§28ἐπίσταμαι δὲ καὶ τάδε, ὦ ἄνδρες, ὅτι εἰ μὲν τούτοις ἐμοῦ κατεμαρτύρουν οἱ μάρτυρες οἱ παραγενόμενοι, αὐτοῖς ἂν τούτοις ἰσχυροτάτοις ἐχρῶντο καὶ πίστιν ταύτην σαφεστάτην ἀπέφαινον, τοὺς μάρτυρας τοὺς καταμαρτυροῦντας·
诸位,我也知道这一点:如果当时在场的证人作出了对我不利的证明,他们一定会把这些人当成最强有力的支柱,并将这些作不利证明的证人当作最清晰的凭据展示出来。
τῶν αὐτῶν δὲ τούτων μαρτυρούντων, ἃ μὲν ἐγὼ λέγω, ἀληθῆ εἶναι, ἃ δὲ οὗτοι λέγουσιν, οὐκ ἀληθῆ, τοῖς μὲν μάρτυσι τοῖς ἐμοὶ μαρτυροῦσιν ἀπιστεῖν ὑμᾶς διδάσκουσι, τοῖς δὲ λόγοις οἷς αὐτοὶ λέγουσι πιστεύειν ὑμᾶς φασι χρῆναι, οὓς ἐγὼ εἰ ἔλεγον ἄνευ μαρτύρων, ψευδεῖς ἂν κατηγόρουν εἶναι.
然而,当这同一批人证明我所说的是真话,而他们所说的是假话时,他们却教导你们不要相信为我作证的证人,并声称你们应当相信他们自己所说的话——而这些话,如果是我在没有证人的情况下说出来的,他们一定会指责那是谎言。
§29καίτοι δεινὸν εἰ οἱ αὐτοὶ μάρτυρες τούτοις μὲν ἂν μαρτυροῦντες πιστοὶ ἦσαν, ἐμοὶ δὲ μαρτυροῦντες ἄπιστοι ἔσονται.
可是,如果同一批证人为他们作证就是可靠的,而为我作证就成了不可靠的,这真是荒谬。
καὶ εἰ μὲν πάνυ μὴ παρεγένοντο μάρτυρες, ἐγὼ δὲ παρειχόμην, ἢ τοὺς παραγενομένους μὴ παρειχόμην, ἑτέρους δέ τινας, εἰκότως ἂν οἱ τούτων λόγοι πιστότεροι ἦσαν τῶν ἐμῶν μαρτύρων· ὅπου δὲ μάρτυράς τε ὁμολογοῦσι παραγενέσθαι, καὶ ἐγὼ τοὺς παραγενομένους παρέχομαι, καὶ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας καὶ αὐτὸς ἐγὼ καὶ οἱ μάρτυρες ἅπαντες φανεροί ἐσμεν λέγοντες ἅπερ νυνὶ πρὸς ὑμᾶς, πόθεν χρή, ὦ ἄνδρες, ἢ τἀληθῆ πιστὰ ἢ τὰ μὴ ἀληθῆ ἄπιστα ποιεῖν ἄλλοθεν ἢ ἐκ τῶν τοιούτων;
如果在场根本没有证人,而我却提供了证人,或者我没有提供在场的人,而是提供了其他一些人,那么他们的言论自然会比我的证人更可靠;但既然他们承认当时有证人在场,而我也提供了在场的人,且从第一天起,我自己和所有的证人就一直公开陈述着现在对你们所说的话,那么,诸位,如果不从这些事实出发,还能从其他什么地方来使真理变得可信,使虚假变得不可信呢?
§30ὅπου μὲν γὰρ λόγῳ τις διδάσκοι περὶ τῶν πραχθέντων, μάρτυρας δὲ μὴ παρέχοιτο, μαρτύρων ἄν τις τοὺς λόγους τούτους ἐνδεεῖς φαίη εἶναι· ὅπου δὲ μάρτυρας μὲν παρέχοιτο, τεκμήρια δὲ αὖ τοῖς μαρτυροῦσιν ὅμοια μὴ ἀποφαίνοι, ταὐτὰ ἄν τις ἔχοι εἰπεῖν, εἰ βούλοιτο.
因为如果有人仅用言词解释所发生的事,却不提供证人,人们就会说这些言词缺乏证人支持;如果有人提供了证人,却未能反过来展示与证言相符的旁证,那么只要愿意,人们也可以说同样的话。
§31ἐγὼ τοίνυν τοὺς τε λόγους ὑμῖν εἰκότας ἀποφαίνω, καὶ τοῖς λόγοις τοὺς μάρτυρας ὁμολογοῦντας καὶ τοῖς μάρτυσι τὰ ἔργα, καὶ τεκμήρια ἐξ αὐτῶν τῶν ἔργων, καὶ ἔτι πρὸς τούτοις δύο τὼ μεγίστω καὶ ἰσχυροτάτω, τούτους μὲν αὐτούς τε ὑπὸ σφῶν αὐτῶν ἐξελεγχομένους καὶ ὑπʼ ἐμοῦ, ἐμὲ δὲ ὑπό τε τούτων καὶ ὑπὸ ἐμαυτοῦ ἀπολυόμενον·
因此,我向你们展示了合乎情理的言词,展示了与言词一致的证人,展示了与证人一致的事实,以及来自事实本身的证据;不仅如此,除这些之外,还有两个最大、最强有力的事实:他们自己被他们自己以及被我所驳倒,而我则被他们以及被我自己所洗清。
§32ὅπου γὰρ ἐθέλοντος ἐλέγχεσθαι ἐμοῦ περὶ ὧν ᾐτιῶντο οὗτοι μὴ ἤθελον ἐλέγχειν εἴ τι ἠδικοῦντο, ἐμὲ μὲν δήπου ἀπέλυον, αὐτοὶ δὲ κατὰ σφῶν αὐτῶν μάρτυρες ἐγένοντο, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο.
因为,当我在他们指控的事情上愿意接受检验时,如果他们受到任何侵害却不愿意进行检验,他们自然就洗清了我,并且他们自己成了证明自己进行不公正、不真实指控的证人。
καίτοι εἰ πρὸς τοῖς ἐμαυτοῦ μάρτυσι τοὺς ἀντιδίκους αὐτοὺς μάρτυρας παρέχομαι, ποῖ ἔτι ἐλθόντα δεῖ ἢ πόθεν ἀποδείξαντα τῆς αἰτίας ἀπολελύσθαι;
然而,如果除了我自己的证人之外,我还把对手自己作为证人提供出来,那么人还必须去哪里,或者从什么地方证明,才能从指控中获得解脱呢?
§33ἡγοῦμαι μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων καὶ ἀποδεδειγμένων, ὦ ἄνδρες, δικαίως ἄν μου ἀποψηφίσασθαι ὑμᾶς, καὶ ἐπίστασθαι ἅπαντας ὅτι οὐδέν μοι προσήκει τῆς αἰτίας ταύτης.
诸位,因此我认为,根据已经陈述和证明的内容,你们理应判我无罪,并且大家也都知道这桩罪名与我毫无关系。
ἵνα δʼ ἔτι καὶ ἄμεινον μάθητε, τούτου ἕνεκα πλείω λέξω, καὶ ἀποδείξω ὑμῖν τοὺς κατηγόρους τούτους ἐπιορκοτάτους ὄντας καὶ ἀσεβεστάτους ἀνθρώπων, καὶ ἀξίους οὐ μόνον ὑπʼ ἐμοῦ μισεῖσθαι, ἀλλὰ καὶ ὑφʼ ὑμῶν πάντων καὶ τῶν ἄλλων πολιτῶν τῆς δίκης ἕνεκα ταυτησί.
但为了让你们了解得更加透彻,为此我会多说一些,向你们证明这些控告者是人类中最违背誓言、最不敬神的人,他们不仅应当受到我的憎恨,而且因为这场审判,也应当受到你们所有人以及其他公民的憎恨。
§34οὗτοι γὰρ τῇ μὲν πρώτῃ ἡμέρᾳ ᾗ ἀπέθανεν ὁ παῖς, καὶ τῇ ὑστεραίᾳ ᾗ προέκειτο, οὐδʼ αὐτοὶ ἠξίουν αἰτιᾶσθαι ἐμὲ [οὐδʼ] ἀδικεῖν ἐν τῷ πράγματι τούτῳ οὐδέν, ἀλλὰ συνῆσαν ἐμοὶ καὶ διελέγοντο· τῇ δὲ τρίτῃ ἡμέρᾳ ᾗ ἐξεφέρετο ὁ παῖς, ταύτῃ δὴ πεπεισμένοι ἦσάν [τινες] ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν, καὶ παρεσκευάζοντο αἰτιᾶσθαι καὶ προαγορεύειν εἴργεσθαι τῶν νομίμων.
因为,在孩子死去的头一天,以及在停尸的第二天,他们自己甚至也认为不该在这一事件中指责我犯有任何罪错,反而与我相处并交谈;但在孩子下葬的第三天,正是在这一天,他们受到我的仇敌们的唆使,开始准备指控我,并宣布禁止我参与神圣仪式。
τίνες οὖν ἦσαν οἱ πείσαντες αὐτούς;
那么,唆使他们的人是谁?
καὶ τίνος ἕνεκα καὶ πρόθυμοι ἐγένοντο πεῖσαι αὐτούς;
他们又是为了什么而急于唆使他们的呢?
δεῖ γάρ με καὶ ταῦτα ὑμᾶς διδάξαι.
因为我也必须把这些事情告诉你们。