§524κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
自分の命の危険を冒してまで、そのようなことをしようとする者が?
§525ὥστʼ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν §526ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.
その結果、お前自身が耕作や穴掘りを強制され、その他の苦役を強いられて、現在よりもはるかに苦痛に満ちた生活を送ることになるのだ。
§526bἐς κεφαλὴν σοί.
お前の頭に災いあれ!
§527ἔτι δʼ οὐχ ἕξεις οὔτʼ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,
その上、お前は寝台に横になって眠ることもできなくなる、そんなものは存在しなくなるのだから。
§528οὔτʼ ἐν δάπισιν·
毛布にくるまることもだ。
τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
金があるというのに、誰が進んで織物をしようとするだろうか?
§529οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον. §530οὔθʼ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.
花嫁を迎えるときにも、滴る香油を塗ることもできず、さまざまな模様の染め衣裳を贅沢にまとって飾ることもできなくなる。
§531καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
だが、これらすべてのものに事欠いているというのに、富んでいることにいったい何の得があるというのだ?
§532παρʼ ἐμοῦ δʼ ἔστιν ταῦτʼ εὔπορα πάνθʼ ὑμῖν ὧν δείσθον·
だが、お前たち二人が必要とするこれらすべてのものは、私から容易に供給される。
ἐγὼ γὰρ §533τὸν χειροτέχνην ὥσπερ δέσποινʼ ἐπαναγκάζουσα κάθημαι §534διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
というのも、私は女主人のように職人を強制して座らせ、必要と貧しさのために、どこから生計を得るべきかを探し求めさせているのだからな。
§535σὺ γὰρ ἂν πορίσαι τί δύναιʼ ἀγαθὸν φῴδων ἐκ βαλανείου
では、お前はいったいどんな善いものを提供できるというのだ?
§536καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι· δίων κολοσυρτόν;
公衆浴場から出てくる火膨れの人々の群れや、飢えに苦しむ子供たちや、老婆どもの群れの他には。
§537φθειρῶν τʼ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι §538ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν, §539ἐπεγείρουσαι καὶ φράζουσαι,
πεινήσεις, ἀλλʼ ἐπανίστω.
夥しい数のシラミや蚊やノミについては、言うまでもない、そのあまりの多さに、頭の周りでブンブンと音を立てて悩ませ、眠りから叩き起こして「お前は飢えるぞ、さあ起きろ」と告げるのだから。
§540πρὸς δέ γε τούτοις ἀνθʼ ἱματίου μὲν ἔχειν ῥάκος· ἀντὶ δὲ κλίνης §541στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει· §542καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου §543λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δʼ ἀντὶ μὲν ἄρτων §544μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖʼ ἰσχνῶν ῥαφανίδων, §545ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας §546φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην.
その上さらに、上着の代わりに襤褸をまとい、寝台の代わりにナンキンムシだらけの、眠る者を起こしてしまうイグサの寝床を用い、敷物の代わりに腐った編み籠を用い、枕の代わりに頭のところに手頃な大きさの石を置き、パンの代わりにゼニアオイの茎を食らい、大麦餅の代わりに萎びた大根の葉を食らい、破れた水瓶の頭を腰掛けの代わりとし、捏ね鉢の代わりにこれまた割れた樽の側面を用いるのだ。
ἆρά γε πολλῶν §547ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σʼ αἴτιον οὖσαν;
これでも、お前があらゆる人間にとって多くの善きものの原因であると、私が示しているとでも言うのか?
§548σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δʼ ὑπεκρούσω.
お前が語ったのは私の生活ではない、物乞いどもの生活を難詰したのだ。
§549οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.
それなら、我々は当然、貧困と物乞いは姉妹であると言うがな。
§550ὑμεῖς γʼ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.
お前たちなら、ディオニュシオスがトラシュブロスに似ているとでも言うのだろう。
§551ἀλλʼ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δίʼ, οὐδέ γε μέλλει.
だが、私の生活はそんな目には遭っていないし、ゼウスにかけて誓うが、そうなることもない。
§552πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα· §553τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,
なぜなら、お前の言う物乞いの生活とは、何も持たずに生きることであり、貧者の生活とは、切り詰めて暮らし、仕事に専念することだからだ。
§554περιγίγνεσθαι δʼ αὐτῷ μηδέν, μὴ μέντοι μηδʼ ἐπιλείπειν.
彼には余るものは何もないが、しかし欠けるものもない。
§555ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας, §556εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.
デーメーテールにかけて、お前は何とも恵まれた彼の生活を列挙してくれたものだな、もし切り詰めて暮らし、骨を折った挙句、埋葬してもらう金さえ残さないのだとしたら!
§557σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας, §558οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας §559καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν.
お前は真面目に議論することを怠って、嘲笑し、喜劇仕立てにしようとしている、私がプルートスよりも優れた人々を提供していることを知らないのだな、知性においても、容姿においても。
παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες §560καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς, §561παρʼ ἐμοὶ δʼ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.
あちらのもとでは、痛風に罹り、太鼓腹で、脚が太く、無作法なほど肥え太っているが、私のもとでは、痩せていて、蜂のように引き締まり、敵にとって手強い存在なのだ。
§562ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.
その蜂のような引き締まった体を、お前はおそらく飢えによって彼らに提供しているのだろう。
§563περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω §564ὅτι κοσμιότης οἰκεῖ μετʼ ἐμοῦ, τοῦ Πλούτου δʼ ἐστὶι ὑβρίζειν.
それでは今や、節制についてお前たち二人に説明し、教え諭してやろう、慎み深さは私と同居しており、傲慢さはプルートスのものなのだと。
§565πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.
なるほど、盗みを働き、壁に穴を開けるのは、きわめて慎み深いことだな。
§566†νὴ τὸν Δίʼ, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι; †
ゼウスにかけて、もし人目を忍ばねばならぬのなら、どうしてそれが慎み深く(秩序正しく)ないと言えようか?
§567σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν
それなら、都市における弁論家たちを見てみるがよい。
§568ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι, §569πλουτήσαντες δʼ ἀπὸ τῶν κοινῶν παραχρῆμʼ ἄδικοι γεγένηνται, §570ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.
彼らが貧しいときには、民衆に対しても都市に対しても公正であるが、公金によって富むやいなや、たちまち不公正になり、大衆を陥れようと企て、民衆に敵対するのだ。
§571ἀλλʼ οὐ ψεύδει τούτων γʼ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.
だが、それらの中にはいかなる嘘もない、お前が極めて意地が悪いとはいえな。
§572ἀτὰρ οὐχ ἧττόν γʼ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς,
しかし、だからといって痛い目を免れるわけではない。
これで気取るのはやめるのだ、お前が我々に、貧困は富よりも優れていると説得しようとしているのだから。
そして、お前はまだこのことについて私を論破できてはいない、ただ戯言を言い、羽ばたいているだけだ。
§575bκαὶ πῶς φεύγουσί σʼ ἅπαντες;
では、なぜすべての者がお前から逃げ出すのだ?
§576ὅτι βελτίους αὐτοὺς ποιῶ.
私が彼らをより良くするからだ。
σκέψασθαι δʼ ἔστι μάλιστα §577ἀπὸ τῶν παίδων·
それは特に子供たちから観察することができる。
τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα §578αὐτοῖς.
彼らは、自分たちにとって最善のことを考えてくれている父親たちから逃げ出すのだ。
οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμʼ ἐστὶ δίκαιον.
このように、正しいことを見極めるのは難しいことなのだ。
§579τὸν Δία φήσεις ἆρʼ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον·
それならお前は、ゼウスが何が最善であるかを正しく見極めていないと言うのだな。