§20ἄξιον δʼ ἐνθυμηθῆναι, ὦ ἄνδρες, ἀμφότερα καὶ τῆς γνώμης τῶν ἀντιδίκων καὶ οἵῳ τρόπῳ ἔρχονται ἐπὶ τὰ πράγματα.
诸位,研究一下对手的意图以及他们处理这些事情的方式,是非常有价值的。
ἐξ ἀρχῆς γὰρ οὐδὲν ὁμοίως οὗτοί τε πρὸς ἐμὲ πράττουσι καὶ ἐγὼ πρὸς τούτους.
因为从一开始,他们对我所做的事,和我对他们所做的事,就完全不同。
§21ἔλεξε μὲν γὰρ Φιλοκράτης οὑτοσὶ ἀναβὰς εἰς τὴν ἡλιαίαν τὴν τῶν θεσμοθετῶν, τῇ ἡμέρᾳ ᾗ ὁ παῖς ἐξεφέρετο, ὅτι ἀδελφὸν αὐτοῦ ἀποκτείναιμι ἐγὼ ἐν τῷ χορῷ, φάρμακον ἀναγκάσας πιεῖν.
坐在这里的菲洛克拉特斯,在孩子下葬的那天,登上执法官的民众法庭,声称我在合唱队中强迫他的兄弟喝药,从而杀害了他。
ἐπειδὴ δὲ οὗτος ταῦτʼ ἔλεγεν, ἀναβὰς ἐγὼ εἰς τὸ δικαστήριον τοῖς αὐτοῖς δικασταῖς ἔλεξα ὅτι τὸν μὲν νόμον οὐ δικαίως μου προκαθισταίη Φιλοκράτης κατηγορῶν καὶ διαβάλλων εἰς τὸ δικαστήριον, μελλόντων ἔσεσθαί μοι ἀγώνων πρὸς Ἀριστίωνα καὶ Φιλῖνον αὔριον καὶ ἕνῃ, ὧνπερ ἕνεκα τοὺς λόγους τούτους λέγοι· §22ἃ μέντοι αἰτιῷτο καὶ διαβάλλοι, ῥᾳδίως ἐξελεγχθήσοιτο ψευδόμενος.
当他说了这些话后,我登上同一个法庭,对同一批陪审员说,菲洛克拉特斯在法庭上指控并诽谤我,并没有公正地适用法律,因为我明天和后天还要面临与阿里斯提翁和菲利诺斯的诉讼,他正是为了这些诉讼才说出这番话的;然而,至于他所指控和诽谤的事,很容易就能证明他在撒谎。
εἶεν γὰρ οἱ συνειδότες πολλοί, καὶ ἐλεύθεροι καὶ δοῦλοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, σύμπαντες πλείους ἢ πεντήκοντα, οἳ τούς τε λόγους τοὺς λεχθέντας περὶ τῆς πόσεως τοῦ φαρμάκου καὶ τὰ πραχθέντα καὶ τὰ γενόμενα πάντα ἐπίσταιντο.
因为知情者有很多,包括自由人和奴隶,年轻的和年长的,总共五十多人,他们对关于喝药所说的话、所做的事以及发生的一切都了如指掌。
§23καὶ εἶπόν τε ταῦτα ἐν τῷ δικαστηρίῳ, καὶ προὐκαλούμην αὐτὸν εὐθὺς τότε, καὶ αὖθις τῇ ὑστεραίᾳ ἐν τοῖς αὐτοῖς δικασταῖς, καὶ ἰέναι ἐκέλευον λαβόντα μάρτυρας ὁπόσους βούλοιτο ἐπὶ τοὺς παραγενομένους, λέγων αὐτῷ ὀνόματι ἕκαστον, τούτους ἐρωτᾶν καὶ ἐλέγχειν, τοὺς μὲν ἐλευθέρους ὡς χρὴ τοὺς ἐλευθέρους, οἳ σφῶν τʼ αὐτῶν ἕνεκα καὶ τοῦ δικαίου ἔφραζον ἂν τἀληθῆ καὶ τὰ γενόμενα, τοὺς δὲ δούλους, εἰ μὲν αὐτῷ ἐρωτῶντι τἀληθῆ δοκοῖεν λέγειν, εἰ δὲ μή, ἕτοιμος εἴην διδόναι βασανίζειν τούς τε ἐμαυτοῦ πάντας, καὶ εἴ τινας τῶν ἀλλοτρίων κελεύοι, ὡμολόγουν πείσας τὸν δεσπότην παραδώσειν αὐτῷ βασανίζειν τρόπῳ ὁποίῳ βούλοιτο.
我不仅在法庭上说了这些,而且在当时就立即向他挑战,第二天又在同一批陪审员面前再次提出,要求他带着他所希望的任意数量的证人,前去寻找那些在场的人,并向他一一指名道姓,去询问和审问他们:对于自由人,要用适合自由人的方式询问,他们为了自己和正义会说出真理和发生的事;对于奴隶,如果他在询问时认为他们说了真话,那便罢了,如果不然,我愿意提供我自己的所有奴隶接受拷问,如果他要求别人的奴隶,我承诺会说服其主人,将他们交给他,以他所希望的任何方式进行拷问。
§24καὶ ταῦτα ἐμοῦ προκαλουμένου καὶ λέγοντος ἐν τῷ δικαστηρίῳ, οὗ καὶ αὐτοὶ οἱ δικασταὶ καὶ ἕτεροι ἰδιῶται πολλοὶ μάρτυρες παρῆσαν, οὔτε τότε παραχρῆμα οὔτε ὕστερον ἐν παντὶ τῷ χρόνῳ οὐδεπώποτε ἠθέλησαν ἐλθεῖν ἐπὶ τοῦτο τὸ δίκαιον, εὖ εἰδότες ὅτι οὐκ ἂν τούτοις κατʼ ἐμοῦ ἔλεγχος ἐγίγνετο οὗτος, ἀλλʼ ἐμοὶ κατὰ τούτων, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο.
尽管我在法庭上提出了这样的挑战和陈述,当时陪审员自己以及许多其他普通公民都在场作证,但他们当时没有立即,此后也从未愿意诉诸这种验证,因为他们很清楚,这种检验不会产生对他们有利而对我不利的证据,反而会产生对我有力而对他们不利的证据,证明他们没有提出任何公正或真实的指控。
§25ἐπίστασθε δέ, ὦ ἄνδρες, ὅτι αἱ ἀνάγκαι αὗται ἰσχυρόταται καὶ μέγισταί εἰσι τῶν ἐν ἀνθρώποις, καὶ ἔλεγχοι ἐκ τούτων σαφέστατοι καὶ πιστότατοι περὶ τοῦ δικαίου, ὅπου εἶεν μὲν ἐλεύθεροι πολλοὶ οἱ συνειδότες, εἶεν δὲ δοῦλοι, καὶ ἐξείη μὲν τοὺς ἐλευθέρους ὅρκοις καὶ πίστεσιν ἀναγκάζειν, ἃ τοῖς ἐλευθέροις μέγιστα καὶ περὶ πλείστου ἐστίν, ἐξείη δὲ τοὺς δούλους ἑτέραις ἀνάγκαις, ὑφʼ ὧν καὶ ἢν μέλλωσιν ἀποθανεῖσθαι κατειπόντες, ὅμως ἀναγκάζονται τἀληθῆ λέγειν·
诸位,你们知道,这些强制手段是人类中最强而有力的,以此进行的检验对于正义而言也是最清晰、最可靠的。 当有许多自由人知情,且有奴隶在场时,我们可以通过誓言和承诺来约束自由人,这对于自由人来说是最大且最珍视的;而对于奴隶,则可以通过其他强制手段约束,即使他们因招供而面临死亡,也依然会被迫说出真相。
ἡ γὰρ παροῦσα ἀνάγκη ἑκάστῳ ἰσχυροτέρα ἐστὶ τῆς μελλούσης ἔσεσθαι.
因为眼前的强制对每个人来说,都比未来的强制更为强大。
§26εἰς πάντα τοίνυν ἐγὼ ταῦτα προὐκαλεσάμην τούτους, καὶ ἐξ ὧν γε χρὴ ἄνθρωπον ὄντα τἀληθῆ καὶ τὰ δίκαια πυνθάνεσθαι, ἐξῆν αὐτοῖς πυνθάνεσθαι, καὶ πρόφασις οὐδεμία ὑπελείπετο.
因此,我向他们发出了关于所有这些事情的挑战,并且,凡是人应当用以探寻真相和正义的途径,他们都可以去探寻,没有留下任何借口。
καὶ ἐγὼ μὲν ὁ τὴν αἰτίαν ἔχων καὶ ἀδικῶν, ὡς οὗτοί φασιν, ἕτοιμος ἦ αὐτοῖς κατʼ ἐμαυτοῦ παρέχειν ἔλεγχον τὸν δικαιότατον· οἱ δʼ αἰτιώμενοι καὶ φάσκοντες ἀδικεῖσθαι αὐτοὶ ἦσαν οἱ οὐκ ἐθέλοντες ἐλέγχειν εἴ τι ἠδικοῦντο.
我,这个承担罪名并如他们所说犯了罪的人,已经准备好向他们提供对我最公正的检验;而他们,这些指控并声称受害的人,自己却是不愿意去检验自己是否真的受了侵害的人。
§27καὶ εἰ μὲν ἐγὼ τούτων προκαλουμένων μὴ ἠθέλησα τοὺς παραγενομένους ἀποφῆναι, ἢ θεράποντας ἐξαιτοῦσι μὴ ἤθελον ἐκδιδόναι, ἢ ἄλλην τινὰ πρόκλησιν ἔφευγον, αὐτὰ ἂν ταῦτα μέγιστα τεκμήρια κατʼ ἐμοῦ ἐποιοῦντο ὅτι ἀληθὴς ἦν ἡ αἰτία· ἐπεὶ δʼ ἐμοῦ προκαλουμένου οὗτοι ἦσαν οἱ φεύγοντες τὸν ἔλεγχον, ἐμοὶ δήπου δίκαιον κατὰ τούτων τὸ αὐτὸ τοῦτο τεκμήριον γενέσθαι ὅτι οὐκ ἀληθὴς ἦν ἡ αἰτία ἣν αἰτιῶνται κατʼ ἐμοῦ.
如果在他们挑战我时,我不同意指认在场的人,或者在他们要求奴隶时,我不同意交出,或者我逃避了任何其他挑战,他们必定会把这些事情作为对我最强有力的证据,证明指控是真实的;但既然在我挑战他们时,是他们逃避了检验,那么这同一个证据理所当然应当反过来为我服务,证明他们对我提出的指控是不真实的。