことからも、あなたがたが私に無罪の票を投じ、この容疑が私には一切関係がないことを皆が理解するのが当然であると考えます。
ἵνα δʼ ἔτι καὶ ἄμεινον μάθητε, τούτου ἕνεκα πλείω λέξω, καὶ ἀποδείξω ὑμῖν τοὺς κατηγόρους τούτους ἐπιορκοτάτους ὄντας καὶ ἀσεβεστάτους ἀνθρώπων, καὶ ἀξίους οὐ μόνον ὑπʼ ἐμοῦ μισεῖσθαι, ἀλλὰ καὶ ὑφʼ ὑμῶν πάντων καὶ τῶν ἄλλων πολιτῶν τῆς δίκης ἕνεκα ταυτησί.
しかし、あなたがたがさらに良く理解できるように、このためにさらに多くのことを語り、これらの告発者たちが人類の中で最も偽誓を行い、最も不敬な者たちであり、私から憎まれるだけでなく、あなたがた全員や他の市民たちからも、この裁判のゆえに憎まれるに値する者たちであることを証明しましょう。
§34οὗτοι γὰρ τῇ μὲν πρώτῃ ἡμέρᾳ ᾗ ἀπέθανεν ὁ παῖς, καὶ τῇ ὑστεραίᾳ ᾗ προέκειτο, οὐδʼ αὐτοὶ ἠξίουν αἰτιᾶσθαι ἐμὲ [οὐδʼ] ἀδικεῖν ἐν τῷ πράγματι τούτῳ οὐδέν, ἀλλὰ συνῆσαν ἐμοὶ καὶ διελέγοντο·
というのも、彼らは、子供が亡くなった最初の日、および遺体が安置されていた翌日には、自分たちでも私をこの件において何の罪で非難することも正当とは考えず、私と一緒にいて対話をしていました。
τῇ δὲ τρίτῃ ἡμέρᾳ ᾗ ἐξεφέρετο ὁ παῖς, ταύτῃ δὴ πεπεισμένοι ἦσάν [τινες] ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν, καὶ παρεσκευάζοντο αἰτιᾶσθαι καὶ προαγορεύειν εἴργεσθαι τῶν νομίμων.
しかし、子供が葬儀に運ばれた三日目、まさにこの日に彼らは私の敵たちによって唆され、私を非難し、慣例から排除するよう布告する準備をしたのです。
τίνες οὖν ἦσαν οἱ πείσαντες αὐτούς;
では、彼らを唆した者たちは誰だったのでしょうか。
καὶ τίνος ἕνεκα καὶ πρόθυμοι ἐγένοντο πεῖσαι αὐτούς;
また何のために、彼らは熱心に唆したのでしょうか。
δεῖ γάρ με καὶ ταῦτα ὑμᾶς διδάξαι.
私はこれらのこともあなたがたに教えなければなりません。