Humanitext Reader

埃斯基涅斯 · 书信集 §4.1-4.6

克莱奥克拉特斯的高贵血统与宾达洛的轶事

第 4 段,共 14 段 · 希腊语

内容简介

作者通过引用诗人宾达洛的轶事、其诗作中提及的奥林匹克优胜者家族,以及一位敢于进入体育场的勇敢老妇人的故事,来赞美克莱奥克拉特斯高贵的血统。

§4.1Ἐπεὶ δοκεῖ σοι πυνθάνεσθαι περὶ Κλεοκράτους, ὅστις ἐστὶν ὁ Κλεοκράτης, ἄκουε· παύσῃ γὰρ οὐ προῖκαʼ πολυπραγμονῶν, οὐδʼ ἄπει πρὶν μακρᾶς ἀκοῦσαι διηγήσεως.
既然你似乎想打听克莱奥克拉特斯,想知道克莱奥克拉特斯是谁,那就听着吧;因为你不会白白停止你的多管闲事,在听到一段长篇故事之前你也不会离去。
τὸ μὲν γὰρ γένος ἐστὶν ἀπάντων ἀνδρῶν Ἐλλήνων οὐκ ἐν ἀφανεστάτοις, Ἀρίφρονα τὸν ἐκ Δαμαγήτου εἴ που πυνθάνοιο, ὅν που καὶ ὁ μέγας αἴρει Πίνδαρος.
因为在所有的希腊人中,他的家族绝非最默默无闻之辈,如果你碰巧打听到达马格托斯之子阿里弗隆的话,甚至伟大的宾达洛也曾赞颂过他。
ἀλλʼ ὅπως μὴ γέλωτα ὀφλισκάνῃς ζητῶν, ὅστις ἐστὶν ὁ Πίνδαρος.
但要小心,免得你因追问宾达洛是谁而招致嘲笑。
§4.2τουτὶ μὲν γὰρ οἶμαι ὅτι καὶ παρὰ Μαντίᾳ τῷ γραμματιστῇ ἄμα ἐμοί ποτε ἔμαθες· καὶ εἰ μηδενὸς ἔτι τῶν παρὰ Μαντίᾳ μνημονεύεις, ἐν γοῦν ταῖς ἐκκλησίαις Μελανώπου ἑκάστοτε ἀκούεις λέγοντος, ὡ ταὶ λιπαραὶ καὶ ἀοίδιμοι ἁλιάδος ἔρεισμʼ Ἀθᾶναι;
因为我想,这件事情你曾经和我一起在启蒙教师曼提亚斯那里学过;而且即使你不再记得在曼提亚斯那里的任何事情,至少在每次公民大会上,你都会听到梅拉诺普斯说道: “噢,那闪耀而歌咏传世的、大海的支柱雅典啊!
§4.3καὶ ὅτι Πινδάρου τοῦ Θηβαίου τὸ ἔπος τοῦτό ἐστι, καὶ ὅτι ἐζημίωσκν αὐτὸν Θη βαῖοι τοῦτο ποιήσαντα τὸ ἔπος, οἷ δὲ ἡμέτεροι πρόγονοι διπλῆν αὐτῷ τὴν ζημίαν ἀπέδοσαν μετὰ τοῦ καὶ εἰκόνι χαλκῇ τιμῆσαι· καὶ ἥν αὕτη καὶ εἰς ἡμᾶς ἔτι, πρὸ τῆς βασιλείου στοᾶς καθήμενος ἐνδύματι καὶ λύρᾳ ὁ Πίνδαρος, διάδημα ἔχων καὶ ἐπὶ τῶν γονάτων ἀνειλιγμένον βιβλίον.
” 而且你也知道这句诗是属于忒拜人宾达洛的,以及忒拜人曾因他创作了这句诗而处罚了他,而我们的祖先不仅加倍补偿了他的罚金,还用一座青铜雕像来表彰他;这尊雕像至今仍保存在我们的时代,宾达洛穿着外衣、手持竖琴,坐在皇家柱廊前,头上戴着发带,膝上放着卷开的书卷。
§4.4οὖτος δὴ ὁ Πίνδαρος Δαμάγητον ἄδει ἐκεῖνον, εἰς ὅν ἀνατείνει τὸ Κλεοκράτους γένος.
正是这位宾达洛歌颂了那个达马格托斯,克莱奥克拉特斯的家族便是追溯到他。
λέγει δέ που ὁ αὐτὸς Πίνδαρος καὶ τὰ περὶ τὸὺς Διαγορείους καὶ τὰ περὶ τὴν πρεσβῦτιν, ἧς τὸ μητρῷον γένος αὐτοῦ ἄπτεται.
而同一位宾达洛还在某处谈到了关于迪亚戈拉斯家族的事情,以及关于那位老妇人的事情,他的母系家族便与她相连。
καὶ εἰ μὴ σφόδρα γδεῖν ποιητῶν ὑπέρφρονα ὄντα σε, καὶ τὰ ἀγοραῖα ταῦτα καὶ τὰ ἀπολέσαντα ἡμᾶς ἐπιτηδεύματα μᾶλλον περιέποντα, κἂν ἀποχρῆν ὑπελάμβανόν σε ὑπομνῆσαι μόνον τὰ περὶ τοὺς Διαγορείους εἶπὼν ἔπη Πινδάρου· νυνὶ δὲ οἶδα, ὅτι μάτην σοι αὐτὰ λέξομεν.
如果我不是深知你极度鄙视诗人,反而更热衷于这些毁了我们的市井行当,我本以为仅凭提及宾达洛关于迪亚戈拉斯家族的诗句,就足以唤起你的记忆;但现在我知道,我们对你讲这些都是徒劳。
§4.5δοκεῖ οὖν μοι ἀνάγκη εἶναι διηγήσασθαί σοι τὸ διήγημα τοῦτο· ἄξιον γὰρ ἀκοῦσαι, εἰ καὶ μὴ προσῆκον Κλεοκράτει.
因此,我认为有必要给你讲讲这个故事;因为这值得一听,即便它与克莱奥克拉特斯并无直接关系。
λέγεται γὰρ γυνή ποτε πρεσβῦτις Ὀλυμιπίασι παρελθοῦσα εἰς τὸ στάδιον ἑστάναι τε ἅμα τοῖς ἀνδράσι καὶ θεάσασθαι τοὺς ἀγωνιζομένους, ἐπιστάντων δὲ αὐτῇ τῶν Ἑλλανοδικῶν, ὅτι ἐτόλμησε παρελθεῖν εἰς τὸ στάδιον, ἀποκρίνασθαι τίνι γὰρ ἄλλῃ τοῦτο γυναικὶ δέδωκε καυχήσασθαι οὗτος ὁ θεός, ὅτι καὶ πατέρα καὶ τρεῖς ἀδελφοὺς Ὀλυμπιονίκας ἔχοι καὶ υἱὸν ἐπʼ Ὀλύμπια ἄγοι;
据说曾有一位老妇人在奥林匹亚走入体育场,和男人们站在一起观看竞技者,当希腊裁判官们因她胆敢走入体育场而盘问她时,她回答道: “因为这位神明还曾允许哪一个女人自豪地宣告,她不仅有父亲和三个兄弟是奥林匹克优胜者,而且还带着儿子来参加奥林匹克运动会?
§4.6ταύτης οὖν τῆς πρεσβύτιδος καὶ τούτου τοῦ γένους ἀπορρώξ ἐστιν ὁ Κλεοκράτης, ὡς ἔστι μᾶλλον πάντων ἢ αὐτοῦ πυθέσθαι.
” 因此,克莱奥克拉特斯正是这位老妇人和这个家族的后代,这一点从任何人那里都比从他本人那里更容易打听到。
καὶ πλείω μὲν οὐ βούλομαι λέγειν, μὴ οὐ μηνῦσαί σοι, ὅπερ ἠξίωσας, ὅστις ἐστὶν ὁ Κλεοκράτης, βούλεσθαι μόνον, ἀλλὰ καὶ ἐγκεκωμιακέναι αὐτόν, ὥσπερ καὶ Θρασύμαχος τὸν ξένον, συντετάχθαι καὶ ἀποτίνειν ταύτην τὴν χάριν τοῦ λαμπρῶς ἑστιᾶσθαι δοκῶ.
我不想多说,以免我看起来不仅是想告诉你你所要求的——克莱奥克拉特斯是谁,而且还为他撰写了颂词,就像色拉叙马霍斯为他的客人所做的那样,以图回报我自认为受到的盛情款待。
τοσοῦτον μέντοι εἴποιμ’ ἄν, ὅτι ἡ πρεσβῦτις ἐκείνη, ε τοῦτον ἐγνώκει τὸν Κλεοκράτη, πολὑ ἄν μᾶλλον ἐπὶ τούτῳ ἢ ἐπὶ τοῖς πέντε Ὀλυμπιονίκαις ἐσεμνύνετο.
然而,我倒可以这样说:如果那位老妇人认识这位克莱奥克拉特斯,她为他感到自豪的程度,将远远超过为那五位奥林匹克优胜者所感到的自豪。

词汇与语法注释

  1. 4.1ὅπως μὴ γέλωτα ὀφλισκάνῃς — 由 ὅπως μή 搭配虚拟语气(此处为第二人称)构成的独立句,表示警告或命令(“小心别……”)。这是一种省略了主句动词(如 φυλάττου,意为“注意”)的习惯用法。
  2. 4.2ὦ ταὶ λιπαραὶ καὶ ἀοίδιμοι ἁλιάδος ἔρεισμʼ Ἀθᾶναι — 引用自宾达洛著名的迪堤兰博斯残篇(fr. 76 Snell-Maehler)。其中展现了多利亚方言的特征,如阴性复数主格冠词 ταί 以及保留长阿尔法音的 Ἀθᾶναι。
  3. 4.4καὶ εἰ μὴ σφόδρα ᾔδειν ... κἂν ὑπελάμβανον — 表示与过去事实相反的虚拟条件句(过去非真实条件句)。归结句中使用未完成过去时直辖语气(ὑπελάμβανον)搭配 ἄν(此处合写为 κἂν = καὶ ἄν),与条件句中的过去完成时 ᾔδειν(具有过去意义)相呼应。
  4. 4.6μὴ οὐ μηνῦσαί σοι ... δόξω — 该句以表示担忧的连词 μὴ 引导的虚拟语气动词 δόξω(“免得我显得……”)为骨架,不定式 βούλεσθαι... ἀλλὰ καὶ ἐγκεκωμιακέναι... 作为其补足语。μὴ οὐ 中的 οὐ 与 μόνον 构成部分否定,表示“不仅是想要告知……而且”。

引用这一段

埃斯基涅斯, 书信集 §4.1-4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0026.tlg004.humanitext-grc1:4.1-4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。