§20ἄξιον δʼ ἐνθυμηθῆναι, ὦ ἄνδρες, ἀμφότερα καὶ τῆς γνώμης τῶν ἀντιδίκων καὶ οἵῳ τρόπῳ ἔρχονται ἐπὶ τὰ πράγματα.
裁判人の皆さん、相手方の考え方と、彼らがどのようなやり方で事件に対処しているか、その両方を考慮することは価値があります。
ἐξ ἀρχῆς γὰρ οὐδὲν ὁμοίως οὗτοί τε πρὸς ἐμὲ πράττουσι καὶ ἐγὼ πρὸς τούτους.
最初から、彼らが私に対して行うことと、私が彼らに対して行うことは、何ら同様ではないからです。
§21ἔλεξε μὲν γὰρ Φιλοκράτης οὑτοσὶ ἀναβὰς εἰς τὴν ἡλιαίαν τὴν τῶν θεσμοθετῶν, τῇ ἡμέρᾳ ᾗ ὁ παῖς ἐξεφέρετο, ὅτι ἀδελφὸν αὐτοῦ ἀποκτείναιμι ἐγὼ ἐν τῷ χορῷ, φάρμακον ἀναγκάσας πιεῖν.
というのも、ここにいるフィロクラテスは、子供の葬儀が行われていた日にテスモテタイのヘリアイアに登壇し、私が合唱隊の中で彼の兄弟に薬を無理やり飲ませて殺害したと述べました。
ἐπειδὴ δὲ οὗτος ταῦτʼ ἔλεγεν, ἀναβὰς ἐγὼ εἰς τὸ δικαστήριον τοῖς αὐτοῖς δικασταῖς ἔλεξα ὅτι τὸν μὲν νόμον οὐ δικαίως μου προκαθισταίη Φιλοκράτης κατηγορῶν καὶ διαβάλλων εἰς τὸ δικαστήριον, μελλόντων ἔσεσθαί μοι ἀγώνων πρὸς Ἀριστίωνα καὶ Φιλῖνον αὔριον καὶ ἕνῃ, ὧνπερ ἕνεκα τοὺς λόγους τούτους λέγοι·
彼がこれらのことを述べたとき、私は同じ裁判人たちのいる裁判所に登壇し、フィロクラテスが裁判所で私を告発し中傷することによって、法律を不正に私に適用しているのだと述べました。 明日および明後日に私にはアリスティオンとフィリノスに対する裁判が控えており、彼がこれらの言葉を述べたのは、まさにそのためなのです。
§22ἃ μέντοι αἰτιῷτο καὶ διαβάλλοι, ῥᾳδίως ἐξελεγχθήσοιτο ψευδόμενος.
しかし、彼が告発し中傷していることについては、彼が嘘をついていることが容易に証明されるだろうと私は述べました。
εἶεν γὰρ οἱ συνειδότες πολλοί, καὶ ἐλεύθεροι καὶ δοῦλοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, σύμπαντες πλείους ἢ πεντήκοντα, οἳ τούς τε λόγους τοὺς λεχθέντας περὶ τῆς πόσεως τοῦ φαρμάκου καὶ τὰ πραχθέντα καὶ τὰ γενόμενα πάντα ἐπίσταιντο.
というのも、事情を知っている人々、すなわち自由人も奴隷も、若い者も年配の者も含めて全部で50人以上おり、彼らは薬を飲んだことに関して語られた言葉、行われたこと、それから起こったことすべてを正確に知っているからです。
§23καὶ εἶπόν τε ταῦτα ἐν τῷ δικαστηρίῳ, καὶ προὐκαλούμην αὐτὸν εὐθὺς τότε, καὶ αὖθις τῇ ὑστεραίᾳ ἐν τοῖς αὐτοῖς δικασταῖς, καὶ ἰέναι ἐκέλευον λαβόντα μάρτυρας ὁπόσους βούλοιτο ἐπὶ τοὺς παραγενομένους, λέγων αὐτῷ ὀνόματι ἕκαστον, τούτους ἐρωτᾶν καὶ ἐλέγχειν, τοὺς μὲν ἐλευθέρους ὡς χρὴ τοὺς ἐλευθέρους, οἳ σφῶν τʼ αὐτῶν ἕνεκα καὶ τοῦ δικαίου ἔφραζον ἂν τἀληθῆ καὶ τὰ γενόμενα, τοὺς δὲ δούλους, εἰ μὲν αὐτῷ ἐρωτῶντι τἀληθῆ δοκοῖεν λέγειν, εἰ δὲ μή, ἕτοιμος εἴην διδόναι βασανίζειν τούς τε ἐμαυτοῦ πάντας, καὶ εἴ τινας τῶν ἀλλοτρίων κελεύοι, ὡμολόγουν πείσας τὸν δεσπότην παραδώσειν αὐτῷ βασανίζειν τρόπῳ ὁποίῳ βούλοιτο.
そして、私は裁判所でこれらのことを述べ、まさにその時に、また翌日にも同じ裁判人たちの前で彼に公式な提案をし、目撃者たちのところへ、彼が望むだけの証人を連れて行くようにと命じました。 彼に一人一人名前を挙げて言いました、これらの人々に質問し問いただすように、と。 自由人に対しては、自分自身のため、また正義のために、真実と実際に起こったことを語るであろう自由人にふさわしい方法で問い、奴隷に対しては、もし彼が質問したときに真実を語っていると思われるならそれでよいが、そうでなければ、私自身の奴隷全員を拷問に付すために引き渡す用意があるし、もし彼が他人の奴隷の誰かを求めるなら、その主人を説得して彼が望むような方法で拷問に付すために引き渡すことを約束しました。
§24καὶ ταῦτα ἐμοῦ προκαλουμένου καὶ λέγοντος ἐν τῷ δικαστηρίῳ, οὗ καὶ αὐτοὶ οἱ δικασταὶ καὶ ἕτεροι ἰδιῶται πολλοὶ μάρτυρες παρῆσαν, οὔτε τότε παραχρῆμα οὔτε ὕστερον ἐν παντὶ τῷ χρόνῳ οὐδεπώποτε ἠθέλησαν ἐλθεῖν ἐπὶ τοῦτο τὸ δίκαιον, εὖ εἰδότες ὅτι οὐκ ἂν τούτοις κατʼ ἐμοῦ ἔλεγχος ἐγίγνετο οὗτος, ἀλλʼ ἐμοὶ κατὰ τούτων, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο.
私が裁判所でこのように提案し述べていたとき、そこには裁判人自身や他の多くの一般市民が証人として居合わせていたのですが、彼らは当時その場でも、またその後いつでも、決してこの検証に臨もうとはしませんでした。 彼らは、この検証が彼らにとって私に対する不利な証拠になるのではなく、むしろ私にとって彼らに対する有利な、彼らが不正かつ虚偽の告発をしているという証拠になることをよく知っていたからです。
§25ἐπίστασθε δέ, ὦ ἄνδρες, ὅτι αἱ ἀνάγκαι αὗται ἰσχυρόταται καὶ μέγισταί εἰσι τῶν ἐν ἀνθρώποις, καὶ ἔλεγχοι ἐκ τούτων σαφέστατοι καὶ πιστότατοι περὶ τοῦ δικαίου, ὅπου εἶεν μὲν ἐλεύθεροι πολλοὶ οἱ συνειδότες, εἶεν δὲ δοῦλοι, καὶ ἐξείη μὲν τοὺς ἐλευθέρους ὅρκοις καὶ πίστεσιν ἀναγκάζειν, ἃ τοῖς ἐλευθέροις μέγιστα καὶ περὶ πλείστου ἐστίν, ἐξείη δὲ τοὺς δούλους ἑτέραις ἀνάγκαις, ὑφʼ ὧν καὶ ἢν μέλλωσιν ἀποθανεῖσθαι κατειπόντες, ὅμως ἀναγκάζονται τἀληθῆ λέγειν·
裁判員の皆さん、あなたがたは、人間の間においてこれらの強制が最も強力かつ最大のものであり、それらによる検証こそが正義に関する最も明白で信頼できるものであることを知っています。 事情を知っている多くの自由人がおり、また奴隷がいる場合、自由人に対しては、彼らにとって最も重く最も重んじられる宣誓や不誠実への懸念によって強制することが可能であり、奴隷に対しては、仮に彼らが真実を告げて死ぬことになるとしても、なお真実を語らざるを得なくなるような、別の強制を課すことが可能だからです。
ἡ γὰρ παροῦσα ἀνάγκη ἑκάστῳ ἰσχυροτέρα ἐστὶ τῆς μελλούσης ἔσεσθαι.
というのも、目の前にある現在の強制は、誰にとっても将来起こるであろう強制よりも強力だからです。
§26εἰς πάντα τοίνυν ἐγὼ ταῦτα προὐκαλεσάμην τούτους, καὶ ἐξ ὧν γε χρὴ ἄνθρωπον ὄντα τἀληθῆ καὶ τὰ δίκαια πυνθάνεσθαι, ἐξῆν αὐτοῖς πυνθάνεσθαι, καὶ πρόφασις οὐδεμία ὑπελείπετο.
それゆえ、私は彼らにこれらすべてのことを提案しました。 そして、人間として真実と正義を知るために必要とされるまさにその手段によって、彼らはそれを知ることができたのであり、何の口実も残されていませんでした。
καὶ ἐγὼ μὲν ὁ τὴν αἰτίαν ἔχων καὶ ἀδικῶν, ὡς οὗτοί φασιν, ἕτοιμος ἦ αὐτοῖς κατʼ ἐμαυτοῦ παρέχειν ἔλεγχον τὸν δικαιότατον· οἱ δʼ αἰτιώμενοι καὶ φάσκοντες ἀδικεῖσθαι αὐτοὶ ἦσαν οἱ οὐκ ἐθέλοντες ἐλέγχειν εἴ τι ἠδικοῦντο.
そして、容疑をかけられ罪を犯したとされる私の方は、彼らに対して、自分に不利な最も公正な検証を提供する用意があったのに、告発し被害を被ったと主張する彼ら自身こそが、もし何らかの不当な扱いを受けたのであればそれを検証することを望まない者たちだったのです。
§27καὶ εἰ μὲν ἐγὼ τούτων προκαλουμένων μὴ ἠθέλησα τοὺς παραγενομένους ἀποφῆναι, ἢ θεράποντας ἐξαιτοῦσι μὴ ἤθελον ἐκδιδόναι, ἢ ἄλλην τινὰ πρόκλησιν ἔφευγον, αὐτὰ ἂν ταῦτα μέγιστα τεκμήρια κατʼ ἐμοῦ ἐποιοῦντο ὅτι ἀληθὴς ἦν ἡ αἰτία·
そして、もし彼らが提案したときに私が立ち会った人々を明らかにすることを拒んだり、あるいは彼らが奴隷を要求したときに引き渡すのを拒んだり、あるいはその他の提案から逃げたりしたならば、まさにこれらのことこそが、私に対する容疑が真実であるという最大の証拠として彼らによって利用されたことでしょう。
ἐπεὶ δʼ ἐμοῦ προκαλουμένου οὗτοι ἦσαν οἱ φεύγοντες τὸν ἔλεγχον, ἐμοὶ δήπου δίκαιον κατὰ τούτων τὸ αὐτὸ τοῦτο τεκμήριον γενέσθαι ὅτι οὐκ ἀληθὴς ἦν ἡ αἰτία ἣν αἰτιῶνται κατʼ ἐμοῦ.
しかし、私が提案したのに、検証から逃げたのが彼らであった以上、私がかけられている容疑が真実ではないということのまさに同じ証拠が、彼らに対して私にとって有利に働くことは当然のことです。