§4.1Ἐπεὶ δοκεῖ σοι πυνθάνεσθαι περὶ Κλεοκράτους, ὅστις ἐστὶν ὁ Κλεοκράτης, ἄκουε·
クレオクラテスが何者であるか、彼について君が尋ねたいと思っているようなので、聞きなさい。
παύσῃ γὰρ οὐ προῖκαʼ πολυπραγμονῶν, οὐδʼ ἄπει πρὶν μακρᾶς ἀκοῦσαι διηγήσεως.
というのも、君はただで詮索するのをやめることはできないし、長い話を聞くまでは立ち去ることもできないだろうからだ。
τὸ μὲν γὰρ γένος ἐστὶν ἀπάντων ἀνδρῶν Ἐλλήνων οὐκ ἐν ἀφανεστάτοις, Ἀρίφρονα τὸν ἐκ Δαμαγήτου εἴ που πυνθάνοιο, ὅν που καὶ ὁ μέγας αἴρει Πίνδαρος.
彼の家系はすべてのギリシア人の中でも極めて著名な部類に属する。 もし君が、あの偉大なピンダロスも讃えている、ダマゲトスの子アリプロンについてどこかで耳にすることがあるならば。
ἀλλʼ ὅπως μὴ γέλωτα ὀφλισκάνῃς ζητῶν, ὅστις ἐστὶν ὁ Πίνδαρος.
しかし、ピンダロスとは誰かと尋ねて物笑いの種にならないように気をつけることだ。
§4.2τουτὶ μὲν γὰρ οἶμαι ὅτι καὶ παρὰ Μαντίᾳ τῷ γραμματιστῇ ἄμα ἐμοί ποτε ἔμαθες·
というのも、これについては、君もかつて私と一緒に読み書きの手ほどき師マンティアスのもとで学んだと私は思っているからだ。
καὶ εἰ μηδενὸς ἔτι τῶν παρὰ Μαντίᾳ μνημονεύεις, ἐν γοῦν ταῖς ἐκκλησίαις Μελανώπου ἑκάστοτε ἀκούεις λέγοντος,
ὡ ταὶ λιπαραὶ καὶ ἀοίδιμοι ἁλιάδος ἔρεισμʼ Ἀθᾶναι; §4.3καὶ ὅτι Πινδάρου τοῦ Θηβαίου τὸ ἔπος τοῦτό ἐστι, καὶ ὅτι ἐζημίωσκν αὐτὸν Θη βαῖοι τοῦτο ποιήσαντα τὸ ἔπος, οἷ δὲ ἡμέτεροι πρόγονοι διπλῆν αὐτῷ τὴν ζημίαν ἀπέδοσαν μετὰ τοῦ καὶ εἰκόνι χαλκῇ τιμῆσαι· καὶ ἥν αὕτη καὶ εἰς ἡμᾶς ἔτι, πρὸ τῆς βασιλείου στοᾶς καθήμενος ἐνδύματι καὶ λύρᾳ ὁ Πίνδαρος, διάδημα ἔχων καὶ ἐπὶ τῶν γονάτων ἀνειλιγμένον βιβλίον.
そして、もしマンティアスのところで学んだことをもう何も覚えていないとしても、民会では毎回メラノポスがこう言っているのを聞いているはずだ。 「おお、輝かしく歌に名高き、海の支えたるアテナイよ」そして、この詩句がテーバイ人ピンダロスのものであること、また、テーバイ人たちがこの詩句を作ったために彼に罰金を科したこと、しかし我々の先祖は彼にその罰金の二倍の額を贈り、さらに青銅の像で称えたこと、そしてその像は今日でもなお我々の時代に至るまで存在しており、王の柱廊の前に、外套をまとい竪琴を携えて座るピンダロスが、鉢巻を締め、膝の上には開かれた書物を載せていること、これらを君は聞いているはずだ。
§4.4οὖτος δὴ ὁ Πίνδαρος Δαμάγητον ἄδει ἐκεῖνον, εἰς ὅν ἀνατείνει τὸ Κλεοκράτους γένος.
まさにこのピンダロスが、クレオクラテスの家系が遡るあのダマゲトスを歌っている。
λέγει δέ που ὁ αὐτὸς Πίνδαρος καὶ τὰ περὶ τὸὺς Διαγορείους καὶ τὰ περὶ τὴν πρεσβῦτιν, ἧς τὸ μητρῷον γένος αὐτοῦ ἄπτεται.
また、同じピンダロスは、ディアゴラスの一族のことや、クレオクラテスの母方の家系が繋がっているあの老婆のこともどこかで語っている。
καὶ εἰ μὴ σφόδρα γδεῖν ποιητῶν ὑπέρφρονα ὄντα σε, καὶ τὰ ἀγοραῖα ταῦτα καὶ τὰ ἀπολέσαντα ἡμᾶς ἐπιτηδεύματα μᾶλλον περιέποντα, κἂν ἀποχρῆν ὑπελάμβανόν σε ὑπομνῆσαι μόνον τὰ περὶ τοὺς Διαγορείους εἶπὼν ἔπη Πινδάρου·
そして、もし私が、君が詩人たちをひどく軽蔑しており、我々を破滅させるようなこうした俗悪な営みばかりに熱中しているということをよく知っていなかったならば、ピンダロスのディアゴラス一族に関する詩句を口にするだけで君に思い出させるには十分であると考えただろう。
νυνὶ δὲ οἶδα, ὅτι μάτην σοι αὐτὰ λέξομεν.
しかし今は、それを君に語っても無駄であることを知っている。
§4.5δοκεῖ οὖν μοι ἀνάγκη εἶναι διηγήσασθαί σοι τὸ διήγημα τοῦτο·
それゆえ、私にはこの物語を君に語る必要があると思われる。
ἄξιον γὰρ ἀκοῦσαι, εἰ καὶ μὴ προσῆκον Κλεοκράτει.
なぜなら、たとえクレオクラテスに直接関係がないとしても、聞くに値するからだ。
λέγεται γὰρ γυνή ποτε πρεσβῦτις Ὀλυμιπίασι παρελθοῦσα εἰς τὸ στάδιον ἑστάναι τε ἅμα τοῖς ἀνδράσι καὶ θεάσασθαι τοὺς ἀγωνιζομένους, ἐπιστάντων δὲ αὐτῇ τῶν Ἑλλανοδικῶν, ὅτι ἐτόλμησε παρελθεῖν εἰς τὸ στάδιον, ἀποκρίνασθαι
τίνι γὰρ ἄλλῃ τοῦτο γυναικὶ δέδωκε καυχήσασθαι οὗτος ὁ θεός, ὅτι καὶ πατέρα καὶ τρεῖς ἀδελφοὺς Ὀλυμπιονίκας ἔχοι καὶ υἱὸν ἐπʼ Ὀλύμπια ἄγοι; §4.6ταύτης οὖν τῆς πρεσβύτιδος καὶ τούτου τοῦ γένους ἀπορρώξ ἐστιν ὁ Κλεοκράτης, ὡς ἔστι μᾶλλον πάντων ἢ αὐτοῦ πυθέσθαι.
というのも、かつて一人の老婆がオリンピアでスタディオンに入り込み、男たちと一緒に立って競技者たちを観戦していたところ、スタディオンに入り込む大胆な真似をしたとしてヘラノディカイが彼女を咎めて問い詰めた際、彼女はこう答えたと言われているからだ。 「この神は、父親と三人の兄弟がオリンピアの勝者であり、息子をもオリンピアに連れてきていると自慢することを、私のほかにいったいどの女に許されたというのか」したがって、クレオクラテスはこの老婆、そしてこの家系から分かれ出た末裔なのであり、それは彼自身からよりも他の誰からも聞き知ることができることだ。
καὶ πλείω μὲν οὐ βούλομαι λέγειν, μὴ οὐ μηνῦσαί σοι, ὅπερ ἠξίωσας, ὅστις ἐστὶν ὁ Κλεοκράτης, βούλεσθαι μόνον, ἀλλὰ καὶ ἐγκεκωμιακέναι αὐτόν, ὥσπερ καὶ Θρασύμαχος τὸν ξένον, συντετάχθαι καὶ ἀποτίνειν ταύτην τὴν χάριν τοῦ λαμπρῶς ἑστιᾶσθαι δοκῶ.
そして私はこれ以上語りたくない。 それは、君が求めた「クレオクラテスとは何者か」を知らせることだけを望んでいるのではなく、あたかもトラシュマコスが旅人を讃えたように、彼を称賛し、手厚くもてなされたことに対するこの感謝の意を表すためにこれ(賛辞)を編み上げたと見なされることのないようにするためである。
τοσοῦτον μέντοι εἴποιμ’ ἄν, ὅτι ἡ πρεσβῦτις ἐκείνη, ε τοῦτον ἐγνώκει τὸν Κλεοκράτη, πολὑ ἄν μᾶλλον ἐπὶ τούτῳ ἢ ἐπὶ τοῖς πέντε Ὀλυμπιονίκαις ἐσεμνύνετο.
しかし、これだけは言っておきたい。 あの老婆がもしこのクレオクラテスを知っていたならば、五人のオリンピア勝者よりもはるかに彼を誇りに思っただろう、と。